§5Αὗται μὲν οὖν εἰσιν αἱ διαφοραὶ τῶν ἐθῶν κατά τε τὴν τῶν ὑλῶν, ἐν αἷς συνίστανται, καὶ τὴν τῶν αἰτίων, ὑφ’ ὧν γίνονται, δύναμιν.
这些就是根据习惯赖以建立的质料的力量,以及产生习惯的原因的力量而划分的习惯的差异。
Ἐρασιστράτου δὲ καὶ τῶν κενώσεων ἐπιζητητικὸν γίνεσθαι τὸ σῶμα φάντος, ἐπειδὰν ἐθισθῶσί τινες αὐταῖς, καὶ περὶ τούτων ἐπισκεπτέον.
而由于埃拉西斯特拉托斯声称,当人们习惯于排泄时,身体也会变得渴求它们,因此关于这些事情也必须予以考察。
ἴσμεν γάρ τινας ἐκ τῶν ῥινῶν αἱμορραγοῦντας ἤτοι κατὰ περιόδους τινὰς ἰσοχρονίους ἢ ἀτάκτως ἢ δι’ αἱμορροΐδων ἢ δι’ ἐμέτων ἢ διαρροίαις ἢ χολέραις κενουμένους, ἐνίοτε δ’ ἑκουσίως ἀποχέοντας αἵματος ἢ διὰ φλεβοτομίας ἢ δι’ ἀμυχῶν τῶν ἐν σφυροῖς [ἢ διὰ ῥινός], ὥσπερ γε καὶ διὰ τῶν καθαιρόντων φαρμάκων, ἐμετηρίων τε καὶ κατωτερικῶν· ὑπὲρ ὧν καὶ αὐτῶν ἐσκέφθαι τι χρήσιμον.
因为我们知道,有些人或是按照等时的周期,或是无规则地从鼻腔流血,或是通过痔疮、呕吐、泄泻或霍乱来排泄,有时则是自愿地通过静脉放血,或通过足踝处的切口[或通过鼻腔]流出血液,正如通过导泻药物(包括催吐药和下泻药)一样;关于这些事情本身,也有必要考察其有用之处。
ἐμοὶ γὰρ οὐ δοκεῖ τὰ σώματα δι’ ἔθος δεῖσθαι τῶν τοιούτων κενώσεων, ἀλλὰ δι’ ἣν αἰτίαν τῆς πρώτης ἐδεήθη κενώσεως ἤτοι τῆς φύσεως ἐργασαμένης αὐτὴν ἤ τινος ἀνθρώπου κατὰ συλλογισμὸν ἰατρικόν, οὕτω καὶ αὖθις καὶ πολλάκις χρῄζειν τῶν αὐτῶν ἐπὶ τοῖς αὐτοῖς.
因为在我看来,身体并非因习惯而需要此类排泄,而是出于它们需要第一次排泄的相同原因——无论那是自然产生的,还是某人根据医学推论进行的——同样,它们也一再且多次在相同的情况下需要同样的事情。
ἔνιοι μὲν γὰρ ἐπὶ μοχθηραῖς διαίταις, ἔνιοι δὲ διὰ κατασκευὴν μοχθηρὰν τοῦ σώματος ἀθροίζοντες αἵματος πλῆθος ἢ κακοχυμίαν ὑπὸ τῶν εἰρημένων κενώσεων ὠφελοῦνται τῆς φύσεως ἤ τινος ἰατροῦ τὸ περιττὸν ἀποχέοντος, πρὶν νοσῆσαι τὸν ἄνθρωπον.
