§1#1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΘΩΝ.
Τῶν θεραπευτικῶν σκοπῶν ἕνα καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἡγουμένων ὑπάρχειν οὐ μόνον τῶν ἀρίστων ἰατρῶν ἀλλὰ καὶ πάντων ἀνθρώπων ἔνιοι τῶν ἅπασι τοῖς καλοῖς λυμαινομένων ἐπιχειροῦσι διαβάλλειν ἐρωτῶντες ἡμᾶς, διὰ τί βλαβείς τις, εἰ οὕτως ἔτυχε, κατὰ τὴν πρώτην χρῆσιν ὑπὸ βοείων κρεῶν ἐδωδῆς, εἶτ’ ἀναγκασθεὶς καθ’ ἑκάστην ἡμέραν ἐσθίειν ταῦτα δι’ ὅλου τοῦ ἔτους ἢ οὐδὲν οὐκέτι βλάπτοιτ’ ἂν ἢ τῶν ἀήθων ἧττον·
盖伦《论习惯》不仅最优秀的医生,而且所有人均认为来自习惯的指标是治疗指标之一。 然而,有些专门诋毁一切美好事物的人却企图对此进行诽谤,他们质问我们:为什么一个人如果(偶然地)在第一次食用牛肉时受到伤害,但在被迫一年中每天都吃牛肉之后,他要么不再受到任何伤害,要么比不习惯吃牛肉的人受到的伤害更少?
εἶθ’, ὅ τι ἂν εἴπωμεν, ἀνατρέποντες λόγῳ νομίζουσιν ἅμα τούτῳ καὶ τὴν τοῦ πράγματος ὕπαρξιν ἀνῃρηκέναι, καθάπερ εἴ τις ἁπάσαις ἀντειπὼν ταῖς περὶ τοῦ πῶς ὁρῶμεν δόξαις οὐδ’ ὁρᾶν ἡμᾶς συγχωροίη.
接着,无论我们说什么,他们都试图通过言辞上的反驳,认为自己也同时消除了这一事实的存在。 这就像是,如果有人反对关于我们如何看见东西的所有学说,就甚至不承认我们能看见东西一样。
ὅτι μὲν οὖν μεγίστη μοῖρα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν ἡ ἀπὸ τῶν ἐθῶν ἐστιν, ἐναργῶς φαίνεται καὶ διὰ τοῦθ’ Ἱπποκράτης μὲν ἐν ἀφορισμοῖς ἔγραψεν,,οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσιν“ἐπὶ πλέον τε διῆλθεν ἐν τῷ περὶ διαίτης ὀξέων τάς τ’ ἐκ τῆς ἀήθους διαίτης βλάβας καὶ τὰς ἐκ τῆς συνήθους ὠφελείας, Ἐρασίστρατος δ’ ὁμοίως ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὑπὲρ ἁπάντων ἐθῶν ὡσαύτως Ἱπποκράτει φαίνεται γινώσκων. . .
因此,来自习惯的指标在寻找治疗方法中起到了极大的作用,这是显而易见的。 正因为如此,希波克拉底在其《格言集》中写道:“习惯于承受日常劳苦的人,即使他们软弱或年老,也比不习惯的人(即使强壮而年轻)更容易承受。 ”此外,他在《论急性病的摄生法》中,还更详细地探讨了不习惯的摄生法所带来的危害,以及习惯的摄生法所带来的益处。 同样,埃拉西斯特拉托斯在《论瘫痪》第二卷中,对于所有习惯的看法显然也与希波克拉底完全一致……。
καὶ πρὸς τούτοις γε τῶν παλαιῶν ἰατρῶν οὐκ ἔστιν ὅστις ὁμολογουμένην τε καὶ ἀναντίλεκτον αἰτίαν [οὔτε τούτων τις οὔτε τῶν ἄλλων] εἰρηκέναι δοκεῖ.
