§13ΣΩ. καὶ καλῶς γέ μοι, ὦ Εὐθύφρων, φαίνῃ λέγειν, ἀλλὰ σμικροῦ τινος ἔτι ἐνδεής εἰμι·
苏格拉底:游叙弗伦,在我看来你说得很好,但是我还缺少一点小东西:因为我还不理解你所说的这种“照料”指的是什么。
τὴν γὰρ θεραπείαν οὔπω συνίημι ἥντινα ὀνομάζεις. οὐ γάρ που λέγεις γε, οἷαίπερ καὶ αἱ περὶ τὰ ἄλλα θεραπεῖαί εἰσιν, τοιαύτην καὶ περὶ θεούς— λέγομεν γάρ που—οἷόν φαμεν ἵππους οὐ πᾶς ἐπίσταται θεραπεύειν ἀλλὰ ὁ ἱππικός·
因为你大概不是说,对待神明的照料,也像对待其他事物的照料一样——因为我们大概是这么说的——比如,我们说并非人人都懂得照料马,而只有驯马师懂得;不是吗?
ἦ γάρ; ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. ἡ γάρ που ἱππικὴ ἵππων θεραπεία.
苏格拉底:因为驯马术大概就是对马的照料。
ΕΥΘ. ναί.
游叙弗伦:是的。
ΣΩ. οὐδέ γε κύνας πᾶς ἐπίσταται θεραπεύειν ἀλλὰ ὁ κυνηγετικός.
苏格拉底:而且,也并非人人都懂得照料猎犬,而只有猎人懂得。
ΕΥΘ. οὕτω.
游叙弗伦:正是如此。
ΣΩ. ἡ γάρ που κυνηγετικὴ κυνῶν θεραπεία.
苏格拉底:因为猎狗术大概就是对狗的照料。
ΕΥΘ. ναί.
游叙弗伦:是的。
ΣΩ. ἡ δέ γε βοηλατικὴ βοῶν. ΕΥΘ. πάνυ γε.
苏格拉底:而牧牛术则是对牛的照料。 游叙弗伦:当然。
ΣΩ. ἡ δὲ δὴ ὁσιότης τε καὶ εὐσέβεια θεῶν, ὦ Εὐθύφρων;
苏格拉底:那么,游叙弗伦,虔敬和敬神难道是对神明的照料吗?
οὕτω λέγεις;
你是这个意思吗?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我正是这个意思。
ΣΩ. οὐκοῦν θεραπεία γε πᾶσα ταὐτὸν διαπράττεται;
苏格拉底:那么,难道所有的照料不都达成同样的效果吗?
οἷον τοιόνδε· ἐπʼ ἀγαθῷ τινί ἐστι καὶ ὠφελίᾳ τοῦ θεραπευομένου, ὥσπερ ὁρᾷς δὴ ὅτι οἱ ἵπποι ὑπὸ τῆς ἱππικῆς θεραπευόμενοι ὠφελοῦνται καὶ βελτίους γίγνονται·
比如:它是为了被照料者的某种好处和利益,正如你所见,马受到驯马术的照料而获益并变得更好;你不这样认为吗?
ἢ οὐ δοκοῦσί σοι; ΕΥΘ. ἔμοιγε.
游叙弗伦:我认为是的。
ΣΩ. καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ βόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως·
苏格拉底:而猎犬大概通过猎狗术,以及牛通过牧牛术,其他所有事物也都同样如此。
ἢ ἐπὶ βλάβῃ οἴει τοῦ θεραπευομένου τὴν θεραπείαν εἶναι;
或者,你认为照料是为了伤害被照料者吗?
ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε.
游叙弗伦:凭宙斯起誓,我绝不这样认为。
ΣΩ. ἀλλʼ ἐπʼ ὠφελίᾳ;
苏格拉底:而是为了获益?
ΕΥΘ. πῶς δʼ οὔ;
游叙弗伦:怎么会不是呢?
ΣΩ. ἦ οὖν καὶ ἡ ὁσιότης θεραπεία οὖσα θεῶν ὠφελία τέ ἐστι θεῶν καὶ βελτίους τοὺς θεοὺς ποιεῖ;
苏格拉底:那么,作为对神明照料的虔敬,难道也是对神明的益处,并使神明变得更好吗?
