Humanitext Reader

プラトン · パイドン §107-108

魂への配慮の重要性と冥府への旅路の神話

47 / 55 箇所 · ギリシア語

要旨

ソクラテスは魂が不死かつ不滅であることを結論づけ、生前における魂への配慮の重要性を説く。さらに、冥府への複雑な旅路と、死後の魂がその清浄さに応じて異なる運命をたどる様子についての神話的な記述を開始する。

§107ΦΑΙΔ. παντὸς μᾶλλον ἄρα, ἔφη, ὦ Κέβης, ψυχὴ ἀθάνατον καὶ ἀνώλεθρον, καὶ τῷ ὄντι ἔσονται ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου.
「それなら、ケベスよ」と彼は言いました。 「何よりもまして、魂は不死であり不滅なのだ。 そして本当に、私たちの魂はあの世に存在するだろう。
οὔκουν ἔγωγε, ὦ Σώκρατες, ἔφη, ἔχω παρὰ ταῦτα ἄλλο τι λέγειν οὐδέ πῃ ἀπιστεῖν τοῖς λόγοις.
」「ソクラテスよ、私はこれらに対して他に何も言うことができませんし、その議論を信じないわけにもいきません」と彼は言いました。
ἀλλ’ εἰ δή τι Σιμμίας ὅδε ἤ τις ἄλλος ἔχει λέγειν, εὖ ἔχει μὴ κατασιγῆσαι·
「しかし、もしここにいるシミアスや他の誰かが何か言いたいことがあるなら、黙っていないのがよいでしょう。
ὡς οὐκ οἶδα εἰς ὅντινά τις ἄλλον καιρὸν ἀναβάλλοιτο ἢ τὸν νῦν παρόντα, περὶ τῶν τοιούτων βουλόμενος ἤ τι εἰπεῖν ἢ ἀκοῦσαι.
これほど重大な事柄について何かを語るにせよ聞くにせよ、今の機会をおいて他にどのような機会に引き延ばすことができるか、私にはわからないからです。
ἀλλὰ μήν, ἦ δ’ ὃς ὁ Σιμμίας, οὐδ’ αὐτὸς ἔχω ἔτι ὅπῃ ἀπιστῶ ἔκ γε τῶν λεγομένων·
」「いや、しかし」とシミアスは言いました。 「私自身も、語られたことからすれば、もはや疑うべき余地はありません。
ὑπὸ μέντοι τοῦ μεγέθους περὶ ὧν οἱ λόγοι εἰσίν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἀτιμάζων, ἀναγκάζομαι ἀπιστίαν ἔτι ἔχειν παρ’ ἐμαυτῷ περὶ τῶν εἰρημένων.
けれども、議論の対象となっている事柄の大きさと、人間の弱さを顧みると、語られたことについて自分の中にいまだ不信を抱かざるを得ないのです。
οὐ μόνον γ᾽, ἔφη, ὦ Σιμμία, ὁ Σωκράτης, ἀλλὰ ταῦτά τε εὖ λέγεις καὶ τάς γε ὑποθέσεις τὰς πρώτας, καὶ εἰ πισταὶ ὑμῖν εἰσιν, ὅμως ἐπισκεπτέαι σαφέστερον·
」「シミアスよ、それだけではないのだ」とソクラテスは言いました。 「君のその指摘はもっともだし、最初の前提についても、たとえ君たちにとって信頼できるように思えるとしても、やはりより明確に吟味されねばならない。
καὶ ἐὰν αὐτὰς ἱκανῶς διέλητε, ὡς ἐγᾦμαι, ἀκολουθήσετε τῷ λόγῳ, καθ’ ὅσον δυνατὸν μάλιστ’ ἀνθρώπῳ ἐπακολουθῆσαι·
そして、もし君たちがそれらを十分に分析するなら、私が思うに、人間が追随できる限りにおいて最大限、議論についていくことができるだろう。
κἂν τοῦτο αὐτὸ σαφὲς γένηται, οὐδὲν ζητήσετε περαιτέρω.
そして、もしこのこと自体が明確になれば、君たちはそれ以上何も求めないだろう。
ἀληθῆ, ἔφη, λέγεις.
」「君の言う通りだ」と彼は言いました。
ἀλλὰ τόδε γ᾽, ἔφη, ὦ ἄνδρες, δίκαιον διανοηθῆναι, ὅτι, εἴπερ ἡ ψυχὴ ἀθάνατος, ἐπιμελείας δὴ δεῖται οὐχ ὑπὲρ τοῦ χρόνου τούτου μόνον ἐν ᾧ καλοῦμεν τὸ ζῆν, ἀλλ’ ὑπὲρ τοῦ παντός, καὶ ὁ κίνδυνος νῦν δὴ καὶ δόξειεν ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει.
「しかし、諸君よ、次のことを考えるのが正しいのだ」と彼は言いました。 「すなわち、もし魂が不死であるならば、私たちが生きていると呼ぶこの時間のためだけでなく、すべての時間のために魂への配慮が必要であり、もし誰かが魂を怠るなら、まさに今やその危険は恐るべきものと思われるだろう、ということだ。
εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμ’ ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς·
というのも、もし死がすべてからの解放であるならば、悪人たちにとっては、死ぬことによって、肉体から解放されると同時に、魂とともに自分たちの悪からも解放されるという思いがけない幸運になっただろうからだ。
νῦν δ’ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν εἴη αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι.
しかし実際には、魂は不死であると示されている以上、魂にとって悪からの逃れ道も救いも、できる限り善く、かつ賢くなること以外には、他には何もないだろう。
οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ἡ ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ μέγιστα λέγεται ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ τῆς ἐκεῖσε πορείας.
なぜなら、魂は教養と育ちのほかには何も持たずにあの世へ行くのであり、これらこそが、あちらへの旅路のまさに始まりにおいて、死者に最も大きな益または害をもたらすと言われているからだ。
λέγεται δὲ οὕτως, ὡς ἄρα τελευτήσαντα ἕκαστον ὁ ἑκάστου δαίμων, ὅσπερ ζῶντα εἰλήχει, οὗτος ἄγειν ἐπιχειρεῖ εἰς δή τινα τόπον, οἷ δεῖ τοὺς συλλεγέντας διαδικασαμένους εἰς Ἅιδου πορεύεσθαι μετὰ ἡγεμόνος ἐκείνου ᾧ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε πορεῦσαι·
