Humanitext Reader

ガレノス · 習慣について §1#2

冷水投与の治療例と習慣の急変に関する引用

2 / 8 箇所 · ギリシア語

要旨

ガレノスは冷たい飲み物の投与による治療の成功例を挙げた後、習慣の急激な変化が身体に及ぼす害について論じたヒッポクラテスの『急性疾患の養生法について』の記述を詳細に引用する。

§1#2. ἀλλὰ μετὰ τὸ προειπεῖν τοῖς οἰκείοις τοῦ κάμνοντος, εἰ μέν μὴ πίοι ψυχροῦ, τεθνήξεσθαι πάντως τὸν ἄνθρωπον, εἰ δὲ πίοι, πολλὰς ἐλπίδας ἕξειν σωτηρίας, οὕτως ἔδωκα καὶ σὺν θεῷ φάναι πάντες ἐσώθησαν οἱ λαβόντες.
しかし、患者の近親者に対して、もし冷たいものを飲まなければその人は絶対に死ぬが、もし飲めば救命の大きな希望がある、とあらかじめ告げた後で、そのように私は与えたのであり、神の御加護によりと言うべきか、それを受け取った者は皆救われた。
ὥστε πολυχρονίῳ πείρᾳ κεκριμένου τοῦ βοηθήματος ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ἰτέον ἀναμνήσαντας πρότερον ὦν ἔγραψαν ὁ μὲν Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων, ὁ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ παραλύσεως.
したがって、この治療法が長年の経験によって検証された以上、私たちは、まずヒッポクラテスが『急性疾患の養生法について』に、またエラシストラトスが『麻痺について』第二巻に書いたことを思い起こした上で、その原因の探究へと進まねばならない。
ἡ μὲν οὖν Ἱπποκράτους ῥῆσις οὕτως ἔχει·
さて、ヒッポクラテスの文言は次の通りである。
,,ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστίν, ὅτι φαύλη δίαιτα βρώσιός τε καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο κρεῖσσον, ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀρρωστίην παρέχουσι.
「しかしながら、食物や飲み物に関する質素な養生法であっても、それが常にそれ自体で一貫しているならば、もし人が突然、別のより優れたものへと大きく変更する場合よりも、一般に健康にとってより安全であることは容易に理解される。 なぜなら、一日に二度食事をとる人々にとっても、一食だけの人々にとっても、突然の変更は害痛と疾病をもたらすからである。
καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾶν, ἢν ἀριστήσωσιν, εὐθέως ἀρρώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενέας καὶ ὀκνηρούς·
実際、昼食をとることに慣れない人々が、もし昼食をとれば、それは彼らをすぐに病的にし、身体全体を重く、無力に、そして怠惰にする。
ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας·
もし彼らがさらに夕食を重ねて食べれば、胸焼けを引き起こす。
ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἠχθοφορήκῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία“.
また、ある人々には、下痢さえ生じるだろう。 それは、乾燥すること、および一日に二度膨らんだり二度食物を消化したりしないことに慣れている腹が、習慣に反して重荷を負わされるときである。
εἶτα μεταξὺ παρενθεὶς ὅπως ἂν τις τὴν βλάβην τούτων ἰάσαιτο, συνάπτων αὖθις ὑπὲρ τῶν παραβάντων τὸ ἔθος οὕτω γράφει·
」それから、合間にこれらの害をどのように治療すべきかを挿入した後、再び習慣を破った人々について続けて、彼は次のように書いている。
,,ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις·
「そのような者は、もし一日に三度、満腹になるまで食事をとるならば、さらにいっそう苦しむだろうし、もしそれ以上に頻繁であれば、なおさらである。
καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.
もっとも、そのように習慣づけられている人々であれば、一日に三度、多量に食べても容易に耐える人は多いのだが。
ἀλλὰ μὴν καὶ οἱ δὶς μεμαθηκότες σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες τε καὶ ἄρρωστοί εἰσι καὶ δειλοὶ ἐς πᾶν ἔργον καὶ καρδιαλγέες.
しかしながら、一日に二度食事をとることに慣れている人々は、もし昼食をとらなければ、衰弱し、病気になり、あらゆる仕事に対して臆病になり、胃痛を覚える。
κρέμασθαι γὰρ τὰ σπλάγχνα δοκέει αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται·
なぜなら、彼らには内臓がぶら下がっているように思われ、熱く黄色い尿を漏らし、便は乾燥するからである。
ἔστι δὲ οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται·
また、ある人々にとっては、口が苦くなり、目がくぼみ、こめかみが脈打ち、手足が冷え切る。
καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον·
そして昼食をとらなかった人々の大部分は、夕食を食べきることができない。
δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεσαν.
たとえ夕食をとったとしても、腹が重くなり、あらかじめ昼食をとっていた場合よりもはるかに寝苦しくなる。
ὁκότε οὖν τὰ τοιαῦτα τοῖς ὑγιαίνουσι γίγνεται εἵνεκα ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελὲς φαίνεται οὔτε ἀφελέειν.
したがって、健康な人々にこのようなことが生じるのは、習慣に反する半日の養生法の変更のためであるから、[食事を]加えることも減らすことも有益ではないと思われる。
εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας ὅλην τὴν ἡμέρην κενεαγγήσας δειπνήσειεν, ὁκόσον εἴθιστο, εἰκὸς αὐτόν, εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠρρώστει, δειπνήσας δὲ τότε βαρὺς ἢν, πολὺ μᾶλλον βαρύνεσθαι·
それゆえ、もしこの習慣に反して一食にした者が、丸一日絶食した後に、いつもと同じだけの量を夕食にとるならば、彼がそのとき昼食をとらずに苦しみ病んでいたのであり、そのうえ夕食をとって体が重かったとすれば、はるかに重苦しくなることは当然予想される。
εἰ δέ γε ἐπὶ πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο“.
もし彼がさらに長い時間絶食した後に、突然食事パターンを変えて夕食を食べるならば、なおさら重苦しくなるだろう。
Μετὰ ταῦτα δὲ πάλιν ὁ Ἱπποκράτης, ὥσπερ καὶ πρόσθεν, ἐπανορθώσεις τινὰς τῆς γινομένης βλάβης ἐπὶ τοῖς κενεαγγήσασι παρὰ τὸ ἔθος γράψας ἐφεξῆς πάλιν οὕτω φησί·
」この後、ヒッポクラテスは再び、前述のように習慣に反して絶食した人々に生じる害のいくつかの治療法を書いた上で、続いて再び次のように述べている。
,,πολλὰ δὲ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθίδαται, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθίδαται, καὶ ἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά.
「また、人は、これら胃に関する事柄と姉妹関係にある他の多くのことを語ることができるだろう。 すなわち、彼らは習慣にしている食べ物を、たとえそれが本来は良くないものであっても、容易に受け入れるし、飲み物についても同様であること、一方で、習慣にしていない食べ物は、たとえそれが悪いものでなくても、容易には受け入れられないし、飲み物についても同様であること。
καὶ ὅσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὅσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων·
そして、習慣に反して食べられた多量の肉食、あるいはニンニク、シルフィオン、その液汁、茎、あるいは独自の強い効能を持つその他同類のものが引き起こす事柄については、そのようなものが他のものよりも胃に苦痛を引き起こすとしても、人はそれほど驚かないだろう。
ἀλλὰ εἰ καταμάθοις, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ στρόφον καὶ φῦσαν τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ ἢ οἷον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός γε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον·
しかし、もしあなたが観察するならば、パンを食べることに慣れている人が習慣に反してマザを食べたとき、それがどれほどの不快感、膨満感、腹痛、ガスを胃にもたらすか、あるいは、マザを食べることに慣れている人にとって、パンがどれほどの重苦しさと腹の張りを引き起こすか、あるいは、そのパン自体であっても、温かい状態で食べられたとき、その乾燥させる性質と消化の遅さのゆえに、どれほどの渇きと突然の充満感をもたらすか。
καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιέουσι·
また、精製されたパンと全粒粉パンが、習慣に反して食べられたときに、互いにいかに異なる影響を及ぼすか。
καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη·
また、習慣に反する、乾燥した、あるいは湿った、あるいは粘り気のあるマザについても同様である。
καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος ἐξαπίνης ποθείς·
また、大麦粉について言えば、新しい大麦粉がそれに慣れていない人々にどのような影響を及ぼすか、そしてその逆が、新しい大麦粉に慣れている人々にどのような影響を及ぼすか。 また、ワインを飲むことと水を飲むことが、習慣に反して突然もう一方へと切り替えられたとき、また、水で薄めたワインと生のワインが突然飲まれたとき。
ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψην·
というのも、前者は胃の上部にむかつきを、下部にはガスを引き起こすからであり、後者は血管の拍動、頭痛、そして渇きを引き起こすからである。
καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ᾖσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα“.
また、白ワインと赤ワインを習慣に反して切り替えることも、たとえ両方がワインらしいものであっても、それでも身体において多くの変化をもたらすだろう。 したがって、甘いワインと辛口のワインが突然切り替えられたときに同じ効果を持たないことは、なおさら驚くべきことではないと人は言うだろう。 」