καὶ σὺ τοῦτο συγχωρήσαις ἄν, ὡς ἐπειδάν τι ὅσιον ποιῇς, βελτίω τινὰ τῶν θεῶν ἀπεργάζῃ;
你会同意这一点,即每当你做一件虔敬的事时,你都使神明中的某一位变得更好了吗?
ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε.
游叙弗伦:凭宙斯起誓,我绝不同意。
ΣΩ. οὐδὲ γὰρ ἐγώ, ὦ Εὐθύφρων, οἶμαί σε τοῦτο λέγειν —πολλοῦ καὶ δέω—ἀλλὰ τούτου δὴ ἕνεκα καὶ ἀνηρόμην τίνα ποτὲ λέγοις τὴν θεραπείαν τῶν θεῶν, οὐχ ἡγούμενός σε τοιαύτην λέγειν.
苏格拉底:因为我也不认为,游叙弗伦,你是这个意思——远远不至于此——但正是为了这个原因,我才问你所谓的照料神明究竟是指什么,因为我并不认为你指的是这样一种照料。
ΕΥΘ. καὶ ὀρθῶς γε, ὦ Σώκρατες· οὐ γὰρ τοιαύτην λέγω.
游叙弗伦:你说得对,苏格拉底;因为我说的不是这种照料。
ΣΩ. εἶεν· ἀλλὰ τίς δὴ θεῶν θεραπεία εἴη ἂν ἡ ὁσιότης;
苏格拉底:好吧;但是,虔敬究竟会是哪一种对神明的照料呢?
ΕΥΘ. ἥνπερ, ὦ Σώκρατες, οἱ δοῦλοι τοὺς δεσπότας θεραπεύουσιν.
游叙弗伦:苏格拉底,就是奴隶对主人的那种照料(服侍)。
ΣΩ. μανθάνω· ὑπηρετική τις ἄν, ὡς ἔοικεν, εἴη θεοῖς.
苏格拉底:我明白了;看来,这应当是对神明的一种服侍。
ΕΥΘ. πάνυ μὲν οὖν.
游叙弗伦:正是如此。
ΣΩ. ἔχοις ἂν οὖν εἰπεῖν ἡ ἰατροῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν τυγχάνει οὖσα ὑπηρετική;
苏格拉底:那么,你能说出对医生的服侍是为了生产什么成果的服侍吗?
οὐκ εἰς ὑγιείας οἴει; ΕΥΘ. ἔγωγε.
你难道不认为是健康吗? 游叙弗伦:我认为是的。
ΣΩ. τί δὲ ἡ ναυπηγοῖς ὑπηρετική;
苏格拉底:那么对造船师的服侍呢?
εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετική ἐστιν;
它是为了生产什么成果的服侍?
ΕΥΘ. δῆλον ὅτι, ὦ Σώκρατες, εἰς πλοίου.
游叙弗伦:很明显,苏格拉底,是为了船只。
ΣΩ. καὶ ἡ οἰκοδόμοις γέ που εἰς οἰκίας;
苏格拉底:而对建房师的服侍大概是为了房屋?
ΕΥΘ. ναί.
游叙弗伦:是的。
ΣΩ. εἰπὲ δή, ὦ ἄριστε· ἡ δὲ θεοῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετικὴ ἂν εἴη;
苏格拉底:那么请告诉我,优秀的学者:对神明的服侍会是为了生产什么成果的服侍呢?
δῆλον γὰρ ὅτι σὺ οἶσθα, ἐπειδήπερ τά γε θεῖα κάλλιστα φῂς εἰδέναι ἀνθρώπων.
因为很明显你是知道的,既然你声称自己在人类中对神圣事物的认识是最美好的。
ΕΥΘ. καὶ ἀληθῆ γε λέγω, ὦ Σώκρατες.
游叙弗伦:而且我说的确实是真话,苏格拉底。
ΣΩ. εἰπὲ δὴ πρὸς Διὸς τί ποτέ ἐστιν ἐκεῖνο τὸ πάγκαλον ἔργον ὃ οἱ θεοὶ ἀπεργάζονται ἡμῖν ὑπηρέταις χρώμενοι;
苏格拉底:那么,凭宙斯起誓,请告诉我,神明把我们当作服侍者,他们所生产出来的那个极其美好的成果究竟是什么?