← プラトン

エウテュプロン

§2-3

メレトスによるソクラテスの告発

ソクラテスは王の柱廊の近くでエウテュプロンに出会い、メレトスという若者から「若者を堕落させ、新しい神々を作った」として告発されたことを語る。エウテュプロンは自身も予言能力のために嘲笑されると共感を示し、自身の訴訟について明かし始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

ΕΥΘ. τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ ἐμοί. ΣΩ. οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν. ΕΥΘ. τί φῄς; γραφὴν σέ τις, ὡς ἔοικε, γέγραπται· οὐ γὰρ ἐκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον.1 ΣΩ. οὐ γὰρ οὖν. ΕΥΘ. ἀλλὰ σὲ ἄλλος; ΣΩ. πάνυ γε. ΕΥΘ. τίς οὗτος; ΣΩ. οὐδʼ αὐτὸς πάνυ τι γιγνώσκω, ὦ Εὐθύφρων, τὸν ἄνδρα, νέος γάρ τίς μοι φαίνεται καὶ ἀγνώς· ὀνομάζουσι μέντοι αὐτόν, ὡς ἐγᾦμαι, Μέλητον. ἔστι δὲ τῶν δήμων Πιτθεύς, εἴ τινα νῷ ἔχεις Πιτθέα Μέλητον οἷον τετανότριχα καὶ οὐ πάνυ εὐγένειον, ἐπίγρυπον δέ. ΕΥΘ. οὐκ ἐννοῶ, ὦ Σώκρατες· ἀλλὰ δὴ τίνα γραφήν σε γέγραπται; ΣΩ. ἥντινα; οὐκ ἀγεννῆ, ἔμοιγε δοκεῖ· τὸ γὰρ νέον ὄντα τοσοῦτον πρᾶγμα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν. ἐκεῖνος γάρ, ὥς φησιν, οἶδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ τίνες οἱ διαφθείροντες αὐτούς. καὶ κινδυνεύει σοφός τις εἶναι, καὶ τὴν ἐμὴν ἀμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αὐτοῦ,2 ἔρχεται κατηγορήσων μου ὥσπερ πρὸς μητέρα πρὸς τὴν πόλιν. καὶ φαίνεταί μοι τῶν πολιτικῶν μόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιμεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι, ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιμεληθῆναι, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων.

エウテュプロン:ソクラテス、何か新しいことがあったのですか。あなたがリュケイオンでの語らいの場を去って、今こうして王の柱廊のあたりで時を過ごしているとは。まさかあなたにも、私のように、王に対する何らかの訴訟事件があるわけではないでしょうね。 ソクラテス:いや、エウテュプロン、アテナイ人たちはそれを「訴訟」とは呼ばず、「告発」と呼んでいるのだよ。 エウテュプロン:何と言いましたか。誰かがあなたを告発したというのですね、どうやら。というのも、あなたが他者を(告発した)などということは、私にはとても考えられませんから。 ソクラテス:まさにその通りだ。 エウテュプロン:では、他の誰かがあなたを? ソクラテス:その通り。 エウテュプロン:それは誰ですか。 ソクラテス:エウテュプロン、私自身もその男のことをよく知っているわけではないのだ。若くて、見知らぬ男のように思われるからね。もっとも、彼らは彼のことを、私の思うに、メレトスと呼んでいる。ピッテュス区の出身だ。もし君の心に、ピッテュス区のメレトスで、直毛で、髭があまり濃くなく、鷲鼻の男が思い浮かぶなら、それだが。 エウテュプロン:思い当たりません、ソクラテス。しかしそれにしても、彼はあなたをどのような告発で告発したのですか。 ソクラテス:どのような告発かって?卑俗なものではないと、私には思われる。若い身でありながら、これほど重大な事柄をわきまえているというのは、大したことだからね。というのも、彼が言うには、彼は若者たちがどのようにして堕落させられるのか、また誰が彼らを堕落させているのかを知っているのだ。そして彼は知者であるらしく、私の無知が彼の同世代の者たちを堕落させているのを見抜いて、あたかも母親のもとへ行くように、国家のもとへ私を告発しに来るのだ。実際、彼こそが政治家の中で唯一、正しいやり方で始めようとしているように思われる。というのも、若い苗木を最初に世話するのが良い農夫の常であるように、若者たちができる限り優れた者になるように最初に世話することこそが、正しいことだからだ。その後に、他の人々のことも世話すればよい。