而且,除了这些医生之外,古代医生中似乎没有一个人说出了一个公认且无可争议的原因[无论他们中的任何人,还是其他人中的任何人]。
καὶ γὰρ οἱ πιθανὴν δόξαντες εὑρηκέναι κατὰ μίαν ὕλην ἄλλοι ἄλλην εὑρήκασιν, ἔνιοι μὲν ἐπ’ ἐδεσμάτων μόνων, ἔνιοι δ’ ἐπὶ γυμνασίων ἢ ἐπιτηδευμάτων, ἐπὶ πασῶν δὲ τῶν ὑλῶν οὐδείς.
因为,即使是那些似乎找到了合理解释的人,也只是针对某一种材料找到了解释,而另一些人则针对另一种材料——有些人仅针对食物,有些人针对运动或习惯性行为,但没有一个人针对所有材料。
ἀμέλει καὶ περὶ τῆς τοῦ ψυχροῦ δόσεως, ἢν ἐπὶ τῶν ὀξέως νοσούντων ποιούμεθα πολλάκις, ἀντιπράττουσιν ἡμῖν ἔνιοι κωλύοντες μὲν διδόναι τοῖς πυρέττουσι, κελεύοντες δ’ ἡμᾶς ἀρκεῖσθαι ταῖς ἀπὸ τῶν ἄλλων σκοπῶν ἐνδείξεσιν, ὡς ἀπό τε τῶν πεπονθότων τόπων καὶ τῆς ἐν αὐτοῖς διαθέσεως ἡλικίας τε καὶ χώρας καὶ ὥρας ἔτι τε τῆς τοῦ κάμνοντος αὐτοῦ κράσεως καὶ δυνάμεως, αἷς εἰώθαμεν χρῆσθαι, γελοῖον εἶναι φάσκοντες, εἰ φλεγμαίνοντος ἥπατος ἢ πνεύμονος ἢ γαστρὸς ἤ τινος ἑτέρου τῶν οὕτως ἐπικαίρων μορίων ἐπιτρέψομεν τῷ ψυχροπότῃ ψυχρὸν προσφέρεσθαι πόμα δι’ οὐδὲν ἄλλ’ ἢ τὸ ἔθος (ὅμοιον γὰρ τοῦτ’ εἶναί φασιν ὡς εἰ ἐπιτρέποιμεν λούεσθαι ψυχρῷ τοὺς οὕτως εἰθικότας, εἰ πυρέττοιεν), ὥσπερ ἂν ἡμῶν ἅπασι τοῖς ὁπωσοῦν νοσοῦσι τὰ συνήθη πάντα πράττειν ἐπιτρεπόντων, ἀλλ’ οὐχὶ πρὸς τοῖς ἄλλοις ἅπασι σκοποῖς καὶ τὸν ἀπὸ τῶν ἐθῶν παραλαμβανόντων.
事实上,关于我们经常对急性病患者使用的“给予冷饮”的疗法,有些人反对我们,禁止给发烧的人使用,并命令我们仅满足于其他指标所提供的指征,例如受损的部位、其中的状态、年龄、地区、季节,以及患者自身的体质和体力,这些都是我们通常使用的指标。 他们声称,如果在肝脏、肺、胃或任何其他如此重要的部位发炎时,我们仅仅因为患者有喝冷饮的习惯,就允许他饮用冷饮,这是荒谬的(因为他们说,这就像是如果我们允许那些习惯洗冷水澡的人在发烧时也去洗冷水澡一样),仿佛我们允许任何生病的人去做他们所有习惯做的事情,而不是在所有其他指标之外,也采用来自习惯的指标。
Ἀριστοτέλης γοῦν ὁ Μιτυληναῖος, ἀνὴρ πρωτεύσας ἐν τῇ Περιπατητικῇ θεωρίᾳ, νοσήματι περιπεσὼν ὑπὸ ψυχροῦ πόσεως ὠφεληθῆναι δυναμένῳ, διότι μηδέποτε τοιοῦτο προσενήνεγκτο πόμα, διεκώλυσε τοὺς συμβουλεύοντας αὐτῷ πιεῖν ἐπίστασθαι σαφῶς εἰπών, ὅτι σπασθήσοιτο γευσάμενος ψυχροῦ·
