§2ΕΥΘ. τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν;
游叙弗伦:苏格拉底,发生了什么新鲜事,以至于你离开吕刻昂的闲谈之所,现在却在王后柱廊这儿消磨时间?
οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ ἐμοί.
难道你也有什么针对执政官的诉讼,像我一样?
ΣΩ. οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.
苏格拉底:不,游叙弗伦,雅典人并不称之为“诉讼”,而是称之为“起诉”。
ΕΥΘ. τί φῄς;
游叙弗伦:你说什么?
γραφὴν σέ τις, ὡς ἔοικε, γέγραπται· οὐ γὰρ ἐκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον.
看来有人起诉了你;因为我决不相信你会去起诉另一个人。
ΣΩ. οὐ γὰρ οὖν.
苏格拉底:的确不会。
ΕΥΘ. ἀλλὰ σὲ ἄλλος;
游叙弗伦:那么是别人起诉了你?
ΣΩ. πάνυ γε.
苏格拉底:正是。
ΕΥΘ. τίς οὗτος;
游叙弗伦:这人是谁?
ΣΩ. οὐδʼ αὐτὸς πάνυ τι γιγνώσκω, ὦ Εὐθύφρων, τὸν ἄνδρα, νέος γάρ τίς μοι φαίνεται καὶ ἀγνώς· ὀνομάζουσι μέντοι αὐτόν, ὡς ἐγᾦμαι, Μέλητον.
苏格拉底:游叙弗伦,我自己也并不太认识这个人,因为他对我来说似乎是个年轻且陌生的人;不过我想,他们叫他美勒托。
ἔστι δὲ τῶν δήμων Πιτθεύς, εἴ τινα νῷ ἔχεις Πιτθέα Μέλητον οἷον τετανότριχα καὶ οὐ πάνυ εὐγένειον, ἐπίγρυπον δέ.
他是庇特奥斯区的人——如果你的脑海里能浮现出某个庇特奥斯区的美勒托,直头发,胡须不太茂密,鹰钩鼻的话。
ΕΥΘ. οὐκ ἐννοῶ, ὦ Σώκρατες·
游叙弗伦:我想不起来,苏格拉底。
ἀλλὰ δὴ τίνα γραφήν σε γέγραπται;
但究竟他起诉了你什么罪名?
ΣΩ. ἥντινα;
苏格拉底:什么罪名?
οὐκ ἀγεννῆ, ἔμοιγε δοκεῖ· τὸ γὰρ νέον ὄντα τοσοῦτον πρᾶγμα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν.
在我看来,这绝非卑微之事;因为一个年轻人能懂得如此重大的事情,这可不简单。
ἐκεῖνος γάρ, ὥς φησιν, οἶδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ τίνες οἱ διαφθείροντες αὐτούς.
因为正如他所说,他知道年轻人是如何被败坏的,以及是谁在败坏他们。
καὶ κινδυνεύει σοφός τις εἶναι, καὶ τὴν ἐμὴν ἀμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αὐτοῦ, ἔρχεται κατηγορήσων μου ὥσπερ πρὸς μητέρα πρὸς τὴν πόλιν.
他似乎是个聪明人,看穿了我的无知,认为我在败坏他同辈的人,于是就像走向母亲一样走向城邦,来控告我。
καὶ φαίνεταί μοι τῶν πολιτικῶν μόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιμεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων.
在我看来,他是政治家里唯一懂得正确开始的人;因为首先照顾好年轻人,使他们尽可能地优秀,这才是正确的,正如一个优秀的农夫理应首先照顾好幼苗,然后才照顾其他植物一样。
§3ΣΩ. καὶ δὴ καὶ Μέλητος ἴσως πρῶτον μὲν ἡμᾶς ἐκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθείροντας, ὥς φησιν· ἔπειτα μετὰ τοῦτο δῆλον ὅτι τῶν πρεσβυτέρων ἐπιμεληθεὶς πλείστων καὶ μεγίστων ἀγαθῶν αἴτιος τῇ πόλει γενήσεται, ὥς γε τὸ εἰκὸς συμβῆναι ἐκ τοιαύτης ἀρχῆς ἀρξαμένῳ.
苏格拉底:而且,美勒托可能首先如他所说,将我们这些败坏年轻人幼芽的人清除掉;接着在这之后,显而易见,他在照顾了年长者之后,将为城邦带来极多且最大的福祉,正如一个从如此良好的开端开始的人所应当发生的那样。
ΕΥΘ. βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλʼ ὀρρωδῶ μὴ τοὐναντίον γένηται· ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφʼ ἑστίας ἄρχεσθαι κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ.
游叙弗伦:我希望如此,苏格拉底,但我担心会发生相反的情况;因为在我看来,他企图伤害你,简直是从炉灶开始危害城邦。
καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους;
但请告诉我,他说你做了什么来败坏年轻人?
