Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §15-16

论证的循环与游叙弗伦的离去

第 12 段,共 12 段 · 希腊语

内容简介

苏格拉底质问神明从人类的礼物中得到什么益处,指出论证再次绕回到了“虔敬即为神明所喜爱”这一此前已被否定的定义。游叙弗伦借口有急事突然离开,讨论无果而终,苏格拉底叹息自己免受美勒托起诉的希望落空。

§15ΣΩ. ἀλλʼ οὐδὲν ἥδιον ἔμοιγε, εἰ μὴ τυγχάνει ἀληθὲς ὄν.
苏格拉底:但如果它不凑巧是真的,这对我来说一点也不讨人喜欢。
φράσον δέ μοι, τίς ἡ ὠφελία τοῖς θεοῖς τυγχάνει οὖσα ἀπὸ τῶν δώρων ὧν παρʼ ἡμῶν λαμβάνουσιν;
告诉我,神明从他们从我们这里得到的礼物中,究竟得到了什么益处?
ἃ μὲν γὰρ διδόασι παντὶ δῆλον·
因为他们所给予的东西对每个人来说都是显而易见的。
οὐδὲν γὰρ ἡμῖν ἐστιν ἀγαθὸν ὅτι ἂν μὴ ἐκεῖνοι δῶσιν.
因为除了他们所赐予的以外,我们没有任何美好的东西。
ἃ δὲ παρʼ ἡμῶν λαμβάνουσιν, τί ὠφελοῦνται;
但是他们从我们这里得到的东西,他们得到了什么益处呢?
ἢ τοσοῦτον αὐτῶν πλεονεκτοῦμεν κατὰ τὴν ἐμπορίαν, ὥστε πάντα τὰ ἀγαθὰ παρʼ αὐτῶν λαμβάνομεν, ἐκεῖνοι δὲ παρʼ ἡμῶν οὐδέν;
还是说,我们在这场交易中占了他们如此大的便宜,以至于我们从他们那里得到了所有美好的东西,而他们却从我们这里什么也得不到?
ΕΥΘ. ἀλλʼ οἴει, ὦ Σώκρατες, τοὺς θεοὺς ὠφελεῖσθαι ἀπὸ τούτων ἃ παρʼ ἡμῶν λαμβάνουσιν;
游叙弗伦:但是,苏格拉底,你认为神明会从他们从我们这里得到的东西中获得益处吗?
γ ΣΩ. ἀλλὰ τί δήποτʼ ἂν εἴη ταῦτα, ὦ Εὐθύφρων, τὰ παρʼ ἡμῶν δῶρα τοῖς θεοῖς;
苏格拉底:但是,游叙弗伦,我们给神明的这些礼物到底会是什么呢?
ΕΥΘ. τί δʼ οἴει ἄλλο ἢ τιμή τε καὶ γέρα καί, ὅπερ ἐγὼ ἄρτι ἔλεγον, χάρις;
游叙弗伦:除了敬意、特权以及我刚才所说的感激,你认为还能是什么呢?
ΣΩ. κεχαρισμένον ἄρα ἐστίν, ὦ Εὐθύφρων, τὸ ὅσιον, ἀλλʼ οὐχὶ ὠφέλιμον οὐδὲ φίλον τοῖς θεοῖς;
苏格拉底:游叙弗伦,那么虔敬就是某种讨人喜欢的东西,但对神明既无益,也不为他们所喜爱吗?
γ ΕΥΘ. οἶμαι ἔγωγε πάντων γε μάλιστα φίλον.
游叙弗伦:我自己认为它绝对是所有事物中最受喜爱的。
ΣΩ. τοῦτο ἄρʼ ἐστὶν αὖ, ὡς ἔοικε, τὸ ὅσιον, τὸ τοῖς θεοῖς φίλον.
苏格拉底:那么,正如所看起来的,虔敬再次就是这个:为神明所喜爱的。
ΕΥΘ. μάλιστά γε.
游叙弗伦:正是如此。
ΣΩ. θαυμάσῃ οὖν ταῦτα λέγων ἐάν σοι οἱ λόγοι φαίνωνται μὴ μένοντες ἀλλὰ βαδίζοντες, καὶ ἐμὲ αἰτιάσῃ τὸν Δαίδαλον βαδίζοντας αὐτοὺς ποιεῖν, αὐτὸς ὢν πολύ γε τεχνικώτερος τοῦ Δαιδάλου καὶ κύκλῳ περιιόντα ποιῶν;
苏格拉底:那么,当你一边说这些话,一边看到我们的论证似乎并不停留而是走动起来时,你会感到惊讶吗? 并且你会指责我,说我是那个让它们走动起来的代达罗斯吗? 尽管你自己其实比代达罗斯更有技艺,甚至让它们围成圈转。
ἢ οὐκ αἰσθάνῃ ὅτι ὁ λόγος ἡμῖν περιελθὼν πάλιν εἰς ταὐτὸν ἥκει;
还是说,你没有意识到我们的论证绕了一圈后,又回到了同一个地方?
μέμνησαι γάρ που ὅτι ἐν τῷ πρόσθεν τό τε ὅσιον καὶ τὸ θεοφιλὲς οὐ ταὐτὸν ἡμῖν ἐφάνη ἀλλʼ ἕτερα ἀλλήλων·
