Humanitext Reader

盖伦 · 论习惯 §4

身心锻炼的效果与适当的调和

第 7 段,共 8 段 · 希腊语

内容简介

讨论了身体和灵魂两方面锻炼的效果,并通过引用柏拉图的《蒂迈欧篇》和希波克拉底的论述,阐明了保持适当界限与平衡的重要性。

§4Τοιοῦτος μὲν δή τις ἐστὶ καὶ ὁ περὶ τούτων λόγος, ὁ δὲ περὶ τῶν γυμνασίων τοιόσδε.
就是这样,关于这些事情的讨论,而关于锻炼的讨论则是这样的。
τὰ γυμναζόμενα μόρια τοῦ σώματος ἰσχυρότερά θ’ ἅμα καὶ τυλωδέστερα γίνεται καὶ κατὰ τοῦτο δύναται φέρειν τὰς οἰκείας κινήσεις μᾶλλον ἑτέρων, ὅσα δι’ ἀγυμνασίαν μαλακώτερ’ ἐστὶ καὶ ἀσθενέστερα.
身体中得到锻炼的部分变得更加强壮,同时也更加坚硬(生茧),因此,比其他因疏于锻炼而更加柔软和虚弱的部分,更能承受它们固有的运动。
κοινὸς δ’ ὁ λόγος οὗτος ὑπάρχει καὶ περὶ τῶν τῆς ψυχῆς γυμνασίων· γυμναζόμεθα γὰρ πρῶτα μὲν ἐπὶ τοῖς γραμματικοῖς ἔτι παῖδες ὄντες, εἶθ’ ἑξῆς παρά τε τοῖς ῥητορικοῖς διδασκάλοις ἀριθμητικοῖς τε καὶ λογιστικοῖς καὶ γεωμετρικοῖς.
这一原理也同样适用于灵魂的锻炼;因为当还是孩子时,我们首先在语法老师那里接受锻炼,接着是在修辞学教师,以及算术、计算和几何学教师那里。
οὐσῶν γὰρ δυνάμεων κατὰ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς ἁπάσας τέχνας ἀναγκαῖον ἑτέραν μὲν εἶναι, καθ’ ἣν ἀκόλουθόν τε καὶ μαχόμενον γνωρίζομεν, ἑτέραν δέ, καθ’ ἣν μεμνήμεθα·
因为既然在灵魂的主导部分中存在着对应于一切技术的能力,那么必然有这样一种能力,我们借此认识相合与相悖,还有另一种能力,我们借此记忆;根据前者我们变得更加聪明,根据后者我们变得更有记忆力。
συνετώτεροι μὲν κατὰ τὴν πρότερον εἰρημένην, μένην, μνημονευτικώτεροι δὲ κατὰ τὴν δευτέραν γινόμεθα φύσιν ἐχουσῶν ἁπασῶν τῶν δυνάμεων ὑπὸ μὲν τῶν γυμνασίων αὐξάνεσθαί τε καὶ ῥώννυσθαι, βλάπτεσθαι δ’ ὑπὸ τῆς ἀργίας, ὥς που καὶ Πλάτων ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν ἐδήλωσεν αὐτοῖς ὀνόμασιν εἰπὼν ὧδε·
因为所有的能力都具有这样的本性:通过锻炼而增长并增强,通过闲散而受损。
,,καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τυγχάνει δ’ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ τὰ αὐτὰ καὶ νῦν ὡς διὰ βραχυτάτων ῥητέον, ὅτι τὸ μὲν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δ’ ἐν γυμνασίοις ἐρρωμενέστατον· διὸ φυλακτέον, ὅπως ἂν ἔχωσι τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους“.
正如柏拉图在《蒂迈欧篇》的以下段落中也用同样的话所表明的那样:“正如我们多次说过的,我们体内安置了三种灵魂,并且每一种都恰好有其运动,所以现在也必须同样尽可能简短地说明:它们之中,处于闲散状态并使其自身的运动保持静止的部分必然变得最虚弱,而处于锻炼中的部分则最强壮;因此必须注意,使它们的运动彼此保持适度平衡。
ταῦτα προειπὼν ἐφεξῆς φησι,,τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου τοῦ παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλ’ οὐράνιον, ὀρθότατα λέγοντες· ἐκεῖθεν γὰρ ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ, τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννύον ὀρθοῖ πᾶν τὸ σῶμα.
”在预先说明了这些之后,他接着说:“至于我们体内最主导的灵魂形式,必须这样思考:也就是说,神把这作为守护神赐予了每个人,正如我们所说,它居住在我们身体的顶端,由于我们不是地上的植物而是天上的植物,它把我们从大地拉向天上的亲族,这种说法极其正确;因为在灵魂最初诞生发源的地方,神圣之物悬挂着我们的头和根,使整个身体保持挺直。
τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονεικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ γεγονέναι καὶ παντάπασι καθ’ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν ἅτε τοσοῦτον ηὐξηκότι· τῷ δὲ περὶ φιλομαθίας καὶ περὶ τὰς τῆς ἀληθείας φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτηται, πᾶσα ἀνάγκη που, καθ’ ὅσον δ’ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολιπεῖν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα ξύνοικον ἐν αὑτῷ διαφερόντως εὐδαίμονα εἶναι.