事实上,有些人因不良的饮食起居,有些人则因身体的不良素质,积聚了多血或恶液,在人得病之前,通过自然或某位医生将过剩之物排泄出去,从而由上述排泄中获益。
ἐνίοις δὲ νοσήσασιν ἡ μὲν κρίσις ἐπὶ τοιαύταις ἐκκρίσεσι τοῦ νοσήματος ἴασις ἐγένετο· τινὲς δ’ ὑπὸ τῶν ἰατρῶν ἐθεραπεύθησαν ὁμοίοις βοηθήμασι χρησαμένων, εἶθ’ ὕστερον ἁλόντες ὁμοίῳ νοσήματι θεραπευθέντες τε δι’ αὐτῶν, ἐάν ποτε πάλιν αὐτοῖς ἤτοι που τὸ τοῦ σώματος βάρος ἢ τῆς κεφαλῆς μόνης ἀνωμαλία τις ἢ καί τι τῶν παρὰ φύσιν ἕτερον ἐπιφαίνηται, κοινοῦνται τοῖς ἰατροῖς περὶ αὐτῶν δεδιέναι φάσκοντες ἁλῶναι τοῖς αὐτοῖς νοσήμασιν, οἷς ἔμπροσθεν ἑάλωσαν ἐπὶ προηγησαμένοις ὁμοίοις συμπτώμασι, κἄπειτα φθάσαντες ἢ διὰ καθάρσεώς τινος ἢ δι’ αἵματος ἀφαιρέσεως ἐκφυγεῖν τὴν προσδοκηθεῖσαν νόσον ἑτοιμότερον ἐπὶ τὴν αὐτὴν ἀφικνοῦνται βοήθειαν, ὅταν αἴσθωνταί τινος ὁμοίου συμπτώματος ὕστερόν ποτε συμπεσόντος αὐτοῖς.
而对某些已经生病的人来说,伴随着此类排出的转折(crisis)成为了疾病的治愈;另一些人则由使用类似治疗手段的医生治愈,随后又患上类似的疾病,并通过这些手段治愈,如果再次有身体的沉重,或仅是头部的某种失调,亦或是其他某种反常的表现出现,他们便向医生咨询,声称自己害怕患上与先前在出现类似前驱症状之后所患过的相同疾病;于是,他们提前通过某种导泻或放血来规避预期的疾病,并且此后每当察觉到自己出现某种类似症状时,就更容易诉诸同样的治疗手段。
ἔνιοι δὲ καὶ πρὶν αἰσθέσθαι τὴν προθεσμίαν ὑφορώμενοι τοῦ χρόνου, καθ’ ὃν ἐν ὡρισμένῃ περιόδῳ τῶν τοιούτων ἔπαθόν τι, κενοῦσθαι φθάνουσιν ὀνομάζουσί τε τὴν προφυλακτικὴν κένωσιν ἐν ἔθει γεγονέναι σφίσιν οὐδεμίαν ὑπαλλαγὴν τοῦ σώματος ἐκ τῶν τοιούτων κενώσεων λαμβάνοντος, ὁποίαν ἐδείχθη λαμβάνον ἐπὶ τοῖς προειρημένοις, ἀλλ’ ὑπὸ τῆς αὐτῆς αἰτίας ταὐτὰ πάσχοντος.
甚至有些人在察觉到症状之前,就因为警惕特定的时间期限(他们曾在此固定周期患过此类疾病)而提前进行排泄;他们称这种预防性排泄已经成为他们的习惯,尽管身体并未从这种排泄中获得任何改变(就像前面所表明的那些情况中所获得的那样),而是由同样的原因遭受同样的事情。
ἐὰν οὖν ὑπαλλάξωσι τὴν δίαιταν ἐλάττοσι μὲν ἐδέσμασι χρώμενοι, προστιθέντες δέ τι τοῖς γυμνασίοις, ἄνοσοι διατελοῦσιν ἐκ τῆς τῶν ἐθῶν ὑπαλλαγῆς ὠφεληθέντες, οὐχ ὥσπερ οἱ πρόσθεν εἰρημένοι βλαβέντες· οὐ γὰρ ἔθους λόγῳ διὰ τῶν κενώσεων ὠφελεῖσθαι συνέβαινεν αὐτοῖς ἀλλ’ ἐπὶ μοχθηρᾷ διαίτῃ κακοχυμίαν τε καὶ πλῆθος ἀθροίζουσιν.
因此,如果他们改变饮食起居,使用较少的食物,并增加一些体育锻炼,他们就会保持无病状态,因习惯的改变而获益,而不会像前面提到的那些人那样受损;因为他们通过排泄获益并非因为习惯的缘故,而是因为他们在不良饮食起居下积聚了恶液和多血。