Humanitext Reader

盖伦 · 论医学经验 §1#2

对经验主义者观察次数尺度的反驳

第 2 段,共 2 段 · 希腊语

内容简介

作者没有采用柏拉图的技术定义,而是利用经验主义者自身的假设展开论证。通过揭示经验主义者在构成“大多数情况下”的具体观察次数标准上的矛盾,作者开始探讨这种尺度是否真正存在于事物的本性之中。

§1#2καὶ μή τις δόξῃ με τῷ Πλάτωνος χρήσεσθαι λόγῳ, ὡς εἴ τις μὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει τῆς ὕλης, περὶ ἣν καταγίνεται, αὕτη μὲν τέχνη ἐστίν, εἰ δὲ μή, ‘τριβὴ μέν τις καὶ ἐμπειρία, τέχνη δ’ οὔ’ — ‘ἐγὼ μὲν γάρ’, φησίν, ‘οὐ καλῶ τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγμα’ —, οὐ χρῶμαι δ’ αὐτῷ οὐχ ὅτι οὐκ ἔστιν ἀληθής, μαινοίμην γὰρ ἂν εἰ τοῦτο λέγοιμι, ἀλλ’ ὅτι ἡ ἀναισχυντία τῶν ἐμπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὑτοῖς μέλειν ἐροῦσιν, εἰ τούτου γε ἕνεκα μὴ τέχνην αὐτῶν τὸ ἐπιτήδευμα καλοῖμεν, ἀλλ’ ἄλλο τι.
请不要有人以为我会使用柏拉图的论证,即如果某种营生知道其所从事的素材之本性,它就是技术,否则,“它就只是一种熟练和经验,而不是技术”——“因为我,”他说,“不把不合理的事务称为技术”——但我并不使用它,倒不是因为它不真实,因为如果我这样说,我就是疯了,而是因为经验主义者的厚颜无耻甚至能接受这一点,并且他们会说,如果仅仅因为这个原因我们不把他们的营生称为技术而称为别的什么,他们也根本不在乎。
τίνες οὖν εἰσιν οἱ ἐμοὶ λόγοι;
那么,我的论证是什么呢?
πρῶτον μὲν οὖν καὶ παρ’ αὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήμματα.
首先,前提正是由他们自己承认的。
ἡ γὰρ τῶν πλειστάκις ὡσαύτως ἑωραμένων τήρησις καλεῖται μὲν οἶμαι παρ’ αὐτῶν ἐμπειρία· σύγκειται δ’ ἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ τὸ καθάπαξ αὐτοί φασιν· εἴη ἂν τὸ πλειστάκις ἐκ πολλῶν ἀτέχνων συγκείμενον.
因为,对在大多数情况下同样被观察到的事物的注视,我想在他们那里被称为经验;而它是由许多仅有一次的事例组成的;并且他们自己说,仅有一次的事例是非技术性的;因此,“大多数情况下”应当是由许多非技术性的事物组成的。
καὶ ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ ἄτεχνον, τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ πλειστάκις.
论证可以这样提问:如果仅有一次是非技术性的,而“大多数情况下”是由许多仅有一次的事例组成的,那么“大多数情况下”也是非技术性的。
ἀλλὰ μὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκις 〈ἄρα〉.
但事实确实是,仅有一次是非技术性的;因此“大多数情况下”〈也〉是非技术性的。
ἀλλ’ ἴσως οὐδ’ ὃ λέγομεν εἰδέναι φήσουσι· φεύγειν γὰρ ὁμολογήσουσι τά τ’ ἄλλα μαθήματα καὶ διαλεκτικήν.
然而,他们也许会说,他们甚至不知道我们在说什么;因为他们会承认他们逃避其他学科和辩证法。
εἰ βούλει τοίνυν, τοῦτον μὲν ἡμῖν αὐτοῖς εἰρημένον τὸν λόγον ἐῶμεν, ἐκείνους δ’ ἐρωτήσωμεν ἕτερόν τινα τοιοῦτον· ἆρα γε, ὦ ἐμπειρικοί, τὸ πλειστάκις ὁποσάκις ἐστὶν εἰπεῖν ἔχετε ἡμῖν;
那么,如果你愿意,我们就把这个我们自己说过的论证放下一旁,去问他们另一个这样的问题:“经验主义者们,你们能告诉我们,‘在大多数情况下’究竟是多少次吗?
βουλόμεθα γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως ὑμῖν διὰ τηρήσεως.
因为我们也确实希望像你们一样,通过注视来学习。
ἵν’ οὖν μὴ ἀμετρίᾳ τοῦ δέοντος ἀφαμαρτάνωμεν ἢ πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη νομίζοντες, ἢ περαιτέρω τοῦ προσήκοντος ἐκτείνεσθαι ἀγνωσίᾳ τοῦ μέτρου.