因此,对于那些沉溺于欲望或好胜心、并在这些事情上极度操劳的人,他们所有的观念必然都变成会死的,并且在凡人最可能的范围内,完全变成会死的,没有哪怕一点点欠缺,因为他使那个部分增长了那么多;但对于那些热心于求知和真理思考、并在自己所有的部分中对这些锻炼最多的人,如果他触及了真理,他就必然会思考不朽和神圣的事物,并且,只要人类本性能够分享不朽,他就不会遗漏不朽的任何部分,由于他总是侍奉神圣者,并使与他同住的守护神井然有序,他必然格外幸福(eudaimon)。
θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι“.
而对一切事物的侍奉只有一种,那就是给予各部分以其固有的营养和运动。
ἐν τούτοις τοῖς λόγοις ὁ Πλάτων περὶ τῶν τριῶν τῆς ψυχῆς εἰδῶν ἐδίδαξεν ἡμᾶς οὐ μόνον εἰς φιλοσοφίαν τι χρήσιμον ἀλλὰ καὶ τὴν τοῦ σώματος ὑγίειαν ἀκολουθήσας Ἱπποκράτει κατὰ τοῦτο καθόλου μὲν εἰπόντι,,χρῆσις κρατύνει, ἀργίη τήκει“, κατ’ εἶδος δ’ ἐπὶ γυμνασίων αὖθις ἐν τῷ φάναι,,πόνοι σιτίων ἡγείσθωσαν“, ἐπὶ δὲ τῶν κατὰ μέρος εἰδῶν ἁπάντων,,πόνοι, σιτία, ποτά, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια“.
” 在这些话中,柏拉图不仅教导了我们关于灵魂三种形式的、对哲学有用的知识,而且也教导了我们关于身体健康的知识,在这点上他追随了希波克拉底。 希波克拉底在总体上说“使用使其强健,闲置使其消瘦”,在具体类别上关于锻炼又说“劳作应在食物之前”,而关于所有的细节类别则说“劳作、食物、饮料、睡眠、性爱,一切都要适度”。
διὸ κἀνταῦθα προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς τοῖς λεγομένοις· ἔχει γάρ τινα παρακοὴν ὁμοίως τοῖς ἄλλοις ἅπασι λόγοις, ἐάν τις ἀμελῶς ἀκούῃ, καθάπερ ἔνιοι.
因此,在这里我们也必须精确地注意所说的话;因为如果有人像某些人那样不留神地听,那么就像所有其他论证一样,这也会产生某种误解。
γυμνάζεσθαι γὰρ ἑκάστην τῶν δυνάμεων ἀξιοῦμεν, οὐ δήπου χωρὶς ὅρων καὶ μέτρων προσηκόντων ἐπὶ πλεῖστον ἐκτεταμένων τῶν γυμνασίων, ὡς καταλῦσαι τὴν δύναμιν· οὕτω δὲ καὶ σιτίοις καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις ἐν τῷ προσήκοντι μέτρῳ χρῆσθαι μήτ’ ἐλλείποντι μήτε πλεονάζοντι.
因为我们主张每种能力都应该得到锻炼,但绝非没有适当的界限和分寸、把锻炼延长到最大程度以至于摧毁该能力;同样地,我们也必须在适当的分寸内使用食物、饮料、睡眠和性爱,既不缺少也不过量。
αἱ μὲν γὰρ ὑπερβολαὶ καταλύουσί γε τὰς δυνάμεις, τὸ δ’ ἐλλιπὲς ἐν ἑκάστῳ κωλύει τοσοῦτον τῆς τελείας ὠφελείας, ὅσον αὐτὸ τῆς συμμετρίας ἀπολείπεται.
因为过度确实会摧毁能力,而在每一项中的不足,则会在它偏离适度比例的范围内阻碍获得完美的益处。
παρήγγελτο τοῦτο καὶ ὑφ’ Ἱπποκράτους ἐφ’ ἑνὸς ὡς παραδείγματος, ἔνθα φησίν,,ἐν πάσῃ κινήσει τοῦ σώματος ὅταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον“.
希波克拉底也曾在某个案例中作为例子嘱咐过这一点,他说:“在身体的任何运动中,当它开始感到劳累时,立即休息可以免于疲劳。
καί πως ὁ λόγος ἤδη κατὰ τὴν οἰκειότητα τῶν πραγμάτων ἐδίδαξέ τι καὶ περὶ τῶν τῆς ψυχῆς ἐθῶν ἐν μνήμαις καὶ διαλογισμοῖς καὶ ζητήσεσι λογικαῖς, ὧν καὶ αὐτὸς ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐν τῷ περὶ τῶν ἐθῶν λόγῳ μὴ προσθεὶς τὴν αἰτίαν καίτοι μὴ μόνον τοῦ Ἱπποκράτους ἀλλὰ καὶ τοῦ Πλάτωνος εἰρηκότων αὐτήν.
”不知怎地,由于事物的亲近性,这个论证到现在也已经教授了关于在记忆、思考和理性探究中灵魂习惯的某些知识,埃拉西斯特拉托斯本人在关于习惯的讨论中也提到了这些,但他没有加上原因,尽管不仅希波克拉底,柏拉图也已经说明了它。
τὸ γὰρ ἐν τοῖς οἰκείοις τε καὶ συμμέτροις γυμνασίοις ἑκάστην τῶν δυνάμεων ἐνεργεῖν εὐρωστίαν αὐταῖς ἀποτελεῖ.
因为每种能力在适当且适度的锻炼中进行活动,会给它们带来活力。

