Humanitext Reader

ガレノス · 習慣について §4

身体と魂における鍛錬の効果と調和

7 / 8 箇所 · ギリシア語

要旨

身体と魂の双方における鍛錬の効果を論じ、適切な限界と調和を守ることの重要性を、プラトンの『ティマイオス』やヒポクラテスの記述を引用して解説する。

§4Τοιοῦτος μὲν δή τις ἐστὶ καὶ ὁ περὶ τούτων λόγος, ὁ δὲ περὶ τῶν γυμνασίων τοιόσδε.
このようなものが、これらのことに関する議論であり、鍛錬に関する議論は次のようなものである。
τὰ γυμναζόμενα μόρια τοῦ σώματος ἰσχυρότερά θ’ ἅμα καὶ τυλωδέστερα γίνεται καὶ κατὰ τοῦτο δύναται φέρειν τὰς οἰκείας κινήσεις μᾶλλον ἑτέρων, ὅσα δι’ ἀγυμνασίαν μαλακώτερ’ ἐστὶ καὶ ἀσθενέστερα.
身体の鍛えられる部分は、より強く、同時に硬くなり、このことによって、鍛えられていないために、より柔らかく、より弱い他の部分よりも、それら固有の運動をよりよく持ちこたえることができる。
κοινὸς δ’ ὁ λόγος οὗτος ὑπάρχει καὶ περὶ τῶν τῆς ψυχῆς γυμνασίων·
そして、この議論は魂の鍛錬に関しても共通して成り立つ。
γυμναζόμεθα γὰρ πρῶτα μὲν ἐπὶ τοῖς γραμματικοῖς ἔτι παῖδες ὄντες, εἶθ’ ἑξῆς παρά τε τοῖς ῥητορικοῖς διδασκάλοις ἀριθμητικοῖς τε καὶ λογιστικοῖς καὶ γεωμετρικοῖς.
なぜなら、我々はまず、まだ子供であるときに文法家のもとで鍛えられ、次いで続けて、修辞学の教師たち、また算術、計算、幾何学の教師たちのもとで鍛えられるからである。
οὐσῶν γὰρ δυνάμεων κατὰ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς ἁπάσας τέχνας ἀναγκαῖον ἑτέραν μὲν εἶναι, καθ’ ἣν ἀκόλουθόν τε καὶ μαχόμενον γνωρίζομεν, ἑτέραν δέ, καθ’ ἣν μεμνήμεθα·
魂の支配的部分には、あらゆる技術に対応する諸能力が存在するが、そのうちの一方は、それによって我々が論理的帰結と矛盾を認識するものであり、他方は、それによって我々が記憶するものである。
συνετώτεροι μὲν κατὰ τὴν πρότερον εἰρημένην, μένην, μνημονευτικώτεροι δὲ κατὰ τὴν δευτέραν γινόμεθα φύσιν ἐχουσῶν ἁπασῶν τῶν δυνάμεων ὑπὸ μὲν τῶν γυμνασίων αὐξάνεσθαί τε καὶ ῥώννυσθαι, βλάπτεσθαι δ’ ὑπὸ τῆς ἀργίας, ὥς που καὶ Πλάτων ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν ἐδήλωσεν αὐτοῖς ὀνόμασιν εἰπὼν ὧδε·
我々は前者の能力によってより聡明になり、後者の能力によってより記憶力が良くなるが、これはすべての能力が、鍛錬によって増大し強化され、不活発によって損なわれるという性質を有しているからである。 これはちょうど、プラトンも『ティマイオス』の中の以下の箇所で、言葉そのもので次のように語って明らかにした通りである。
,,καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τυγχάνει δ’ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ τὰ αὐτὰ καὶ νῦν ὡς διὰ βραχυτάτων ῥητέον, ὅτι τὸ μὲν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δ’ ἐν γυμνασίοις ἐρρωμενέστατον·
「我々の中に三つの魂の種が住み着いており、それぞれが運動を有していると我々が何度も言ってきたように、同じように今日も極めて簡潔に述べねばならない。 すなわち、それらのうち、不活発の内に過ごし、それ自体の運動を休止させているものは極めて弱くならざるを得ず、一方で、鍛錬の内に過ごすものは極めて強くなる。
διὸ φυλακτέον, ὅπως ἂν ἔχωσι τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους“.
それゆえ、それらが互いに対して調和のとれた運動を持つように注意せねばならない。
ταῦτα προειπὼν ἐφεξῆς φησι,,τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου τοῦ παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλ’ οὐράνιον, ὀρθότατα λέγοντες·
」これらをあらかじめ述べた上で、彼は続けてこう言っている。 「我々の中にある最も主権的な魂の種について、次のように考えねばならない。 すなわち、神はそれを各人に守護霊として与えられた。 これはまさに、我々の身体の最上部に住み、我々を地上から天の血縁へと引き上げるものである。 我々は地上のものではなく天の植物なのであるが、そう言うのは極めて正しい。
ἐκεῖθεν γὰρ ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ, τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννύον ὀρθοῖ πᾶν τὸ σῶμα.
なぜなら、魂の最初の誕生が生じたその場所から、神的なものは我々の頭と根を吊り下げ、身体全体をまっすぐに立たせているからである。
τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονεικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ γεγονέναι καὶ παντάπασι καθ’ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν ἅτε τοσοῦτον ηὐξηκότι·
したがって、欲望や競合心に没頭し、これらに激しく心血を注いでいる人にとっては、すべての思いが死すべきものとならざるを得ず、死すべき人間にとって可能な限り完全に死すべき存在となる。 その部分をこれほど大きく増大させたのだから、そのような存在になることから少しも漏れることはない。