§3

ΣΩ. καὶ δὴ καὶ Μέλητος ἴσως πρῶτον μὲν ἡμᾶς ἐκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθείροντας, ὥς φησιν· ἔπειτα μετὰ τοῦτο δῆλον ὅτι τῶν πρεσβυτέρων ἐπιμεληθεὶς πλείστων καὶ μεγίστων ἀγαθῶν αἴτιος τῇ πόλει γενήσεται, ὥς γε τὸ εἰκὸς συμβῆναι ἐκ τοιαύτης ἀρχῆς ἀρξαμένῳ. ΕΥΘ. βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλʼ ὀρρωδῶ μὴ τοὐναντίον γένηται· ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφʼ ἑστίας ἄρχεσθαι3 κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους; ΣΩ. ἄτοπα, ὦ θαυμάσιε, ὡς οὕτω γʼ ἀκοῦσαι.4 φησὶ γάρ με ποιητὴν εἶναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα θεοὺς τοὺς δʼ ἀρχαίους οὐ νομίζοντα ἐγράψατο τούτων αὐτῶν ἕνεκα, ὥς φησιν. ΕΥΘ. μανθάνω, ὦ Σώκρατες· ὅτι δὴ σὺ τὸ δαιμόνιον φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι. ὡς οὖν καινοτομοῦντός σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς διαβαλῶν δὴ ἔρχεται εἰς τὸ δικαστήριον, εἰδὼς ὅτι εὐδιάβολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς. καὶ ἐμοῦ γάρ τοι, ὅταν τι λέγω ἐν τῇ ἐκκλησίᾳ περὶ τῶν θείων, προλέγων αὐτοῖς τὰ μέλλοντα, καταγελῶσιν ὡς μαινομένου· καίτοι οὐδὲν ὅτι οὐκ ἀληθὲς εἴρηκα ὧν προεῖπον, ἀλλʼ ὅμως φθονοῦσιν ἡμῖν πᾶσι τοῖς τοιούτοις. ἀλλʼ οὐδὲν αὐτῶν χρὴ φροντίζειν, ἀλλʼ ὁμόσε ἰέναι. ΣΩ. ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ μὲν καταγελασθῆναι ἴσως οὐδὲν πρᾶγμα. Ἀθηναίοις γάρ τοι, ὡς ἐμοὶ δοκεῖ, οὐ σφόδρα μέλει ἄν τινα δεινὸν οἴωνται εἶναι, μὴ μέντοι διδασκαλικὸν τῆς αὑτοῦ σοφίας· ὃν δʼ ἂν καὶ ἄλλους οἴωνται ποιεῖν τοιούτους, θυμοῦνται, εἴτʼ οὖν φθόνῳ ὡς σὺ λέγεις, εἴτε διʼ ἄλλο τι. ΕΥΘ. τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐμὲ ἔχουσιν, οὐ πάνυ ἐπιθυμῶ πειραθῆναι. ΣΩ. ἴσως γὰρ σὺ μὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ δὲ φοβοῦμαι μὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω ἐκκεχυμένως παντὶ ἀνδρὶ λέγειν, οὐ μόνον ἄνευ μισθοῦ, ἀλλὰ καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν.5 εἰ μὲν οὖν, ὃ νυνδὴ ἔλεγον, μέλλοιέν μου καταγελᾶν ὥσπερ σὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας ἐν τῷ δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτʼ ἤδη ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑμῖν τοῖς μάντεσιν. ΕΥΘ. ἀλλʼ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγμα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶμαι δὲ καὶ ἐμὲ τὴν ἐμήν. ΣΩ. ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη; φεύγεις αὐτὴν ἢ διώκεις; ΕΥΘ. διώκω. ΣΩ. τίνα;

