§1#3Παρὰ μὲν Ἱπποκράτους ἀρκεῖ τὰ δεῦρο τοῦδε γεγραμμένα παραδείγματα περὶ τῆς τῶν ἐθῶν δυνάμεως, Ἐρασίστρατος δ’ ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὧδέ πως ἔγραψεν·
ヒッポクラテスからは、習慣の力についてここまで書かれた例で十分であろう。 一方、エラシストラトスは『麻痺について』第二巻において次のように書いている。
,,δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν·
「適切に治療を行おうとする者は、習慣と不習慣について、極めて入念な検討を行わねばならない。
λέγω δὴ τὸ τοιοῦτο·
すなわち、私はこのようなことを言っているのである。
πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται·
人々は、習慣となっている多くの労作をこなすときには疲労せずにいられるが、習慣のない労作については、たとえわずかであっても、それを行うと疲労してしまう。
βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα·
また、ある人々は、習慣になっている食物であれば、たとえそれが消化しにくいものであっても、習慣になっていない消化しやすい食物よりも容易に消化する。
ἐκκρίσεις δὲ τὰς συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσιν, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροΐδων φορὰς καὶ καθάρσεις, ἃς ἔνιοι αὑτοῖς συνήθεις ποιοῦνται, καὶ δὴ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόντων καὶ ἰχωρροούντων, καὶ ὡς ἐνίοις κατὰ τινας καιροὺς χολέραι γίνονται.
また、習慣的な排出は、たとえそれが有害なものであっても、一度習慣になってしまえば身体はそれを求め、それらを奪われると病気に陥る。 例えば、ある人々において習慣となっている痔の出血や[下剤による]瀉下、あるいは長い時間をかけて生じ、膿を排出する潰瘍、そして、ある人々において特定の時期に生じるコレラ(激しい下痢)のような場合がこれに当たる。
ἁπάσας γὰρ τὰς τοιαύτας ἐκκρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους καιροὺς εἰς πάθη οὐ σμικρὰ ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα.
なぜなら、有害なものであるにもかかわらず、身体はこのような排出をすべて求めるのであり、それらが習慣的な時期に生じないと、そのようなことが習慣になっている人々は少なくない疾病に陥るからである。
φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα κατὰ τὰς συνηθείας ὧν ἐπιστάμεθα ἐπῶν ἰάμβων·
また、私たちが暗記している叙事詩(エポス)や風刺詩(イアンボス)の習慣に関しても、これに似たようなことが生じることが観察される。
εἴ τις κελεύσειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς ἀσυνήθεις ὄντας τοῦ τοιούτου, οὐκ ἂν εὐπόρως δυναίμεθα·
もし誰かが私たちに、詩の途中から、そのような[途中からの暗唱という]習慣のない二、三行を言うように命じたとしても、私たちは容易にはできないだろう。
κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τούτους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν, συνεθιζόμενοι δὲ καὶ τὸ πρότερον εἰρημένον εὐπόρως ποιοῦμεν.
しかし、順を追った並びに従って、まさにこれらの詩行へとたどり着くならば、即座に容易に言うだろうし、また、慣れることによって、先ほど述べた[途中からの暗唱]も容易に行うようになる。
συμβαίνει δὲ καὶ τοιοῦτόν τι·
さらに、このようなことも生じる。
οἱ μὲν ἀσυνήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθάνουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι.
学ぶことに慣れていない人々は遅く、少ししか学べないが、より慣れてくると、はるかに多く、また容易にこれを行うようになる。
γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον·
そして、探求についても同様のことが生じる。
οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι ἐν ταῖς πρώταις κινήσεσι τῆς διανοίας τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κοπιῶντες τῇ διανοίᾳ καὶ ἐξαδυνατοῦντες οὐχ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται·
なぜなら、探求することに全く慣れていない人々は、思索の最初の動きにおいて盲目となり、目の前が真っ暗になって、知性が疲労し無力化することで、走ることに慣れていない人々が走ろうとするときと劣らず、すぐに探求を放棄してしまうからである。
ὁ δὲ συνήθης τῷ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν·
しかし、探求することに慣れている者は、あらゆる方向に分け入り、知性をもって探し求め、多くの場所へと[思考を]移しながら、一日の一部分においてだけでなく、一生涯を通じてもその探求を休めることなく、探求を諦めない。
καὶ μεταφέρων ἐπ’ ἄλλας ἐννοίας τὴν διάνοιαν οὐκ ἀλλοτρίας τοῦ ζητουμένου προβάλλει ἕως ἐπὶ τὸ προκείμενον ἐλθεῖν.
そして、知性を他の概念へと移す際にも、探求されている事柄から外れていないものを提示し、提示された目的に到達するまで続ける。
οὕτω φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως τοῖς τε ψυχικοῖς καὶ τοῖς σωματικοῖς.
このように、習慣の作用は、精神的なものも肉体的なものも含め、私たちのすべての状態において等しく力を持つことが、現在に至るまで観察されているのである。
περὶ μὲν δὴ τούτων εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω·
これらについては、さしあたり十分に述べられたこととしよう。
ἐν δὲ τοῖς καθόλου λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμηται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν κατ’ ἰατρικὴν χωλεύειν.
医学に関して語られる普遍的な議論においては、医学に関する多くの事柄が破綻を来さないようにするために、検討を要する不可欠な事項として、より詳細に列挙されている。
“Ταῦτα μὲν οἱ ἐνδοξότατοι τῶν ἰατρῶν, Ἐρασίστρατος καὶ Ἱπποκράτης, εἰρήκασι περὶ δυνάμεως ἐθῶν, οὐ λόγῳ τὴν εὕρεσιν αὐτῶν ἀνατιθέντες, ἀλλ’ ἐκ τῶν ἐναργῶς φαινομένων διδαχθέντες, ὅπερ ἀμέλει καὶ τῶν ἄλλων ἀνθρώπων ὅσοι μὴ καθάπερ ὕες ἢ ὄνοι ζῶσιν, ἀλλὰ παρακολουθοῦσιν ὑφ’ ὧν ὠφελοῦνταί τε καὶ βλάπτονται.
」最も高名な医師たちであるエラシストラトスとヒッポクラテスは、習慣の力についてこのように述べているが、彼らはその発見を理論に帰したのではなく、明白に観察される現象から教えられたのである。 むろん、これは、まるで豚やロバのように生きているのでなく、自分が何によって益され、何によって害されるかを観察している他の人々にとっても同様である。
πάρεστι γοῦν αὐτῶν ἀκούειν ὁσημέραι λεγόντων εἰθίσθαι τῷδε τῷ βρώματι καὶ τῷδε τῷ πόματι καὶ διὰ τοῦτο μὴ δύνασθαι καταλιπεῖν αὐτά· καὶ γὰρ καὶ βλάπτεσθαι κατὰ τὰς μεταβολάς.
実際、彼らが日々、自分はこの食べ物やこの飲み物に慣れているから、それをやめることはできない、なぜなら変更すると害を被るからだ、と言っているのを聞くことができる。
ὁμοίως δὲ καὶ περὶ τῶν ἐπιτηδευμάτων λέγουσιν, οἷον ἀλουσίας λουτρῶν, ἱππασίας κυνηγεσίων, δρόμου πάλης, ἀγρυπνιῶν ὕπνων, ἡλιώσεως ψύξεως, φροντίδων ὅσα τ’ ἄλλα τοιαῦτα.
同様に、彼らは諸活動についても、例えば入浴しないことや入浴すること、乗馬、狩猟、走ること、格闘、不眠、睡眠、日光浴、寒さ、心配事、その他同種のものすべてについて語っている。