因为你大概还记得,之前在我们看来,虔敬和神明所喜爱的并不是同一个东西,而是彼此不同的。
ἢ οὐ μέμνησαι;
还是说你不记得了?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我记得。
ΣΩ. νῦν οὖν οὐκ ἐννοεῖς ὅτι τὸ τοῖς θεοῖς φίλον φῂς ὅσιον εἶναι;
苏格拉底:那么现在,你没有意识到你是在说:为神明所喜爱的就是虔敬吗?
τοῦτο δʼ ἄλλο τι ἢ θεοφιλὲς γίγνεται;
而这不就变成了神明所喜爱的吗?
ἢ οὔ;
不是吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:完全是这样。
ΣΩ. οὐκοῦν ἢ ἄρτι οὐ καλῶς ὡμολογοῦμεν, ἢ εἰ τότε καλῶς, νῦν οὐκ ὀρθῶς τιθέμεθα.
苏格拉底:那么,要么是我们刚才同意得不对,要么如果那时是对的,我们现在立论就是不正确的。
ΕΥΘ. ἔοικεν.
游叙弗伦:似乎是这样。
ΣΩ. ἐξ ἀρχῆς ἄρα ἡμῖν πάλιν σκεπτέον τί ἐστι τὸ ὅσιον, ὡς ἐγὼ πρὶν ἂν μάθω ἑκὼν εἶναι οὐκ ἀποδειλιάσω.
苏格拉底:那么,我们必须从头开始重新考察什么是虔敬,因为在学会之前,我是绝不会甘心退缩的。
ἀλλὰ μή με ἀτιμάσῃς ἀλλὰ παντὶ τρόπῳ προσσχὼν τὸν νοῦν ὅτι μάλιστα νῦν εἰπὲ τὴν ἀλήθειαν·
但是请不要看轻我,而是要用尽一切办法,现在最集中注意力地把真相告诉我。
οἶσθα γὰρ εἴπερ τις ἄλλος ἀνθρώπων, καὶ οὐκ ἀφετέος εἶ ὥσπερ ὁ Πρωτεὺς πρὶν ἂν εἴπῃς.
因为如果你都不知道,那就没有别的凡人知道了,而且你绝不能被放走,就像普罗透斯一样,直到你开口。
εἰ γὰρ μὴ ᾔδησθα σαφῶς τό τε ὅσιον καὶ τὸ ἀνόσιον, οὐκ ἔστιν ὅπως ἄν ποτε ἐπεχείρησας ὑπὲρ ἀνδρὸς θητὸς ἄνδρα πρεσβύτην πατέρα διωκάθειν φόνου, ἀλλὰ καὶ τοὺς θεοὺς ἂν ἔδεισας παρακινδυνεύειν μὴ οὐκ ὀρθῶς αὐτὸ ποιήσοις, καὶ τοὺς ἀνθρώπους ᾐσχύνθης·
因为如果你不清楚地知道什么是虔敬和什么是不敬,你绝不可能为了一个雇工而起诉一个老人,也就是你的父亲犯有谋杀罪,而是会害怕神明,冒着可能做得不正确的风险,并且在人前感到羞愧。
νῦν δὲ εὖ οἶδα ὅτι σαφῶς οἴει εἰδέναι τό τε ὅσιον καὶ μή.
但现在我确信,你认为自己清楚地知道什么是虔敬,什么不是。
εἰπὲ οὖν, ὦ βέλτιστε Εὐθύφρων, καὶ μὴ ἀποκρύψῃ ὅτι αὐτὸ ἡγῇ.
那么,最优秀的游叙弗伦,请告诉我,不要隐瞒你认为它是什么。
ΕΥΘ. εἰς αὖθις τοίνυν, ὦ Σώκρατες·
游叙弗伦:那就改天吧,苏格拉底。
νῦν γὰρ σπεύδω ποι, καί μοι ὥρα ἀπιέναι.
因为我现在急着去某个地方,是我该走的时候了。
§16ΣΩ. οἷα ποιεῖς, ὦ ἑταῖρε.
苏格拉底:你这是在做什么啊,我的朋友!
ἀπʼ ἐλπίδος με καταβαλὼν μεγάλης ἀπέρχῃ ἣν εἶχον, ὡς παρὰ σοῦ μαθὼν τά τε ὅσια καὶ μὴ καὶ τῆς πρὸς Μέλητον γραφῆς ἀπαλλάξομαι, ἐνδειξάμενος ἐκείνῳ ὅτι σοφὸς ἤδη παρʼ Εὐθύφρονος τὰ θεῖα γέγονα καὶ ὅτι οὐκέτι ὑπʼ ἀγνοίας αὐτοσχεδιάζω οὐδὲ καινοτομῶ περὶ αὐτά, καὶ δὴ καὶ τὸν ἄλλον βίον ὅτι ἄμεινον βιωσοίμην.
你走了,把我从原本怀有的巨大希望中推了下去。 我本来希望从你那里学到什么是虔敬,什么是不敬,从而免受美勒托的起诉。 通过向他表明,我已经通过游叙弗伦而在神圣的事物上变得聪明,并且我不再因无知而对这些事物胡乱猜测或推陈出新,而且,我余下的生活也会过得更好。

