← プラトン

パイドン

§57-58

パイドンと処刑猶予の理由であるデロス島への聖船

フリウスのエケクラテスとパイドンの対話が始まる。パイドンはソクラテスの最期の日に立ち会っていたことを告げ、裁判から処刑までに長い猶予期間があった理由として、デロス島への神聖な使節(テオーリア)の船に関するアテナイの風習を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§57

ΕΧ. αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν ἐν τῷ δεσμωτηρίῳ, ἢ ἄλλου του ἤκουσας; ΦΑΙΔ. αὐτός, ὦ Ἐχέκρατες. ΕΧ. τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου; καὶ πῶς ἐτελεύτα; ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι. καὶ γὰρ οὔτε Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ’ ἦν1 περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν.

エケクラテス:パイドン、君自身が、ソクラテスが牢獄で毒薬を飲んだあの日に彼に付き添っていたのかい、それとも他の誰かから聞いたのかい。パイドン:自分自身でいました、エケクラテス。エケクラテス:それでは一体、あの人が亡くなる前に語ったのはどのようなことだったのか。そしてどのように最期を迎えたのか。私はぜひ聞きたいものだ。というのも、現在フリウスの市民でアテナイを訪れる者はまったくおらず、また、向こうからこちらへ長い間やって来た旅人もいないのだ、私たちにそのことについて確かなことを報告できるような者は。彼が毒薬を飲んで亡くなったということ以外には。それ以上のことは何も語ることができなかったのだ。

§58

ΦΑΙΔ. οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο; ΕΧ. ναί, ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις, καὶ ἐθαυμάζομέν γε ὅτι πάλαι γενομένης αὐτῆς πολλῷ ὕστερον φαίνεται ἀποθανών.2 τί οὖν ἦν τοῦτο, ὦ Φαίδων; ΦΑΙΔ. τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν. ΕΧ. τοῦτο δὲ δὴ τί ἐστιν; ΦΑΙΔ. τοῦτ’ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς δὶς ἑπτὰ ἐκείνους ᾤχετο ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο· τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες αὐτούς. ἀρχὴ δ’ ἐστὶ τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου· τοῦτο δ’ ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός. διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου. ΕΧ. τί δὲ δὴ τὰ περὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων; τί ἦν τὰ λεχθέντα καὶ πραχθέντα, καὶ τίνες οἱ παραγενόμενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί; ἢ οὐκ εἴων οἱ ἄρχοντες παρεῖναι, ἀλλ’ ἔρημος ἐτελεύτα φίλων; ΦΑΙΔ. οὐδαμῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε. ΕΧ. ταῦτα δὴ πάντα προθυμήθητι ὡς σαφέστατα ἡμῖν ἀπαγγεῖλαι, εἰ μή τίς σοι ἀσχολία τυγχάνει οὖσα. ΦΑΙΔ. ἀλλὰ σχολάζω γε καὶ πειράσομαι ὑμῖν διηγήσασθαι· καὶ γὰρ τὸ μεμνῆσθαι Σωκράτους καὶ αὐτὸν λέγοντα καὶ ἄλλου ἀκούοντα ἔμοιγε ἀεὶ πάντων ἥδιστον. ΕΧ. ἀλλὰ μήν, ὦ Φαίδων, καὶ τοὺς ἀκουσομένους γε τοιούτους ἑτέρους ἔχεις· ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διεξελθεῖν πάντα. ΦΑΙΔ. καὶ μὴν ἔγωγε θαυμάσια ἔπαθον παραγενόμενος. οὔτε γὰρ ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει· εὐδαίμων γάρ μοι ἁνὴρ ἐφαίνετο, ὦ Ἐχέκρατες, καὶ τοῦ τρόπου καὶ τῶν λόγων,3 ὡς ἀδεῶς καὶ γενναίως ἐτελεύτα, ὥστε μοι ἐκεῖνον παρίστασθαι μηδ’ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε ἀφικόμενον εὖ πράξειν εἴπερ τις πώποτε καὶ ἄλλος.