そして次のように言われている。 すなわち、人が死んだとき、生きている間にその人を割り当てられていた各自の守護神が、集まった者たちが裁判を受けてあの世へと旅立たねばならないある特定の場所へと、その人を連れて行こうとする。 そして、ここからあちらへ案内することを命じられているあの導き手とともに旅立つのだ、と。
τυχόντας δὲ ἐκεῖ ὧν δὴ τυχεῖν καὶ μείναντας ὃν χρὴ χρόνον ἄλλος δεῦρο πάλιν ἡγεμὼν κομίζει ἐν πολλαῖς χρόνου καὶ μακραῖς περιόδοις.
そしてあちらで得るべきものを得て、とどまるべき時間をとどまった後、別の導き手が、長い時間をかけた多くの周期の末に、再びこちらへと彼らを連れ戻すのだ。
§108ΦΑΙΔ. ἔστι δὲ ἄρα ἡ πορεία οὐχ ὡς ὁ Αἰσχύλου Τήλεφος λέγει·
」「そして、どうやらその旅路は、アイスキュロスの『テレポス』が言っているようなものではない。
ἐκεῖνος μὲν γὰρ ἁπλῆν οἶμόν φησιν εἰς Ἅιδου φέρειν, ἡ δ᾽ οὔτε ἁπλῆ οὔτε μία φαίνεταί μοι εἶναι.
彼はあの世へ至る道は一本の単純な道であると言っているが、その道は単純でもなければ一つでもないと私には思われるからだ。
οὐδὲ γὰρ ἂν ἡγεμόνων ἔδει·
なぜなら、もし道が一つであるなら、案内人など必要ないだろうから。
οὐ γάρ πού τις ἂν διαμάρτοι οὐδαμόσε μιᾶς ὁδοῦ οὔσης.
道が一本しかないのなら、どこへ行くにしても道に迷うことなどあり得ないだろう。
νῦν δὲ ἔοικε σχίσεις τε καὶ τριόδους πολλὰς ἔχειν·
だが実際には、そこには多くの分岐や三叉路があるようだ。
ἀπὸ τῶν θυσιῶν τε καὶ νομίμων τῶν ἐνθάδε τεκμαιρόμενος λέγω.
私はここでの犠牲式や慣習から推測してそう言っているのだ。
ἡ μὲν οὖν κοσμία τε καὶ φρόνιμος ψυχὴ ἕπεταί τε καὶ οὐκ ἀγνοεῖ τὰ παρόντα·
さて、秩序正しく賢い魂は、導き手に従い、現在の状況をわきまえている。
ἡ δ’ ἐπιθυμητικῶς τοῦ σώματος ἔχουσα, ὅπερ ἐν τῷ ἔμπροσθεν εἶπον, περὶ ἐκεῖνο πολὺν χρόνον ἐπτοημένη καὶ περὶ τὸν ὁρατὸν τόπον, πολλὰ ἀντιτείνασα καὶ πολλὰ παθοῦσα, βίᾳ καὶ μόγις ὑπὸ τοῦ προστεταγμένου δαίμονος οἴχεται ἀγομένη.
しかし、肉体に対して執着を抱いている魂は、前に私が言ったように、肉体や目に見える場所の周りを長い時間うろつき、強く抵抗し、多くの苦しみを受けた末に、割り当てられた守護神によって、力ずくでようやく連れ去られていく。
ἀφικομένην δὲ ὅθιπερ αἱ ἄλλαι, τὴν μὲν ἀκάθαρτον καί τι πεποιηκυῖαν τοιοῦτον, ἢ φόνων ἀδίκων ἡμμένην ἢ ἄλλ’ ἄττα τοιαῦτα εἰργασμένην, ἃ τούτων ἀδελφά τε καὶ ἀδελφῶν ψυχῶν ἔργα τυγχάνει ὄντα, ταύτην μὲν ἅπας φεύγει τε καὶ ὑπεκτρέπεται καὶ οὔτε συνέμπορος οὔτε ἡγεμὼν ἐθέλει γίγνεσθαι, αὐτὴ δὲ πλανᾶται ἐν πάσῃ ἐχομένη ἀπορίᾳ ἕως ἂν δή τινες χρόνοι γένωνται, ὧν ἐλθόντων ὑπ’ ἀνάγκης φέρεται εἰς τὴν αὐτῇ πρέπουσαν οἴκησιν·
そして他の魂たちがいる場所に到着したとき、不浄な魂、あるいは不当な殺人に手を染めたり、そのような同類の、同類たる魂たちの仕業であるような他の悪行を行ったりした魂に対しては、誰もがそれを避け、道を譲り、その同行者にも導き手にもなろうとはしない。 その魂は自分自身で、あらゆる途方に暮れた状態で彷徨い、ついにある一定の時間が経過する。 その時間が来ると、必然の力によって、自分にふさわしい住処へと運ばれていく。
ἡ δὲ καθαρῶς τε καὶ μετρίως τὸν βίον διεξελθοῦσα, καὶ συνεμπόρων καὶ ἡγεμόνων θεῶν τυχοῦσα, ᾤκησεν τὸν αὐτῇ ἑκάστη τόπον προσήκοντα.
一方、清らかに、かつ節度を持って生涯を過ごし、神々を同行者や導き手として得た魂は、それぞれ自分にふさわしい場所を住処とする。
εἰσὶν δὲ πολλοὶ καὶ θαυμαστοὶ τῆς γῆς τόποι, καὶ αὐτὴ οὔτε οἵα οὔτε ὅση δοξάζεται ὑπὸ τῶν περὶ γῆς εἰωθότων λέγειν, ὡς ἐγὼ ὑπό τινος πέπεισμαι.
大地の場所は数多く、また驚くべきものであり、大地そのものは、大地について語る習慣のある人々によって考えされているような性質のものでも、大きさのものでもないと、私はある人から説得されているのだ。
καὶ ὁ Σιμμίας, πῶς ταῦτα, ἔφη, λέγεις, ὦ Σώκρατες;
」するとシミアスが言いました。 「ソクラテスよ、それはどういうことですか。
περὶ γάρ τοι γῆς καὶ αὐτὸς πολλὰ δὴ ἀκήκοα, οὐ μέντοι ταῦτα ἃ σὲ πείθει·
実は私も大地については実に多くのことを聞いてきましたが、あなたを説得したというそのような事柄ではありません。
ἡδέως οὖν ἂν ἀκούσαιμι.
ぜひ喜んでお聞きしたいものです。
ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν·
」「しかしね、シミアスよ、それがどのようなものであるかを説明することは、グラウコスの技術を要するとは思われない。
ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἷός τε εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν.
しかし、それが本当であると証明することは、グラウコスの技術以上に難しいと思われる。 それに、そもそも私にはおそらくその力がないだろうし、仮にやり方を知っていたとしても、シミアスよ、私の残された寿命はその長い話を語り尽くすには足りないように思われるのだ。
τὴν μέντοι ἰδέαν τῆς γῆς οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν.
けれども、大地のかたちがどのようなものであると私が信じているか、またその場所について語ることを、妨げるものは何もない。 」

