Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §14

通过祈祷献祭侍奉神明与神人间的交易技艺

第 11 段,共 12 段 · 希腊语

内容简介

苏格拉底询问神明工作的主要成果是什么,但游叙弗伦回避了核心问题,转而将虔敬定义为通过祈祷和献祭取悦神明的知识。苏格拉底随后反讽地将虔敬总结为神人之间互惠的“交易技艺”。

§14ΕΥΘ. πολλὰ καὶ καλά, ὦ Σώκρατες.
游叙弗伦:许多而且美好的成果,苏格拉底。
ΣΩ. καὶ γὰρ οἱ στρατηγοί, ὦ φίλε·
苏格拉底:因为将军们也是如此,我的朋友。
ἀλλʼ ὅμως τὸ κεφάλαιον αὐτῶν ῥᾳδίως ἂν εἴποις, ὅτι νίκην ἐν τῷ πολέμῳ ἀπεργάζονται· ἢ οὔ;
但你还是能轻易说出他们的首要核心,即他们在战争中生产胜利,不是吗?
γ ΕΥΘ. πῶς δʼ οὔ;
游叙弗伦:怎么会不是呢?
ΣΩ. πολλὰ δέ γʼ, οἶμαι, καὶ καλὰ καὶ οἱ γεωργοί·
苏格拉底:我想,农民们也生产许多而且美好的成果。
ἀλλʼ ὅμως τὸ κεφάλαιον αὐτῶν ἐστιν τῆς ἀπεργασίας ἡ ἐκ τῆς γῆς τροφή.
但他们生产的首要核心是来自大地的粮食。
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. τί δὲ δὴ τῶν πολλῶν καὶ καλῶν ἃ οἱ θεοὶ ἀπεργάζονται;
苏格拉底:那么,神明所生产的许多而且美好的成果又是怎样的呢?
τί τὸ κεφάλαιόν ἐστι τῆς ἐργασίας;
他们工作的首要核心是什么?
ΕΥΘ. καὶ ὀλίγον σοι πρότερον εἶπον, ὦ Σώκρατες, ὅτι πλείονος ἔργου ἐστὶν ἀκριβῶς πάντα ταῦτα ὡς ἔχει μαθεῖν·
游叙弗伦:苏格拉底,我刚才也对你说了,要准确地理解所有这些事情的实际情况,是一件更需要下功夫的工作。
τόδε μέντοι σοι ἁπλῶς λέγω, ὅτι ἐὰν μὲν κεχαρισμένα τις ἐπίστηται τοῖς θεοῖς λέγειν τε καὶ πράττειν εὐχόμενός τε καὶ θύων, ταῦτʼ ἔστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων·
然而,我可以简单地告诉你这一点:如果有人知道在祈祷和献祭时,如何说出并做出让神明喜悦的事,这些就是虔敬的事,而这样的事既能拯救私人的家庭,也能拯救城邦的共同体。
τὰ δʼ ἐναντία τῶν κεχαρισμένων ἀσεβῆ, ἃ δὴ καὶ ἀνατρέπει ἅπαντα καὶ ἀπόλλυσιν.
相反,那些与让神明喜悦的事背道而驰的事则是大逆不道的,它们确实会颠覆并毁灭一切。
ΣΩ. ἦ πολύ μοι διὰ βραχυτέρων, ὦ Εὐθύφρων, εἰ ἐβούλου, εἶπες ἂν τὸ κεφάλαιον ὧν ἠρώτων·
苏格拉底:游叙弗伦,如果你愿意的话,你本来可以用短得多的言语来告诉我,我所问的那个首要核心。
ἀλλὰ γὰρ οὐ πρόθυμός με εἶ διδάξαι—δῆλος εἶ.
但实际上你并无意教导我,这很明显。
καὶ γὰρ νῦν ἐπειδὴ ἐπʼ αὐτῷ ἦσθα ἀπετράπου, ὃ εἰ ἀπεκρίνω, ἱκανῶς ἂν ἤδη παρὰ σοῦ τὴν ὁσιότητα ἐμεμαθήκη.
因为刚才你已经到了关键点上,却转开了。 如果你刚才回答了这个问题,我本来就已经从你那里充分学习到什么是虔敬了。
νῦν δὲ ἀνάγκη γὰρ τὸν ἐρῶντα τῷ ἐρωμένῳ ἀκολουθεῖν ὅπῃ ἂν ἐκεῖνος ὑπάγῃ, τί δὴ αὖ λέγεις τὸ ὅσιον εἶναι καὶ τὴν ὁσιότητα;
但现在,既然追求者必须跟随被追求者到他引领的任何地方去,那么你再次说虔敬和敬虔究竟是什么?
οὐχὶ ἐπιστήμην τινὰ τοῦ θύειν τε καὶ εὔχεσθαι;