パイドン:それでは、裁判の様子がどのようであったかも、お聞きにならなかったのですか。エケクラテス:いや、それについては誰かが報告してくれた。そして、裁判があったのはずっと前なのに、ずいぶん後になってから彼が亡くなったように見えるのを、私たちは不思議に思っていたのだ。それでは、パイドン、これはどういうことだったのか。パイドン:エケクラテス、彼にはある偶然が起こったのです。というのも、裁判の前日に、アテナイ人がデロス島に送る船の船尾に花飾りが施されるということが、たまたま起こったからです。エケクラテス:それは一体どういうことなのか。パイドン:これは、アテナイ人の言うところでは、かつてテセウスが例の「二度の七人」を率いてクレータ島へ行き、彼らを救い、彼自身も救われたという、まさにその船なのです。そこで当時の人々はアポロンに誓いを立てたと言われています、もし救われたなら、毎年デロス島へ使節を送り届けると。まさにその使節を、それ以来ずっと、そして今でもなお、彼らは毎年神に送り続けているのです。したがって、彼らが使節の派遣を始めるときには、この期間中、市内を清め、公的な処刑を行ってはならないという法律が彼らにはあります、船がデロス島に到着して再びここに戻ってくるまでは。そしてこれは、風が彼らを阻んだりして捕らえたりした場合には、時に長い時間がかかることがあります。使節の始まりは、アポロンの神官が船の船尾に花飾りを施したときです。そしてこれが、私の言うように、たまたま裁判の前日に起こったのです。こういうわけで、ソクラテスにとって、裁判と死との間の長い時間が牢獄の中で生じることになったのです。エケクラテス:それでは、死そのものに関する様子はどうだったのか、パイドン。語られたことや行われたことは何だったのか、そしてその人に付き添った親しい者たちのうち、誰がいたのか。それとも、役人たちが立ち会いを許さず、彼は友人もなく寂しく亡くなったのか。パイドン:決してそのようなことはありません。何人かは立ち会っていましたし、実に多くの者がいました。エケクラテス:それなら、もし何か用事があって忙しいのでなければ、これらすべてのことをできるだけ明確に私たちに報告するよう努めてほしい。パイドン:いえ、時間はありますので、皆さんにお話しするよう努めましょう。というのも、ソクラテスのことを思い出し、自分自身で語ることも、他人が語るのを聞くことも、私にとっては常に何よりも楽しいことだからです。エケクラテス:しかし実に、パイドン、それを聞こうとする君の聞き手たちもまた、同じような者たちなのだ。だから、できる限り最も正確にすべてを語り尽くすよう努めてくれ。パイドン:そして実に、私はそこに立ち会って不思議な経験をしました。というのも、親しい人の死に立ち会っているのに、私の中に同情が湧き起こらなかったのです。エケクラテス、その人は、その態度においても、その言葉においても、何とも恐れを知らず高潔に最期を迎えたので、私には幸福な人に思えたのです。そのため、私には、あの人が冥府に行くのでさえ、神的な運命なしに行くのではなく、あちらに到着しても、かつて他の誰よりも幸福に過ごすに違いないと思われたほどでした。

構文注3 件
  1. 57bὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ’ ἦν

    小辞 ἄν と直説法過去(ここでは ἦν)の組み合わせにより、過去における「〜できる可能性があった(が、実際には来なかった)」という反実的・潜在的な可能性を表している。

  2. 58aπάλαι γενομένης αὐτῆς πολλῷ ὕστερον φαίνεται ἀποθανών

    πάλαι γενομένης αὐτῆς は属格絶対で、譲歩(「裁判自体はずっと前に行われたのに」)を表す。また、φαίνεται ἀποθανών は、動詞 φαίνομαι に分詞 ἀποθανών が続く構文で、「死んだように見える(実際には死んでいる)」という事実を強調する(不定詞をとる「死んだと思われる」とは区別される)。

  3. 58eκαὶ τοῦ τρόπου καὶ τῶν λόγων

    性質・原因を示す属格。形容詞 εὐδαίμων(幸福な)に係る「〜の点において」「〜のゆえに」という基準・原因を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:57-58