語釈・文法注

  1. 107cἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμ’ ἀπηλλάχθαι — 「もし〜であったなら、〜であったろうに」という過去の事実に対する反実仮想(ἦν... ἂν ἦν)を表す。利益の与格である τοῖς κακοῖς にアオリスト分詞 ἀποθανοῦσι(死ぬことによって、あるいは死んだときに)が一致している。τοῦ τε σώματος ... ἀπηλλάχθαι は属格不定詞(ἀπαλλάττω の完了受動不定詞)で、ἕρμαιον ἂν ἦν の主語として機能している。
  2. 107eὧν δὴ τυχεῖν — 関係代名詞 ὧν に導かれる関係節の中で、不定詞 τυχεῖν(アオリスト)が単独で使われている。これは δεῖ や χρή などの非人称動詞が省略されたものと解釈され、「彼らが(あちらで)得るべき運命にあるものを得たのち」という義務・必然性を表す。
  3. 108bἀφικομένην δὲ ὅθιπερ αἱ ἄλλαι... ταύτην μὲν — 文頭の対格分詞句 ἀφικομένην δὲ... τὴν μὲν ἀκάθαρτον...(〜に到着した、不浄な魂を)は、文末の ταύτην μὲν ἅπας φεύγει の目的語としてあらかじめ提示された懸垂対格(または先取り)である。主節の主語 ἅπας が現れる前に、長い修飾句を伴う対象(魂)を対格で文頭に置くことで、文法上の繋がりは保たれつつも、文体上の強調効果を生んでいる。

この箇所を引用する

プラトン, パイドン §107-108. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:107-108

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。