不就是一种关于献祭和祈祷的知识吗?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我正是这个意思。
ΣΩ. οὐκοῦν τὸ θύειν δωρεῖσθαί ἐστι τοῖς θεοῖς, τὸ δʼ εὔχεσθαι αἰτεῖν τοὺς θεούς;
苏格拉底:那么献祭是对神明的赠予,而祈祷是对神明的祈求,不是吗?
ΕΥΘ. καὶ μάλα, ὦ Σώκρατες.
游叙弗伦:非常正确,苏格拉底。
ΣΩ. ἐπιστήμη ἄρα αἰτήσεως καὶ δόσεως θεοῖς ὁσιότης ἂν εἴη ἐκ τούτου τοῦ λόγου.
苏格拉底:那么根据这个说法,虔敬就会是关于向神明祈求和对神明赠予的知识了。
ΕΥΘ. πάνυ καλῶς, ὦ Σώκρατες, συνῆκας ὃ εἶπον.
游叙弗伦:苏格拉底,你非常完美地理解了我的意思。
ΣΩ. ἐπιθυμητὴς γάρ εἰμι, ὦ φίλε, τῆς σῆς σοφίας καὶ προσέχω τὸν νοῦν αὐτῇ, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτι ἂν εἴπῃς.
苏格拉底:因为,我的朋友,我是你智慧的渴望者,正全神贯注于它,因此你说出的任何话都不会落空。
ἀλλά μοι λέξον τίς αὕτη ἡ ὑπηρεσία ἐστὶ τοῖς θεοῖς;
但请告诉我,这种对神明的服侍究竟是什么?
αἰτεῖν τε φῂς αὐτοὺς καὶ διδόναι ἐκείνοις;
你说是向他们祈求,并向他们赠予吗?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我正是这个意思。
ΣΩ. ἆρʼ οὖν οὐ τό γε ὀρθῶς αἰτεῖν ἂν εἴη ὧν δεόμεθα παρʼ ἐκείνων, ταῦτα αὐτοὺς αἰτεῖν;
苏格拉底:那么,所谓正确的祈求,难道不就是向他们祈求我们所需要从他们那里得到的东西吗?
ΕΥΘ. ἀλλὰ τί;
游叙弗伦:那还能是什么呢?
ΣΩ. καὶ αὖ τὸ διδόναι ὀρθῶς, ὧν ἐκεῖνοι τυγχάνουσιν δεόμενοι παρʼ ἡμῶν, ταῦτα ἐκείνοις αὖ ἀντιδωρεῖσθαι;
苏格拉底:而反过来,所谓正确的赠予,难道不就是把他们恰好需要从我们这里得到的东西,当作回礼赠予他们吗?
οὐ γάρ που τεχνικόν γʼ ἂν εἴη δωροφορεῖν διδόντα τῳ ταῦτα ὧν οὐδὲν δεῖται.
因为,把别人根本不需要的东西作为礼物赠送给某人,这大概不符合技艺吧。
ΕΥΘ. ἀληθῆ λέγεις, ὦ Σώκρατες.
游叙弗伦:你说得对,苏格拉底。
ΣΩ. ἐμπορικὴ ἄρα τις ἂν εἴη, ὦ Εὐθύφρων, τέχνη ἡ ὁσιότης θεοῖς καὶ ἀνθρώποις παρʼ ἀλλήλων.
苏格拉底:游叙弗伦,那么虔敬大概会是神明和人类之间彼此交易的技艺了。
ΕΥΘ. ἐμπορική, εἰ οὕτως ἥδιόν σοι ὀνομάζειν.
游叙弗伦:交易的技艺,如果你更喜欢这样称呼的话。

词汇与语法注释

  1. 14bπλείονος ἔργου ἐστὶν — 谓语性属格(predicate genitive)。不定式短语 `μαθεῖν` 是实质上的主语,意为“(理解……)属于更艰巨的工作”(即需要更多的精力)。
  2. 14bεἰ ἐβούλου, εἶπες ἂν — 过去事实的反虚拟条件句。条件从句使用 `εἰ` 搭配直陈式未完成过去时(`ἐβούλου`),主句使用 `ἄν` 搭配直陈式不定过去时(`εἶπες`),表明游叙弗伦实际上并不愿意,因而没有简短地回答。
  3. 14cὃ εἰ ἀπεκρίνω, ἱκανῶς ἂν ... ἐμεμαθήκη — 关系代名词 `ὅ` 作为连接性关系词(connective relative),指代前文游叙弗伦本该给出的回答。该句构成过去事实的反虚拟条件句,由条件从句 `εἰ ἀπεκρίνω`(直陈式不定过去时)和主句 `ἂν ... ἐμεμαθήκη`(带 `ἄν` 的直陈式过去完成时)组成。

引用这一段

柏拉图, 游叙弗伦篇 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。