词汇与语法注释

  1. 15aὅτι ἂν μὴ ἐκεῖνοι δῶσιν — 修饰先行词 `οὐδὲν ... ἀγαθὸν` 的泛指关系从句。`ὅτι ἂν`(关系代名词 `ὅστις` 的中性单数宾格加小词 `ἄν`)搭配虚拟式 `δῶσιν` 引入了条件性的限制:“凡不是他们所赐予的”,即“除了他们所赐予的之外”。
  2. 15cἑκὼν εἶναι — 主要用于否定句(此处与 `οὐκ ἀποδειλιάσω` 连用)的说明性不定式惯用表达,意为“就我的意愿而言(绝不甘愿做某事)”。
  3. 15dμὴ οὐκ ὀρθῶς αὐτὸ ποιήσοις — 由表示恐惧的动词 `ἔδεισας` 引导的从句。由于主句动词为过去时,因此使用将来希求式 `ποιήσοις` 代替将来直陈式。双重否定词 `μὴ οὐ` 用以表达对于否定结果的担忧(“担心你不能正确地做这件事”)。
  4. 16aὡς παρὰ σοῦ μαθὼν τά τε ὅσια καὶ μὴ καὶ τῆς πρὸς Μέλητον γραφῆς ἀπαλλάξομαι — 此结构由 `ὡς` 引导将来直陈式 `ἀπαλλάξομαι`(以及伴随的分词 `μαθὼν`)构成,用以同位语式地阐明前文“我曾抱有的希望”(`ἐλπίδος ... ἣν εἶχον`)的具体内容。分词 `μαθὼν` 在逻辑上作为主动作 `ἀπαλλάξομαι`(我将免除)的前提条件(“在学到……之后”)。

引用这一段

柏拉图, 游叙弗伦篇 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。