无论如何,米蒂利尼的亚里士多德,这位在逍遥学派理论中处于领先地位的人,在患上一种可以通过喝冷饮来缓解的疾病时,因为他从未喝过这样的饮料,便阻止了那些建议他喝的人。 他非常清楚地说道,如果他尝了冷饮,就会发生痉挛。
καὶ γὰρ ἐπ’ ἄλλου τοῦτ’ ἔφασκεν ἑωρακέναι τήν τε τοῦ σώματος ἕξιν καὶ κρᾶσιν ὁμοίαν ἑαυτῷ καὶ τὸ τῆς θερμοποσίας ἔθος ἐσχηκότος·
因为他说,他曾在另一个与自己的身体状况和体质相似,并且有喝温饮习惯的人身上看到过这种情况。
εἰ δ’ ἦν ἔθος ὥσπερ ἐνίοις πόματος τοιούτου, μάλιστα μὲν ἂν οὐδ’ αὐτὸς ἔδεισεν αὐτοῦ τὴν προσφοράν·
但是,如果他像某些人一样有喝这种饮料的习惯,他自己当然也不会害怕使用它。
ἐπειδὴ δὲ καὶ τοῦτ’ ἔπαθεν, ἐασάτωσαν οἱ παρόντες ἰατροὶ πάντως αὐτόν.
然而,既然他处于这种状况,在场的医生们无论如何都应该由他去。
ἐκεῖνος μὲν οὖν οὕτως ἀπέθανεν, ὡς ἐπυθόμην·
总之,据我所知,他是这样去世的。
ἐρομένων δέ με τῶν παραγενομένων αὐτῷ τελευτῶντι, πότερον, ὡς ἐπ’ ἄλλων ἐτόλμησα τοῖς μὲν δι’ ὅλης τῆς νόσον, τοῖς δ’ ἔν τινι καιρῷ δοῦναι ψυχρὸν εὐλαβουμένων τῶν ἰατρῶν, οὕτως ἂν ἐτόλμησα καὶ ἐπ’ ἐκείνου ἢ καλῶς ἐστοχάσατο τῆς ἑαυτοῦ φύσεως ὁ ἀνήρ, ἀπεκρινάμην αὐτοῖς ἀκριβῶς αὐτὸν ἐστοχάσθαι.
当那些在他去世时在场的人问我,我是不是也会像对其他人那样(在其他医生顾虑重重的情况下,我曾大胆地给一些人于整个患病期间、给另一些人于某一特定时期饮用冷饮,也对他采取同样的大胆举措),或者说这位哲学家是否正确地推测了自己的本性时,我回答他们说,他推测得非常准确。
πάνυ γὰρ ἦν ἰσχνὸς καὶ τὸ στόμα τῆς κοιλίας ψυχρότατον εἶχεν ἐξ ἀρχῆς, ὡς λύζειν εὐθέως, εἴ ποτε βραχέως ψυχθείη.
因为他极度消瘦,并且胃口(贲门)从一开始就极度容易受凉,以至于一旦稍微受凉,就会立刻打嗝。
ἀλλ’ ὥσπερ οὗτος οὐκ ἂν ἤνεγκε τὸ ψυχρὸν πόμα διά τε τὸ ἔθος καὶ τὴν τοῦ σώματος φύσιν καίτοι τοῦ νοσήματος ἐνδεικνυμένου, οὕτως ἑτέροις ἔδωκα πάνυ θαρρῶν, εἰ καὶ καυσούμενος ἀκριβῶς ὁ πιὼν εἴη, μηδενὸς ἐπιφανῶς σπλάγχνου φλεγμήναντος, οὐ πάνυ δ’ ἔτι θαρρῶν.
但是,正如这个人由于习惯和身体的属性,即使疾病有此指征,也无法承受冷饮一样,在另一些人身上,如果饮用者正处于剧烈的焦渴热中,且没有任何内脏明显发炎,我就会非常有信心地给予冷饮。 尽管如果情况并非如此,我也就不再那么有信心了……