§1#1. . . τὸν ζ΄ ἔτι θεάσασθαι περιμενεῖς καὶ τὸν η΄ καὶ ὅλως πάνυ πολλὰ ἐφεξῆς.
……你还要等待着去观察第七个,乃至第八个,以及连续不断的极多事例吗?
τί ποτ’ οὖν ἔτι συκοφαντήσεις καὶ ἀσύστατον ἐρεῖς τὴν ἐμπειρίαν καὶ τὸ πλειστάκις ἀπεριόριστον καὶ ὕποπτον ἀποφανεῖς;
那么,你为何还要中伤并称经验为不合理、无条理的,并将“在大多数情况下”判定为无界限且可疑的呢?
ὃ πῶς συστήσεται λέγων οὐχ εὑρίσκειν οἴει σὲ μᾶλλον ἡμᾶς ἢ σαυτὸν καταβάλλειν;
你说你找不到它是如何成立的,你以为以此你是在击败我们,还是在击败你自己呢?
ἐμοὶ μὲν γὰρ δοκεῖ, σαυτὸν μᾶλλον.
在我看来,你倒更是在击败你自己。
ὄντοιν γὰρ δυοῖν, ἑνὸς μὲν τοῦ διὰ μόνης εὑρίσκεσθαί τι τηρήσεως, ὅπερ ἐγώ τε βούλομαι καὶ ὑμεῖς ἄκοντες μὲν [καὶ] ὁμολογεῖτε, ἀλλ’ ὅμως· δευτέρου δὲ τοῦ πῶς, ὃ ἐγὼ μὲν οὔτε δυνατὸν οὔτε χρήσιμον εἶναί φημι, σὸν δὲ λοιπὸν εἴη ἂν ἔργον τοῦ〈το〉 εὑρεῖν, ἄπορον αὐτὸ ἀποφαίνων τῷ σοφίσματι σαυτὸν καταβαλεῖς, ἡμᾶς δ’ οὐδὲν ἀδικήσεις.
因为这里有两件事:其一,仅凭观察即可发现某事,这正是我所期望的,而你们虽不情愿却也承认了,但尽管如此;其二,则是“如何”,这我认为既无可能也无用处,这本应是留给你的工作去寻找,然而你若用诡辩将其判定为不可能,你便击败了你自己,却对我们毫无损害。
οὐ γὰρ περὶ τοῦ πῶς ἕκαστον γίνεται τεχνικὸν ὁ ἀγὼν ἡμῖν ἐστιν, ἀλλ’ ὅτι γίνεται μόνον, ὅπερ ἐναργῶς ἔχομεν ὁμολογούμενον.
因为我们之间的争论并不在于每一件事如何成为技术性的,而仅仅在于它确实发生了,这是我们显然都一致承认的。
σὺ δὲ ὁ τὰς αἰτίας πολυπραγμονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν.
而你,这个穷究原因的人,才是理应去阐明这“如何”的人。
ἀλλ’ ἔοικας ἔμπαλιν τοῦ δέοντος ἰέναι καὶ ὅμοιόν τι ποιεῖν τοῖς ἐπεὶ μὴ γινώσκουσιν, ὅπερ ὁρῶσιν, μηδ’ ὁρᾶν ὁμολογοῦσιν ἢ ἐπειδὴ τίνα τρόπον γίνεται τὰ γινόμενα καὶ φθείρεται τὰ φθειρόμενα καὶ τὰ κινούμενα [μὴ] κινεῖται μὴ γινώσκουσιν, οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν ἀπολείπουσιν.
但你似乎走向了与应当做的事情相反的方向,表现得就像那些人一样:他们因为不知道自己所看到的是如何被看到的,便连自己正看着这一事实也不予承认;或者因为不知道生成之物以何种方式生成、消灭之物以何种方式消灭、运动之物如何运动,便连生成、消灭和运动也一概不予承认。
ἀλλ’ ὅτι ἡ μεγίστη παντὸς λόγου διαβολὴ ἡ πρὸς τὸ ἐναργές ἐστι μάχη, τίς οὐκ οἶδεν;
然而,谁不知道对一切论证的最大诋毁就是与显而易见的事实作斗争呢?
ὃς γὰρ οὐδ’ ἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος;
因为,如果一个人离开自明性就甚至无法开始,却又对自己从中获得原则的那个自明性蛮横无理,这样的人又怎能令人信服呢?
τοῦτο καὶ Δημόκριτος εἰδὼς ὁπότε τὰ φαινόμενα διέβαλε “νόμῳ χροιή, νόμῳ γλυκύ, νόμῳ πικρόν”, εἰπὼν “ἐτεῆ δ’ ἄτομα καὶ κενόν”. ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· “τάλαινα φρήν, παρ’ ἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλεις;
德谟克利特也懂得这一点,当他底层现象,说出“约定俗成有颜色,约定俗成有甜,约定俗成有苦”,以及“实际上只有原子和虚空”时,他让感官对理智这样说道:“可怜的理智啊,你从我们这里得到了凭证,却要击败我们吗?