τῷ δὲ περὶ φιλομαθίας καὶ περὶ τὰς τῆς ἀληθείας φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτηται, πᾶσα ἀνάγκη που, καθ’ ὅσον δ’ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολιπεῖν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα ξύνοικον ἐν αὑτῷ διαφερόντως εὐδαίμονα εἶναι.
一方、学ぶことを愛し、真理を志向することに熱心であり、自身の諸部分の中でとりわけこれらを鍛え上げてきた人にとっては、もし彼が真理に触れるならば、不滅の神的な事柄を考えることが何としても必然であり、また、人間の本性が不死を分かつことが許される限りにおいて、これのいかなる部分も欠くことはなく、常に神的なものを崇拝し、自身と同居する守護霊を善く整えられた状態に保っているがゆえに、際立って幸福であるに違いない。
θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι“.
そして、すべてのものにとってすべてのものの世話は一つであり、それは各々に固有の食物と運動を与えることである。
ἐν τούτοις τοῖς λόγοις ὁ Πλάτων περὶ τῶν τριῶν τῆς ψυχῆς εἰδῶν ἐδίδαξεν ἡμᾶς οὐ μόνον εἰς φιλοσοφίαν τι χρήσιμον ἀλλὰ καὶ τὴν τοῦ σώματος ὑγίειαν ἀκολουθήσας Ἱπποκράτει κατὰ τοῦτο καθόλου μὲν εἰπόντι,,χρῆσις κρατύνει, ἀργίη τήκει“, κατ’ εἶδος δ’ ἐπὶ γυμνασίων αὖθις ἐν τῷ φάναι,,πόνοι σιτίων ἡγείσθωσαν“, ἐπὶ δὲ τῶν κατὰ μέρος εἰδῶν ἁπάντων,,πόνοι, σιτία, ποτά, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια“.
」これらの言葉において、プラトンは魂の三つの種について、哲学に役立つことだけでなく、身体の健康についても我々に教えたのである。 この点において、彼はヒポクラテスに従っており、ヒポクラテスは総論としては「使用は強め、不使用は衰えさせる」と言い、各論としては鍛錬について再び「労苦が食物に先行すべし」と語り、個別のあらゆる種については「労苦、食物、飲み物、睡眠、性愛、すべてを適度に」と語ったのである。
διὸ κἀνταῦθα προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς τοῖς λεγομένοις·
それゆえ、ここにおいても言われていることに正確に注意を払わねばならない。
ἔχει γάρ τινα παρακοὴν ὁμοίως τοῖς ἄλλοις ἅπασι λόγοις, ἐάν τις ἀμελῶς ἀκούῃ, καθάπερ ἔνιοι.
なぜなら、もし誰かが、一部の人々がそうであるように不注意に聞くならば、他のあらゆる議論と同様に、ある種の誤解が生じるからである。
γυμνάζεσθαι γὰρ ἑκάστην τῶν δυνάμεων ἀξιοῦμεν, οὐ δήπου χωρὶς ὅρων καὶ μέτρων προσηκόντων ἐπὶ πλεῖστον ἐκτεταμένων τῶν γυμνασίων, ὡς καταλῦσαι τὴν δύναμιν·
なぜなら、我々は各能力が鍛えられるべきだと主張するが、もちろん、能力を損なってしまうほどに鍛錬を最大限に引き延ばして、適切な限界や度合いなしに行うのではないからである。
οὕτω δὲ καὶ σιτίοις καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις ἐν τῷ προσήκοντι μέτρῳ χρῆσθαι μήτ’ ἐλλείποντι μήτε πλεονάζοντι.
またそのように、食物や飲み物、睡眠や性愛をも、不足することも過剰になることもない、適切な度合いにおいて用いるべきである。
αἱ μὲν γὰρ ὑπερβολαὶ καταλύουσί γε τὰς δυνάμεις, τὸ δ’ ἐλλιπὲς ἐν ἑκάστῳ κωλύει τοσοῦτον τῆς τελείας ὠφελείας, ὅσον αὐτὸ τῆς συμμετρίας ἀπολείπεται.
過剰は諸能力を損ない、各々における不足は、それが適切な度合いから欠けている分だけ、完全な恩恵を妨げるからである。
παρήγγελτο τοῦτο καὶ ὑφ’ Ἱπποκράτους ἐφ’ ἑνὸς ὡς παραδείγματος, ἔνθα φησίν,,ἐν πάσῃ κινήσει τοῦ σώματος ὅταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον“.
このことは、ヒポクラテスによっても一つの例として勧められていた。 彼は「身体のあらゆる運動において、労苦を感じ始めたときには、直ちに休息をとることが疲労を防ぐ」と言っている。
καί πως ὁ λόγος ἤδη κατὰ τὴν οἰκειότητα τῶν πραγμάτων ἐδίδαξέ τι καὶ περὶ τῶν τῆς ψυχῆς ἐθῶν ἐν μνήμαις καὶ διαλογισμοῖς καὶ ζητήσεσι λογικαῖς, ὧν καὶ αὐτὸς ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐν τῷ περὶ τῶν ἐθῶν λόγῳ μὴ προσθεὶς τὴν αἰτίαν καίτοι μὴ μόνον τοῦ Ἱπποκράτους ἀλλὰ καὶ τοῦ Πλάτωνος εἰρηκότων αὐτήν.
そしてどういうわけか、この議論は、事物の親近性に従って、すでに記憶や思考、理性的探究における魂の習慣についても何かを教えている。 これらについては、エラシストラトス自身も『習慣について』の議論の中で言及しているが、ヒポクラテスのみならずプラトンもその原因を述べているにもかかわらず、彼は原因を付け加えていない。
τὸ γὰρ ἐν τοῖς οἰκείοις τε καὶ συμμέτροις γυμνασίοις ἑκάστην τῶν δυνάμεων ἐνεργεῖν εὐρωστίαν αὐταῖς ἀποτελεῖ.
なぜなら、適切な、かつ適度な鍛錬の中で、諸能力のそれぞれが活動することが、それらに活力をもたらすからである。

