§1#2. ἀλλὰ μετὰ τὸ προειπεῖν τοῖς οἰκείοις τοῦ κάμνοντος, εἰ μέν μὴ πίοι ψυχροῦ, τεθνήξεσθαι πάντως τὸν ἄνθρωπον, εἰ δὲ πίοι, πολλὰς ἐλπίδας ἕξειν σωτηρίας, οὕτως ἔδωκα καὶ σὺν θεῷ φάναι πάντες ἐσώθησαν οἱ λαβόντες.
“但是,在预先告诉病人的家属:一方面,如果不喝冷饮,这个人绝对会死;另一方面,如果喝了,他将有很大的生还希望之后,我便这样给予了冷饮。 可以说是在上帝的帮助下,所有服用的人都得救了。
ὥστε πολυχρονίῳ πείρᾳ κεκριμένου τοῦ βοηθήματος ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ἰτέον ἀναμνήσαντας πρότερον ὦν ἔγραψαν ὁ μὲν Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων, ὁ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ παραλύσεως.
因此,既然这一疗法已通过长期的经验得到了验证,我们必须在首先回忆起希波克拉底在《论急性病的摄生法》中所写的内容,以及埃拉西斯特拉托斯在《论瘫痪》第二卷中所写的内容之后,进而探究其原因。
ἡ μὲν οὖν Ἱπποκράτους ῥῆσις οὕτως ἔχει· ,,ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστίν, ὅτι φαύλη δίαιτα βρώσιός τε καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο κρεῖσσον, ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀρρωστίην παρέχουσι.
希波克拉底的文句如下:‘然而,显而易见的是,关于食物和饮料的简单摄生法,如果它自身始终保持一贯,通常比突然做出巨大改变以转向另一种更好的摄生法,对健康更为安全。 因为对于一日两餐的人和一日一餐的人来说,突然的改变都会带来伤害和疾病。
καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾶν, ἢν ἀριστήσωσιν, εὐθέως ἀρρώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενέας καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας· ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἠχθοφορήκῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία“.
那些不习惯吃午餐的人,如果吃了午餐,便会立刻使他们感到不适,全身沉重、无力且懈怠;如果他们还接着吃晚餐,就会引起反酸;在某些人身上,甚至会引起稀便,这是因为习惯于保持干燥、不曾一日两次膨胀也不曾一日两次消化食物的胃,在违反习惯时被加重了负担。
εἶτα μεταξὺ παρενθεὶς ὅπως ἂν τις τὴν βλάβην τούτων ἰάσαιτο, συνάπτων αὖθις ὑπὲρ τῶν παραβάντων τὸ ἔθος οὕτω γράφει· ,,ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις·
’然后,在中间插入了如何治疗这些伤害的方法之后,他又接着针对那些违反习惯的人写道:‘这样的人如果一日三餐吃到饱,会感到更加痛苦;如果次数更频繁,则更是如此。
καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.
然而,有许多一日三餐吃到饱的人,如果他们习惯了这样,也能轻松承受。
ἀλλὰ μὴν καὶ οἱ δὶς μεμαθηκότες σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες τε καὶ ἄρρωστοί εἰσι καὶ δειλοὶ ἐς πᾶν ἔργον καὶ καρδιαλγέες.
不过,那些习惯了一日两餐的人,如果不吃午餐,就会感到虚弱、不适,对任何工作都感到畏缩,并且会心口痛。
κρέμασθαι γὰρ τὰ σπλάγχνα δοκέει αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δὲ οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται·
因为在他们看来,内脏仿佛悬空着,排尿热而发黄,且大便干结;在某些人身上,还会出现口苦、眼窝凹陷、太阳穴跳动、四肢发冷。
καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεσαν.
而且,大多数没吃午餐的人无法吃完晚餐;即使吃了晚餐,也觉得胃部沉重,睡眠比预先吃了午餐时要困难得多。
ὁκότε οὖν τὰ τοιαῦτα τοῖς ὑγιαίνουσι γίγνεται εἵνεκα ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελὲς φαίνεται οὔτε ἀφελέειν.
因此,既然健康人也会因为违反习惯的半天摄生法改变而发生这种情况,那么增加或减少餐数似乎都不是有益的。
εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας ὅλην τὴν ἡμέρην κενεαγγήσας δειπνήσειεν, ὁκόσον εἴθιστο, εἰκὸς αὐτόν, εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠρρώστει, δειπνήσας δὲ τότε βαρὺς ἢν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἐπὶ πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο“.
因此,如果这个违反习惯而一日一餐的人,在整天禁食之后,吃了一如往常分量的晚餐,可以想见,如果他当时在没吃午餐时感到痛苦和不适,而在吃晚餐之后感到沉重,他将会感到更加沉重;如果他在更长时间的禁食之后突然改变并吃晚餐,他会感到甚至更加沉重。
Μετὰ ταῦτα δὲ πάλιν ὁ Ἱπποκράτης, ὥσπερ καὶ πρόσθεν, ἐπανορθώσεις τινὰς τῆς γινομένης βλάβης ἐπὶ τοῖς κενεαγγήσασι παρὰ τὸ ἔθος γράψας ἐφεξῆς πάλιν οὕτω φησί· ,,πολλὰ δὲ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθίδαται, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθίδαται, καὶ ἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά.
’在此之后,希波克拉底又像之前一样,写下了对于那些违反习惯禁食之人所受伤害的一些纠正方法,接着又这样说道:‘关于胃,人们还可以说出许多与这些相类似的其它情况,比如,对于他们已经习惯的食物,即使它们本性并不好,他们也能轻易承受,饮料也是如此;但他们难以承受那些不习惯的食物,即使它们并不坏,饮料也是如此。
καὶ ὅσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὅσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλὰ εἰ καταμάθοις, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ στρόφον καὶ φῦσαν τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ ἢ οἷον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός γε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ᾖσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα“.
至于违反习惯食用大量肉食,或大蒜、或西非翁、或其汁液、或其茎、或其它具有巨大特异功效的同类事物所产生的影响,如果这些事物比其它事物更容易引起胃部疼痛,人们倒不至于那么惊讶;但是,如果你去观察:对于习惯吃面包的人来说,违反习惯食用大麦饼(马扎)会给胃部带来多少不快、膨胀、绞痛和胀气;或者对于习惯吃大麦饼的人来说,面包会带来怎样的沉重和胃部紧绷;或者即使是面包本身,在趁热食用时,由于其干燥和通过缓慢的性质,会带来怎样的口渴和突然的饱胀;以及极精制的面包与全麦面包在违反习惯食用时,会产生多么截然不同的影响;还有违反习惯食用的干燥、湿润或黏稠的大麦饼;以及新鲜的大麦粉对不习惯的人会产生怎样的影响,而其它大麦粉对习惯于新鲜大麦粉的人又会产生怎样的影响;还有违反习惯突然转向饮酒或饮水,以及突然饮用稀释的酒或纯酒;因为前者会在上胃部引起泛酸,在下胃部引起胀气,而后者会引起血管跳动、头痛和口渴;还有白葡萄酒和红葡萄酒在违反习惯时进行调换,即使两者都是葡萄酒,但仍会在身体中引起许多变化,因此人们可以说,甘甜的酒和酒味浓烈的酒在突然调换时不具有相同的功效,这并没那么令人惊讶。 ’”