这是为了让我们不至于因缺乏适当的尺度而犯错,既不至于在对其进行充分观察之前就以为已经达到了终点,也不至于因不知尺度而将观察延伸到合宜的范围之外。
δεόμεθα ὑμῶν καὶ ἡμῖν δεῖξαι τὸ μέτρον, ἵνα καὶ αὐτοί τι μάθωμεν ἐκ τηρήσεως.
我们请求你们也向我们展示这一尺度,好让我们自己也能通过注视学到一些东西。
ὦ μωρέ, φησὶ γελάσας, τὸ ἐν αὐτοῖς ἓν οὐκ ἔστιν ἁπάντων μέτρον, ἀλλὰ καθ’ ἕκαστον ἄλλο.
”“愚蠢的人啊,”他笑着说,“在它们之中,并不存在一个适用于所有事物的单一尺度,而是每个事物都有不同的尺度。
σύ δ’ ὅμοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόμον τις ἀξιοῖ διδάξαι αὐτὸν τὸν καλάποδα τίς ποτέ ἐστιν ᾦ πάντας ὑποδεῖ· οὔτε γὰρ ἐκεῖ[νων] τῶν ποδῶν ἓν μέτρον· ἄνισοι γάρ· οὔτ’ ἐνθάδε τῶν πραγμάτων· διάφορα γάρ.
你的提问,就像是有人要求鞋匠教他那个能给所有人套上鞋子的鞋楦究竟是什么一样;因为既不存在那些脚的单一尺度——因为它们是不等的——在这里也不存在事物的单一尺度——因为它们是各异的。
ἐγὼ δ’ ἀσμενίζω καὶ δέχομαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ μᾶλλον ἢ εἰ ἓν ὑπέσχετό μοι πάντων ἐρεῖν.
”我则欣然接受并欢迎这个回答,并且远比他若承诺告诉我一个适用于所有事物的单一尺度更要高兴得多。
τότε μὲν γὰρ κἂν ὑπώπτευον, εἰ παρὰ πολὺ τῶν πραγμάτων διαφερόντων ἓν αὐτοῖς ἐπάξειν ἐπηγγέλλετο μέτρον.
因为在那个时候,如果事物差异如此巨大而他却承诺要对它们强加一个单一的尺度,我甚至会起疑心。
νυνὶ δ’ εἰ καθ’ ἕκαστον ἴδιόν τι δείξειέ μοι, πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα.
而现在,如果他能向我展示每个事物特有的东西,我便满心希望能够完全获得真理。
καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων ἀρξάμενος πυνθάνομαι· ὁποσάκις ἂν εἴη μοι θεασαμένῳ τὸν μηνιγγότρωτον ἀκριβῶς εἰδέναι, πότερον διὰ παντὸς ἢ ὡς τὸ πολὺ ἢ σπανίως ἢ ἀμφιδόξως τεθνήξεται;
于是,我从较简单的事情开始询问:“我要观察脑膜受创的患者多少次,才能准确知道他究竟是必然会死、还是大多数情况下会死、还是罕见会死、抑或是不确定地会死?
ἀλλ’ οὐδεὶς αὐτῶν τὸ μέτρον οὔτε νῦν ἡμῖν ἀπεκρίνατο οὔτε ἐν τοῖς βιβλίοις ἔγραψε.
”然而,他们中没有一个人现在回答了我们这个尺度,也没有写在他们的书里。
μήποτ’ οὖν οὐδ’ ἔχουσί τι καθ’ ἕκαστον ὡρισμένον;
难道说,他们对于每个具体事例其实根本没有任何确定的标准吗?
ὅτι μὲν οὖν καὶ ἤδη αὐτῶν ἔρρει τὰ πράγματα, παντὶ δῆλον.
由此可见,他们的学说如今已经瓦解,这在所有人看来都是显而易见的。
ἀλλ’ ἐφεξῆς ἂν εἴη, καθάπερ ἀρχῆθεν αὐτοῖς 〈οἷς〉 διελέχθημεν προσεπ[τ]αίσαμεν, εὐγνωμόνως ἔτι καὶ νῦν ἡμᾶς ἐπισκέψασθαι κατὰ μόνας, πότερον ἐκείνοις μὲν ἀγνοεῖται τὸ 〈τοῦ〉 πλειστάκις μέτρον, ἔστι δ’ ἐν τῇ φύσει τῶν πραγμάτων, ἢ οὐδ’ ὅλως συστῆναι δυνατὸν ὑπάρχειν τι μέτρον ἐπὶ τοῦ πλειστάκις, ᾗ αὐτὸ ποιήσει πρότερον οὐκ ὂν τεχνικὸν νυνὶ τεχνικὸν εἶναι.
但是,接下来就像我们一开始与和我们对话的人发生冲突那样,我们现在仍应当公平地独自审视一下:究竟是“大多数情况下”的尺度对他们而言是未知的、但却存在于事物的本性之中,还是说,在“大多数情况下”这一问题上,根本不可能存在任何尺度能使先前不属于技术性的东西现在成为技术性的。
ἐγὼ μὲν οὖν ἐπεσκεψάμην αὐτὸ πολλάκις· ἢ οὐκ ἂν αὐτοσχεδίως. . .
我本人已经对此审视了许多次;否则,我不会如此即兴地……