πτῶμά τοι τὸ κατάβλημα”.
你的击败便是你自己的跌倒。
δέον οὖν καταγνῶναι τοῦ λόγου τῆς ἀπιστίας, ὃς οὕτως ἐστὶν μοχθηρός, ὥσθ’ ὁ πιθανώτατος αὐτοῦ μάχεται τοῖς φαινομένοις, ἀφ’ ὧν ἤρξατο, τὸ ἐναντίον ἐργάζεσθε· τῶν ὡς γίγνεται μὲν οὐκ ἐχόντων λόγον, ὡς ὁ λόγος. δὲ βούλεται μὴ γιγνομένων κατεγνώκατε·
”所以,本应当谴责论证的不可信——因为它是如此卑劣,以至于其最具有说服力的部分都在与它所由之开始的现象作对——你们却做了相反的事:对于那些虽无“如何生成”之解释、却不按照论证所期望的方式生成的事物(事实),你们却予以谴责。
ἐμοὶ δ’ αὖ τὸ τοιοῦτο ἔλεγχος εἶναι δοκεῖ μέγιστος τοῦ λόγου· “τίς γὰρ ἂν ἔτι νοῦν ἔχων πιστεύσειεν αὐτῷ περὶ τῶν ἀδήλων, ὃς οὕτως ἐστὶ μοχθηρός, ὥστε τοῖς ἐναργέσιν ἐναντία τίθεσθαι”.
但在我看来,这种做法恰恰是对论证的最大反驳:“因为,一个如此卑劣以至于与自明之事相对立的论证,任何有理智的人,又怎会还在非显明的事物上信任它呢?
〈. . . . . . . . . 〉 πολλῶν γὰρ ἔτι δέονται οἱ ἐμπειρικοὶ πρὸς ὃ βούλονται, κἂν τοῦτ’ αὐτοῖς συγχωρήσωμεν.
”〈……〉因为,即使我们对经验主义者让步于此,他们若要达到其目的,仍然还需要很多东西。
εἰ γὰρ μὴ ἴσα δείξαιμι τὰ λειπόμενα τοῖς προειρημένοις ἀτόποις, οὐδὲν οὐδ’ ἐκείνων ὄφελος εἶναί μοι βούλομαι.
因为,如果我不向你证明,剩下的那些缺漏与上述荒谬之处同等严重,那么我宁可那些先前的论证对我毫无益处。
σὺ μὲν οὖν εὖ οἶδ’ ὅτι τεθαύμακας οὐ μὰ Δία ἡμῶν, ἀλλὰ τῆς τῶν ἐμπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ τοσοῖσδε συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσιν, ἀλλ’ ἕτερα τῶν προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλματα.
所以,我很清楚,你惊叹的绝非我们,而是经验主义者的愚蠢,因为他们得到了如此之多、如此重大的让步,却依然一无所得,反而比先前不相上下的其他谬误又接踵而至。
παντελὴς γὰρ ἄγνοια καὶ ὑπερβάλλουσά τις ἀναίδεια καὶ σχεδὸν ὑπὲρ τὰ βοσκήματα ἡ ἀναισθησία, εἰ μήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες μήτ’, εἰ τοῦτ’ αὐτοῖς τις δοίη, πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάμενοι μηδὲ τοσαύτας μυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν ἢ μνημονεῦσαι ἢ ἀπογράψασθαι [δυνατὸν] — ἢ τίς ἂν ἔτι βιβλιοθήκη τὴν τοσαύτην ἱστορίαν χωρήσειε, τίς δ’ ἂν ψυχὴ τὴν τοσούτων καταδέξαιτο μνήμην;
因为,如果他们既没有出发点,又或者即使有人给了他们出发点,他们也无法多次同样地观察到某事,甚至无法观察、记忆或记录下患者中成千上万的差异——或者,还有什么图书馆能容纳如此庞大的记录,有什么灵魂能容许对如此之多事物的记忆呢?
— ὅμως οὐδ’ οὕτως αὶσθάνονται. ὅτι διαπαίζοντες αὐτοὺς ταῦτα συγχωροῦμεν, ἀλλ’ ὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι φιλοτιμοῦνται περὶ τῶν ἑξῆς.
——他们却仍然没有察觉到:我们让步于他们这些,只是在愚弄他们,他们却依然把这些当作稳固存在的基础,为接下来的论点争强好胜。
ἐγὼ τοίνυν οὐ δι’ ἐκείνους — περιττὸν γὰρ λίθοις διαλέγεσθαι — ἀλλ’ ἕνεκα τοῦ τελειῶσαι τὸν λόγον ἐναργῶς ἐπιδείξω ὅτι, κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ, οὐδὲν ἐκ τούτου θεώρημα τεχνικὸν συστήσονται.
因此,我并非为了他们——因为对石头说话是多余的 ——而是为了完成这一论证,将明白地表明:即使让步于“多次同样地观察到某事”,也绝不能以此建立起任何技术性的定理。