词汇与语法注释

  1. 125φύσιν ἐχουσῶν ἁπασῶν τῶν δυνάμεων — 这是一个独立属格(genitive absolute)结构,以 `ἁπασῶν τῶν δυνάμεων` 为逻辑主语。分词 `ἐχουσῶν` 的宾语是 `φύσιν`,其后的不定式短语 `ὑπὸ μὲν τῶν γυμνασίων αὐξάνεσθαί τε καὶ ῥώννυσθαι...` 说明了 `φύσιν` 的内容(具有……的本性)。
  2. 126τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονεικίας τετευτακότι — 引用自柏拉图《蒂迈欧篇》90b。与格分词短语 `τῷ... τετευτακότι` 悬挂于后文的无人称表达 `ἀνάγκη [ἐστί]`(“对……而言是必然的”),表示受动者或相关的人(“对于那些沉溺于……的人而言”)。
  3. 128ἐκτεταμένων τῶν γυμνασίων — 这是一个以 `τῶν γυμνασίων` 为逻辑主语的独立属格结构。它与前面的短语 `χωρὶς ὅρων καὶ μέτρων` 相结合,起副词作用,表示一种条件(“绝非在没有适当界限和分寸、且锻炼被延长到最大程度的情况下”)。

引用这一段

盖伦, 论习惯 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg103.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。