語釈・文法注

  1. 125φύσιν ἐχουσῶν ἁπασῶν τῶν δυνάμεων — `ἁπασῶν τῶν δυνάμεων` を意味上の主語とする属格絶対(genitive absolute)の構文である。分詞 `ἐχουσῶν` の目的語は `φύσιν` であり、それに続く対格不定詞句 `ὑπὸ μὲν τῶν γυμνασίων αὐξάνεσθαί τε καὶ ῥώννυσθαι...` が `φύσιν` の内容(〜という性質)を説明している。
  2. 126τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονεικίας τετευτακότι — プラトンの『ティマイオス』90bからの引用部。与格の分詞句 `τῷ... τετευτακότι` は、後続する非人称的な表現 `ἀνάγκη [ἐστί]`(〜にとって不可避である)に係り、文全体において「〜に没頭している者にとっては」という行為者または影響を受ける対象を示している。
  3. 128ἐκτεταμένων τῶν γυμνασίων — `τῶν γυμνασίων` を意味上の主語とする属格絶対であり、前の `χωρὶς ὅρων καὶ μέτρων` と組み合わさって、「鍛錬が極限まで引き延ばされることによって、適切な限界や度合いが失われることのないように」という副詞的な条件を示している。

この箇所を引用する

ガレノス, 習慣について §4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg103.humanitext-grc1:4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。