§36τὸ μὲν μὴ ἀγανακτεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τούτῳ τῷ γεγονότι, ὅτι μου κατεψηφίσασθε, ἄλλα τέ μοι πολλὰ συμβάλλεται, καὶ οὐκ ἀνέλπιστόν μοι γέγονεν τὸ γεγονὸς τοῦτο, ἀλλὰ πολὺ μᾶλλον θαυμάζω ἑκατέρων τῶν ψήφων τὸν γεγονότα ἀριθμόν.
雅典的市民们,对于这件已经发生的事——即你们投票判我有罪——我之所以不感到愤怒,有许多其他因素促成了这一点,而且这一结果对我来说也并非意料之外,相反,我更对双方票数的实际结果感到惊讶。
οὐ γὰρ ᾠόμην ἔγωγε οὕτω παρʼ ὀλίγον ἔσεσθαι ἀλλὰ παρὰ πολύ·
因为我万万没有想到票数会如此接近,本以为会悬殊很大。
νῦν δέ, ὡς ἔοικεν, εἰ τριάκοντα μόναι μετέπεσον τῶν ψήφων, ἀπεπεφεύγη ἄν.
而现在,看来如果仅仅有三十张选票投到另一边,我就已经获释了。
Μέλητον μὲν οὖν, ὡς ἐμοὶ δοκῶ, καὶ νῦν ἀποπέφευγα, καὶ οὐ μόνον ἀποπέφευγα, ἀλλὰ παντὶ δῆλον τοῦτό γε, ὅτι εἰ μὴ ἀνέβη Ἄνυτος καὶ Λύκων κατηγορήσοντες ἐμοῦ, κἂν ὦφλε χιλίας δραχμάς, οὐ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων.
无论如何,在我看来,即使是现在我也已经免受了美勒托斯的指控;不仅如此,对所有人来说显而易见的是,如果阿尼图斯和莱康没有上台指控我,他甚至会因为没有获得五分之一的选票而被罚款一千德拉克马。
τιμᾶται δʼ οὖν μοι ὁ ἀνὴρ θανάτου.
总之,那个人向我提议处以死刑。
εἶεν·
好吧。
ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὦ ἄνδρες Ἀθηναῖοι;
那么,雅典的市民们,我该向你们提出什么对抗刑罚呢?
ἢ δῆλον ὅτι τῆς ἀξίας;
显然是与我的价值相称的惩罚吧?
τί οὖν;
那么是什么呢?
τ τί ἄξιός εἰμι παθεῖν ἢ ἀποτεῖσαι, ὅτι μαθὼν ἐν τῷ βίῳ οὐχ ἡσυχίαν ἦγον, ἀλλʼ ἀμελήσας ὧνπερ οἱ πολλοί, χρηματισμοῦ τε καὶ οἰκονομίας καὶ στρατηγιῶν καὶ δημηγοριῶν καὶ τῶν ἄλλων ἀρχῶν καὶ συνωμοσιῶν καὶ στάσεων τῶν ἐν τῇ πόλει γιγνομένων, ἡγησάμενος ἐμαυτὸν ῷ ὄντι ἐπιεικέστερον εἶναι ἢ ὥστε εἰς ταῦτʼ ἰόντα σῴζεσθαι, ἐνταῦθα μὲν οὐκ ᾖα οἷ ἐλθὼν μήτε ὑμῖν μήτε ἐμαυτῷ ἔμελλον μηδὲν ὄφελος εἶναι, ἐπὶ δὲ τὸ ἰδίᾳ ἕκαστον ἰὼν εὐεργετεῖν τὴν μεγίστην εὐεργεσίαν, ὡς ἐγώ φημι, ἐνταῦθα ᾖα, ἐπιχειρῶν ἕκαστον ὑμῶν πείθειν μὴ πρότερον μήτε τῶν ἑαυτοῦ μηδενὸς ἐπιμελεῖσθαι πρὶν ἑαυτοῦ ἐπιμεληθείη ὅπως ὡς βέλτιστος καὶ φρονιμώτατος ἔσοιτο, μήτε τῶν τῆς πόλεως, πρὶν αὐτῆς τῆς πόλεως, τῶν τε ἄλλων οὕτω κατὰ τὸν αὐτὸν τρόπον ἐπιμελεῖσθαι—τί οὖν εἰμι ἄξιος παθεῖν τοιοῦτος ὤν;
因为在我的生命中,我不曾保持安分,而是忽视了大多数人所关心的事情——赚钱、家政、将军之职、公众演说,以及城邦中出现的其他官职、党派斗争和阴谋——我认为自己实在过于正直,若涉足这些事情便无法保全性命,因此我没有去那些哪怕去了也对你们和对我自己都毫无益处的地方;相反,我私下里走到你们每一个人身边,去赋予我认为是最大的恩惠;我努力劝说你们每一个人:在关切自己的任何身外之物之前,先关切自己本身,以使自己变得尽可能完善和智慧;在关切城邦的事物之前,先关切城邦本身,并以同样的方式去关切其他事物——那么,像我这样的人,应该遭受什么呢?
