§66ΦΑΙΔ. ἆρ’ οὖν ἐκεῖνος ἂν τοῦτο ποιήσειεν καθαρώτατα ὅστις ὅτι μάλιστα αὐτῇ τῇ διανοίᾳ ἴοι ἐφ’ ἕκαστον, μήτε τιν’ ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσθησιν ἐφέλκων μηδεμίαν μετὰ τοῦ λογισμοῦ, ἀλλ’ αὐτῇ καθ’ αὑτὴν εἰλικρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθ’ αὑτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροῖ θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς ὅτι μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων καὶ ὡς ἔπος εἰπεῖν σύμπαντος τοῦ σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάν τε καὶ φρόνησιν ὅταν κοινωνῇ;
パイドン:ソクラテスは言った。 「それでは、思考する際に対象を目に近づけることもせず、思考の働きに他のいかなる感覚をも引きずり込まず、ただ思考そのものだけを純粋に用いて、存在するもののうちそれ自体として純粋な各々を追跡しようと試み、目や耳、そして一言で言えば体全体からできる限り解放されることによって、体が魂と交わるときに魂を混乱させ、真理と知恵を獲得させないものとして退ける人こそが、このことを最も純粋に行うのではないだろうか。
ἆρ’ οὐχ οὗτός ἐστιν, ὦ Σιμμία, εἴπερ τις ἄλλος ὁ τευξόμενος τοῦ ὄντος;
シミアスよ、存在するものを獲得するのは、もし他の誰かであるとしても、まさにこのような人のではないだろうか。
ὑπερφυῶς, ἔφη ὁ Σιμμίας, ὡς ἀληθῆ λέγεις, ὦ Σώκρατες.
」シミアスは言った。 「ソクラテスよ、おっしゃることは途方もなく真実です。
οὐκοῦν ἀνάγκη, ἔφη, ἐκ πάντων τούτων παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς γνησίως φιλοσόφοις, ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα λέγειν, ὅτι
κινδυνεύει τοι ὥσπερ ἀτραπός τις ἐκφέρειν ἡμᾶς, ὅτι, ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη ᾖ ἡμῶν ἡ ψυχὴ μετὰ τοιούτου κακοῦ, οὐ μή ποτε κτησώμεθα ἱκανῶς οὗ ἐπιθυμοῦμεν·
」ソクラテスは言った。 「それなら、これらすべてから、本物の哲学者たちには次のようなある種の考えが生じ、その結果、お互いに次のようなことを語り合うようになるのも必然ではないかね。 すなわち、『どうやら、ある種の小道が私たちを導き出してくれるようだ。 なぜなら、私たちが体を持ち、私たちの魂がそのような悪と混ざり合っている限り、私たちが切望しているもの、すなわち真理を決して十分に獲得することはないだろうからだ。
φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές. μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφήν·
というのも、体は必要な食物のゆえに、私たちに無数の多忙をもたらす。
ἔτι δέ, ἄν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῶν τὴν τοῦ ὄντος θήραν.
さらに、何らかの病気が襲いかかるなら、それらは存在するものの探求を妨げる。
ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίμπλησιν ἡμᾶς πολλῆς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ’ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτε οὐδέν.
また、体は私たちを、情愛や欲望、恐怖、あらゆる幻影、そして多くのくだらないおしゃべりで満たすので、本当に、実際、体のおかげで、私たちは何事をも決して思索することができなくなってしまうのだ。
καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι.
なぜなら、戦争や内紛や戦闘をもたらすのは、体とその欲望以外にほかならないからだ。
διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται, τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ·
というのも、すべての戦争は富の獲得のために起こるのであり、私たちは体の世話に隷属しているがゆえに、富を獲得せざるを得ないからだ。
καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ πάντα ταῦτα.
そしてこのことから、これらすべての原因によって、私たちは哲学について暇を失ってしまうのだ。
τὸ δ᾽ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ’ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ’ αὐτοῦ καθορᾶν τἀληθές.
そして何よりも最悪なのは、もし私たちに体から離れる暇が少しでもでき、何らかの考察に向かったとしても、体は探求において至る所に割り込んできて、騒音と混乱をもたらし、私たちを狼狽させ、その結果、体のために真理を見極めることができなくなってしまうことだ。
ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι, εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα·
しかし実際、もし私たちがいつか何かを純粋に知ろうとするならば、体から解放され、魂それ自体によって、物事そのものを観照しなければならないということが、私たちに示されているのだ。
καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι, φρονήσεως, ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσιν δὲ οὔ.
具体的には、どうやら、私たちが望み、かつその愛好者であると言っているもの、すなわち知恵が、私たちが死んだときには私たちのものとなるが、生きている間にはそうならないということが、この議論が示すように、実現するだろう。 』と。 」