词汇与语法注释

  1. §1#2οὐχ ὅτι οὐκ ἔστιν ἀληθής ... ἀλλ’ ὅτι — 表示“不是因为……,而是因为……”的关联句式。`οὐχ ὅτι` 从句否定了主句动词 `οὐ χρῶμαι`(我不使用)的理由,而 `ἀλλ’ ὅτι` 从句则给出了真实的原因(即经验主义者的厚颜无耻甚至能接受这一荒谬的前提)。
  2. p.1262ἵν’ οὖν μὴ ἀμετρίᾳ — 在表示目的的 `ἵνα` 从句(动词为虚拟式 `ἀφαμαρτάνωμεν`)中,插入了一个分词短语(`νομίζοντες ... ἥκειν`)和一个中被动不定式(`ἐκτείνεσθαι`),并通过 `ἢ... ἢ...` 相互连接。`νομίζοντες` 为主格复数,与主句主语“我们”一致。`ἐκτείνεσθαι` 并不依赖于 `νομίζοντες`,而是作为整个 `ἵνα` 从句的推论,形成了结构上的并列。
  3. p.1263 — 关系代名词 `ὅς` 的阴性单数与格(或关系副词)。此处并未严格与中性先行词 `μέτρον` 一致,而是在语义上指示某种手段或方法(暗示 `ὁδός` 或 `τέχνη` 等词),或者作为关系副词“借此/以何种方式”起作用,引导一个具有因果和限制意义的从句:“借此,它将使先前非技术性的东西现在成为技术性的。”

引用这一段

盖伦, 论医学经验 §1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg107.humanitext-grc1:1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。