ἀγαθόν τι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ δεῖ γε κατὰ τὴν ἀξίαν τῇ ἀληθείᾳ τιμᾶσθαι·
雅典的市民们,如果必须真正根据我的价值来评判,那应当是某种好事情,而且是某种适合我的好事情。
καὶ ταῦτά γε ἀγαθὸν τοιοῦτον ὅτι ἂν πρέποι ἐμοί.
那么,对于一个贫穷的恩人、一个需要闲暇来对你们进行劝勉的人,什么才是合适的呢?
τί οὖν πρέπει ἀνδρὶ πένητι εὐεργέτῃ δεομένῳ ἄγειν σχολὴν ἐπὶ τῇ ὑμετέρᾳ παρακελεύσει; οὐκ ἔσθʼ ὅτι μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, πρέπει οὕτως ὡς τὸν τοιοῦτον ἄνδρα ἐν πρυτανείῳ σιτεῖσθαι, πολύ γε μᾶλλον ἢ εἴ τις ὑμῶν ἵππῳ ἢ συνωρίδι ἢ ζεύγει νενίκηκεν Ὀλυμπίασιν·
雅典的市民们,没有什么比让这样的人在普里塔内翁(市政厅)免费就餐更合适的了,这甚至比你们中有人在奥林匹亚获得单马、双马或四马战车比赛的胜利还要合适得多。
ὁ μὲν γὰρ ὑμᾶς ποιεῖ εὐδαίμονας δοκεῖν εἶναι, ἐγὼ δὲ εἶναι, καὶ ὁ μὲν τροφῆς οὐδὲν δεῖται, ἐγὼ δὲ δέομαι.
因为他只是让你们显得幸福,而我却让你们真正幸福;而且他不需要生活资助,而我却需要。
§37εἰ οὖν δεῖ με κατὰ τὸ δίκαιον τῆς ἀξίας τιμᾶσθαι, τούτου τιμῶμαι, ἐν πρυτανείῳ σιτήσεως.
因此,如果我必须根据公正和价值来给自己提议惩罚,我就提议这个:在普里塔内翁免费就餐。
ἴσως οὖν ὑμῖν καὶ ταυτὶ λέγων παραπλησίως δοκῶ λέγειν ὥσπερ περὶ τοῦ οἴκτου καὶ τῆς ἀντιβολήσεως, ἀπαυθαδιζόμενος· τὸ δὲ οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ἀλλὰ τοιόνδε μᾶλλον.
也许,在说这些话时,你们觉得我的态度就像之前对待哀怜和恳求时一样,是在固执己见;但事实并非如此,雅典的市民们,而是更像下面这样。
πέπεισμαι ἐγὼ ἑκὼν εἶναι μηδένα ἀδικεῖν ἀνθρώπων, ἀλλὰ ὑμᾶς τοῦτο οὐ πείθω·
我深信自己从未故意伤害过任何人,但我无法让你们相信这一点;因为我们彼此谈话的时间太短了。
ὀλίγον γὰρ χρόνον ἀλλήλοις διειλέγμεθα. ἐπεί, ὡς ἐγᾦμαι, εἰ ἦν ὑμῖν νόμος, ὥσπερ καὶ ἄλλοις ἀνθρώποις, περὶ θανάτου μὴ μίαν ἡμέραν μόνον κρίνειν ἀλλὰ πολλάς, ἐπείσθητε ἄν· νῦν δʼ οὐ ῥᾴδιον ἐν χρόνῳ ὀλίγῳ μεγάλας διαβολὰς ἀπολύεσθαι.