ソクラテス:そしてまさにメレトスも、おそらく最初は、彼が言うように、若者の芽を損なう我々を根絶やしにするのだろう。その上で、その後には明らかに年長者たちの面倒を見て、国家に極めて多く、かつ最大の善をもたらすことになる。そのような始まり方から始めた者には、そうなるのが当然だからね。 エウテュプロン:そうあってほしいものですが、ソクラテス、私は逆のことが起こりはしないかと恐れています。というのも、あなたに不正を働こうと企てることは、文字通り、炉端から国家に害をなし始めることのように私には思えるからです。ところで教えてください、彼はあなたが何をして若者を堕落させていると言っているのですか。 ソクラテス:奇妙なことだよ、友よ、一見したところではね。彼が言うには、私は神々の創作者であり、新しい神々を創り出し、古い神々を信じていないという理由で、まさにこれらのことのために私を告発したというのだ、彼が言うにはね。 エウテュプロン:分かります、ソクラテス。あなたが例の「神的な合図」がその都度自分に現れると言うからですね。だからこそ、あなたが神聖な事柄に関して革新を行っているとして、このようにあなたを告発したわけであり、また、そのようなことは大衆に対して中傷しやすいと知っているからこそ、中傷するつもりで裁判所にやって来るのです。実際、私に対しても、民会で神聖な事柄について何かを語り、未来に起こることを予言すると、狂人であるかのように嘲笑します。もっとも、私が予言したことで真実でなかったことは一つもないのですが、それでも彼らは我々のような者すべてに嫉妬するのです。しかし、彼らのことなど気にする必要はなく、堂々と立ち向かうべきです。 ソクラテス:愛するエウテュプロン、嘲笑されること自体は、おそらく大したことではないのだ。アテナイ人たちは、私の思うに、誰かが有能であると思っても、その人が自分の知恵を教え込もうとしない限りは、それほど気に留めない。しかし、他の人々をも自分と同じように仕立てようとしていると彼らが思う者に対しては、怒りを燃やすのだ。君が言うように嫉妬からであれ、あるいは他の何かの理由からであれね。 エウテュプロン:それゆえ、彼らがこの点について私に対してどのような態度をとっているかについては、私はあまり試してみたいとは思いません。 ソクラテス:おそらく君は、自分自身を滅多に人前に出さず、自分の知恵を教えようとはしないように見せているのだろう。しかし私は、人間愛のあまり、自分が持っているものを誰に対しても惜しみなく注ぎ出して語っていると彼らに思われているのではないかと恐れている。報酬を受け取らないばかりか、もし誰かが私に耳を傾けようとするなら、喜んでこちらからお金を払ってでもね。それゆえ、先ほど言ったように、もし彼らが君の言うように私のことを嘲笑しようとするだけなら、裁判所で冗談を言い、笑いながら過ごすのも退屈ではないだろう。しかし、もし彼らが本気で取り組むなら、その結末がどうなるかは、君たち予言者以外には分からない。 エウテュプロン:いや、おそらく大したことにはなりませんよ、ソクラテス。あなたも思い通りに訴訟を戦い抜くでしょうし、私も自分の訴訟をそのように戦い抜くと思います。 ソクラテス:ところでエウテュプロン、君の訴訟とはどのようなものかね。君は被告なのか、それとも原告なのか。 エウテュプロン:原告です。 ソクラテス:誰を?

構文注5 件
  1. 2bοὐ γὰρ ἐκεῖνό γε καταγνώσομαι, ὡς σὺ ἕτερον

    καταγνώσομαι(〜を有罪と見なす、〜について悪く思う)の直接目的語として指示代名詞 ἐκεῖνο が置かれ、ὡς 以下の節がその同格内容を表している。ἕτερον の後には文脈上「他者を(告発した)」という意味の動詞(γέγραψαι など)が省略されている。

  2. 2cτὴν ἐμὴν ἀμαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αὐτοῦ

    所有形容詞 ἐμήν は「私の(ἐμοῦ)」という属格の意味を包含しているため、分詞 διαφθείροντος(属格・男性・単数)は、意味上の先行詞である「私」に格一致している。

  3. 3aἀφʼ ἑστίας ἄρχεσθαι

    「かまど(ヘスティアの祭壇)から始める」というギリシアの一般的な諺。国家の最も基本的で神聖な中心から攻撃し始める、あるいは物事を根本から始めることを意味する。

  4. 3bὡς οὕτω γʼ ἀκοῦσαι

    関係代名詞的接続詞 ὡς を伴う不定詞 ἀκοῦσαι の絶対用法(制限的用法)。「少なくとも一見したところ(聞くところ)では」の意味。

  5. 3dπροστιθεὶς ἂν ἡδέως εἴ τίς μου ἐθέλει ἀκούειν

    分詞 προστιθεὶς に ἂν が付くことで、潜在的・可能性(「喜んでお金を支払ってでも[語るだろう]」)のニュアンスを表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:2-3