Humanitext Reader

柏拉图 · 克里托篇 §49

绝不可行不正义与以恶报恶的共识

第 5 段,共 9 段 · 希腊语

内容简介

苏格拉底和克里托达成基本原则共识,即无论遭受何种对待都绝不能行不正义或以恶报恶,并确认人应当履行自己承诺的正义之事。

§49ΚΡ. ἀλλὰ πειράσομαι.
克里托:好,我会努力试一试。
ΣΩ. οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ τινὶ δὲ οὔ;
苏格拉底:我们是说在任何情况下都不应当故意行不正义,还是说在某种情况下应当,而在另一种情况下不应当?
ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε ἀγαθὸν οὔτε καλόν, ὡς πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολογήθη;
或者说,正如我们以前多次同意的那样,行不正义无论如何既非善事,也非美德?
ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσίν, καὶ πάλαι, ὦ Κρίτων, ἄρα τηλικοίδε ἄνδρες πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες;
或者说,我们以前所有的那些一致意见,在这短短的几天里都付之东流了? 而我们,克里托,到了这个年纪,彼此极其严肃地讨论着,竟然一直没有察觉到,我们其实和孩子们没有任何区别?
ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν· εἴτε φασὶν οἱ πολλοὶ εἴτε μή, καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πρᾳότερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ;
还是说,事情毫无疑问就像我们当时所说的那样:不论大众怎么说,不论我们还要遭受比这更艰难的还是更温和的处境,对于行不正义的人来说,行不正义在任何情况下都确实是既坏且可耻的?
φαμὲν ἢ οὔ;
我们说是还是不是?
ΚΡ. φαμέν.
克里托:我们说是。
ΣΩ. οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν.
苏格拉底:那么我们绝不能行不正义。
ΚΡ. οὐ δῆτα.
克里托:绝不能。
ΣΩ. οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν.
苏格拉底:那么,即使受了不正义的对待,也绝不能像大众所认为的那样,以不正义来回报,因为我们绝不能行不正义。
ΚΡ. οὐ φαίνεται.
克里托:看来不能。
ΣΩ. τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ;
苏格拉底:那么,克里托,应该作恶吗,还是不应该?
ΚΡ. οὐ δεῖ δήπου, ὦ Σώκρατες.
克里托:当然不应该,苏格拉底。
ΣΩ. τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασιν, δίκαιον ἢ οὐ δίκαιον;
苏格拉底:那么,正如大众所说,在遭受祸害时以祸害回报,这究竟是正义的,还是不正义的?
ΚΡ. οὐδαμῶς.
克里托:绝不正义。
ΣΩ. τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.
苏格拉底:因为危害他人,我想,与行不正义没有任何区别。
ΚΡ. ἀληθῆ λέγεις.
克里托:你说得对。
ΣΩ. οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδʼ ἂν ὁτιοῦν πάσχῃ ὑπʼ αὐτῶν.
苏格拉底:所以,我们既不应当以不正义回报,也不应当危害任何人,无论我们从他们那里遭受了什么。
καὶ ὅρα, ὦ Κρίτων, ταῦτα καθομολογῶν, ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς· οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει.
而且,克里托,在共同承认这些时,请注意不要违背你真实的看法;因为我知道,只有极少数人现在和将来都会同意这一点。
οἷς οὖν οὕτω δέδοκται καὶ οἷς μή, τούτοις οὐκ ἔστι κοινὴ βουλή, ἀλλὰ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν ὁρῶντας ἀλλήλων τὰ βουλεύματα.
因此,对于那些这样认为的人和不这样认为的人之间,是不可能共同协商的,相反,在看到彼此的决定时,他们必然会互相鄙视。
σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλα πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς, ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς;
所以,请你自己也极其仔细地考虑一下,你是否分担这一观点并与我一致,让我们以此为起点开始讨论:不论是行不正义、以不正义回报,还是在遭受祸害时通过以恶报恶来防御,都绝不是正确的。 或者你选择退出,不接受这个起点?
ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ, σοὶ δὲ εἴ πῃ ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε.
因为对我来说,无论以前还是现在,这依然是我的看法。 但如果你在任何方面有不同的想法,就请说出来并教导我。
εἰ δʼ ἐμμένεις τοῖς πρόσθε, τὸ μετὰ τοῦτο ἄκουε.
如果你坚持以前的那些论点,就听听接下来的一点。
ΚΡ. ἀλλʼ ἐμμένω τε καὶ συνδοκεῖ μοι· ἀλλὰ λέγε.
克里托:我坚持,也同意你的看法;请说吧。
ΣΩ. λέγω δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δʼ ἐρωτῶ· πότερον ἃ ἄν τις ὁμολογήσῃ τῳ δίκαια ὄντα ποιητέον ἢ ἐξαπατητέον;
苏格拉底:那我就说接下来的事,或者更确切地说是提个问题:一个人如果对某人承诺了是正义的事,是应当去履行,还是应当欺骗?
ΚΡ. ποιητέον.
克里托:应当履行。

词汇与语法注释

  1. 49aἑκόντας — 宾格复数形容词,与不定式 `εἶναι` 被省略的逻辑主语(即 `ἡμᾶς`)一致。虽然带 `-τέος` 的动形容词通常与与格连用表示施动者,但在此处由于“对格加不定式”结构的作用,施动者被同化成了宾格 `ἑκόντας`。
  2. 49bἐλάθομεν ἡμᾶς αὐτοὺς — `λανθάνω` 连用反身代词和主格分词(此处为 `διαφέροντες`)的构文,用于表达“在自己未曾察觉的情况下做某事”或“不知不觉中成为了……”。
  3. 49dὡς οὐδέποτε ὀρθῶς ἔχοντος — 表示主观前提的连词 `ὡς` 后面接续了由中性单数分词 `ἔχοντος` 引导的无人称属格绝对结构。其逻辑主语是随后的名词化不定式(`οὔτε τοῦ ἀδικεῖν...`),意为“在行不正义等事决非正确的这一前提下”。

引用这一段

柏拉图, 克里托篇 §49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。