因为我想,如果你们也有像其他地方那样的法律,不把涉及死刑的案件仅在一天之内判决,而是审理许多天,你们本可以被说服的;但现在,在这么短的时间内消除重大的诽谤并非易事。
πεπεισμένος δὴ ἐγὼ μηδένα ἀδικεῖν πολλοῦ δέω ἐμαυτόν γε ἀδικήσειν καὶ κατʼ ἐμαυτοῦ ἐρεῖν αὐτὸς ὡς ἄξιός εἰμί του κακοῦ καὶ τιμήσεσθαι τοιούτου τινὸς ἐμαυτῷ.
既然我深信自己没有伤害任何人,我绝不会伤害自己,自己说自己该受某种恶报,并给自己提议这样一种刑罚。
τί δείσας;
我是在害怕什么呢?
ἦ μὴ πάθω τοῦτο οὗ Μέλητός μοι τιμᾶται, ὅ φημι οὐκ εἰδέναι οὔτʼ εἰ ἀγαθὸν οὔτʼ εἰ κακόν ἐστιν;
难道是害怕遭受美勒托斯为我提议的那种处罚——而对于这种处罚,我说过我根本不知道它是好是坏?
ἀντὶ τούτου δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων τούτου τιμησάμενος;
难道我应该代替它,从那些我明知是坏事的事物中挑选出一种来作为惩罚,并选择它吗?
πότερον δεσμοῦ;
是监禁吗?
καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα;
可是,我为什么要住在监狱里,受制于那不断更替的掌权者——十一人委员会呢?
ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω;
那么罚款,并被监禁直到我付清为止吗?
ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον· οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω.
但那和我刚才说的是同一回事;因为我没有钱可以支付。
ἀλλὰ δὴ φυγῆς τιμήσωμαι;
那么,我要提议流放吗?
ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε.
因为也许你们会同意这个刑罚。
πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμεῖς μὲν ὄντες πολῖταί μου οὐχ οἷοί τε ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγους, ἀλλʼ ὑμῖν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητεῖτε αὐτῶν νυνὶ ἀπαλλαγῆναι· ἄλλοι δὲ ἄρα αὐτὰς οἴσουσι ῥᾳδίως;
确实,雅典的市民们,如果我如此糊涂,以至于不能想到:作为我同胞市民的你们,尚且无法忍受我的日常行事和谈话,以至于它们对你们来说变得如此沉重和令人厌恶,以至于你们现在正设法摆脱它们;那么难道其他人反而会轻易容忍它们吗?
πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι.
绝不可能,雅典的市民们。
καλὸς οὖν ἄν μοι ὁ βίος εἴη ἐξελθόντι τηλικῷδε ἀνθρώπῳ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένῳ καὶ ἐξελαυνομένῳ ζῆν.
对于一个像我这样年纪的人来说,流亡在外,从一个城邦换到另一个城邦,到处被驱逐着生活,这能算是什么美好的生活吗?
εὖ γὰρ οἶδʼ ὅτι ὅποι ἂν ἔλθω, λέγοντος ἐμοῦ ἀκροάσονται οἱ νέοι ὥσπερ ἐνθάδε· κἂν μὲν τούτους ἀπελαύνω, οὗτοί με αὐτοὶ ἐξελῶσι πείθοντες τοὺς πρεσβυτέρους· ἐὰν δὲ μὴ ἀπελαύνω, οἱ τούτων πατέρες δὲ καὶ οἰκεῖοι διʼ αὐτοὺς τούτους.
因为我很清楚,无论我走到哪里,青年人都会像在这里一样,聆听我的谈话;而如果我把他们赶走,他们自己会去说服长辈来把我驱逐出去;如果我不把他们赶走,他们的父亲和亲属也会为了这些年轻人的缘故而把我赶走。
ἴσως οὖν ἄν τις εἴποι· σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, ὦ Σώκρατες, οὐχ οἷός τʼ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν;
因此,也许有人会说:“苏格拉底,你难道不能在离开我们之后,保持沉默和安静地生活吗?
τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν.
” 这确实是所有事情中最难向你们中的某些人解释明白的。