ΣΩ. ἄτοπα, ὦ θαυμάσιε, ὡς οὕτω γʼ ἀκοῦσαι.
苏格拉底:真是奇特的事,我的朋友,乍听之下是如此。
φησὶ γάρ με ποιητὴν εἶναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα θεοὺς τοὺς δʼ ἀρχαίους οὐ νομίζοντα ἐγράψατο τούτων αὐτῶν ἕνεκα, ὥς φησιν.
因为他声称我是神明的制造者,并以此为由起诉了我,正如他所说,因为我制造了新神而不信奉古老的神明。
ΕΥΘ. μανθάνω, ὦ Σώκρατες· ὅτι δὴ σὺ τὸ δαιμόνιον φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι.
游叙弗伦:我明白了,苏格拉底;这是因为你说你那个“神圣的标志”每次都会显现给你。
ὡς οὖν καινοτομοῦντός σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς διαβαλῶν δὴ ἔρχεται εἰς τὸ δικαστήριον, εἰδὼς ὅτι εὐδιάβολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς.
因此,他起诉你这一罪名,是把你当作在神圣事物上的革新者,而且他来到法庭是为了诽谤你,因为他知道这类事物在公众面前很容易被诽谤。
καὶ ἐμοῦ γάρ τοι, ὅταν τι λέγω ἐν τῇ ἐκκλησίᾳ περὶ τῶν θείων, προλέγων αὐτοῖς τὰ μέλλοντα, καταγελῶσιν ὡς μαινομένου·
事实上,对于我来说,每当我在公民大会上谈论神圣的事物并向他们预言未来时,他们就会嘲笑我,把我当成疯子。
καίτοι οὐδὲν ὅτι οὐκ ἀληθὲς εἴρηκα ὧν προεῖπον, ἀλλʼ ὅμως φθονοῦσιν ἡμῖν πᾶσι τοῖς τοιούτοις.
然而,在我预言的事情中,没有一件不是真实的,但他们仍然嫉妒我们所有这样的人。
ἀλλʼ οὐδὲν αὐτῶν χρὴ φροντίζειν, ἀλλʼ ὁμόσε ἰέναι.
不过,我们完全不必理会他们,而是应当迎头痛击。
ΣΩ. ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ μὲν καταγελασθῆναι ἴσως οὐδὲν πρᾶγμα.
苏格拉底:亲爱的游叙弗伦,被嘲笑或许并不是什么大事。
Ἀθηναίοις γάρ τοι, ὡς ἐμοὶ δοκεῖ, οὐ σφόδρα μέλει ἄν τινα δεινὸν οἴωνται εἶναι, μὴ μέντοι διδασκαλικὸν τῆς αὑτοῦ σοφίας· ὃν δʼ ἂν καὶ ἄλλους οἴωνται ποιεῖν τοιούτους, θυμοῦνται, εἴτʼ οὖν φθόνῳ ὡς σὺ λέγεις, εἴτε διʼ ἄλλο τι.
因为在我看来,雅典人如果认为某人有才华,只要他不试图传授自己的智慧,他们并不会太介意;但如果他们认为某人想把别人也变得像他自己一样,他们就会发怒,不论是像你所说由于嫉妒,还是由于别的什么原因。
ΕΥΘ. τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐμὲ ἔχουσιν, οὐ πάνυ ἐπιθυμῶ πειραθῆναι.
游叙弗伦:因此,关于他们在这点上对我是何种态度,我一点也不想去尝试。
ΣΩ. ἴσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ δὲ φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω ἐκκεχυμένως παντὶ ἀνδρὶ λέγειν, οὐ μόνον ἄνευ μισθοῦ, ἀλλὰ καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν.
苏格拉底:因为你或许显得很少展现自己,并且不愿意传授自己的智慧;但我担心,由于我的博爱,他们会认为我毫无保留地向每一个人倾诉我所拥有的一切,不仅不要报酬,而且如果有人愿意听,我甚至愿意倒贴钱。
εἰ μὲν οὖν, ὃ νυνδὴ ἔλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ σὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας ἐν τῷ δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτʼ ἤδη ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν.
因此,正如我刚才所说,如果他们只是想嘲笑我,就像你所说他们对待你那样,那么在法庭上开开玩笑、嬉笑度日倒也并非不快之事;但如果他们要认真起来,那么结局会如何就只有你们这些预言家知道了。
ΕΥΘ. ἀλλʼ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν ἐμήν.
游叙弗伦:不过,苏格拉底,也许不会有什么事,你会在法庭上如愿打赢官司,我想我也同样能打赢我的官司。
ΣΩ. ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη;
苏格拉底:那么游叙弗伦,你的官司是什么呢?
φεύγεις αὐτὴν ἢ διώκεις;
你是被告还是原告?
ΕΥΘ. διώκω.
游叙弗伦:我是原告。
ΣΩ. τίνα;
苏格拉底:控告谁?