語釈・文法注

  1. 110μετὰ τὸ προειπεῖν — 前置詞 μετά と冠詞付き不定詞の中性単数対格からなる表現で、さらにその不定詞 προειπεῖν は与格 τοῖς οἰκείοις(近親者に)と、患者を示す属格 τοῦ κάμνοντος を伴っている。それに続く εἰ μέν μὴ πίοι... τεθνήξεσθαι... εἰ δὲ πίοι... ἕξειν は、間接話法における条件文(本来の直説法未来が、過去の伝聞の文脈に置いて希求法と未来不定詞へとシフトしたもの)を形成している。
  2. 110σὺν θεῷ φάναι — 挿入的に用いられている慣用句で、絶対不定詞 φάναι を伴い、「神の助けによってと言うべきか」「神の御加護により、と言わせていただければ」という意味を表す。話し手の慎み深さを示す表現である。
  3. 110ἰτέον ἀναμνήσαντας — 非人称の形容動詞 ἰτέον(進むべきである)は、実質的な行為者を対格(ここでは複数分詞 ἀναμνήσαντας)で表すことがある。これは ἰτέον ἡμᾶς ἀναμνήσαντας(私たちが思い起こした上で進むべきである)という省略構造に等しい。
  4. 111εἰθισμένη ἐπιξηραίνεσθαι — 分詞 εἰθισμένη(慣れている)は主格単数女性で 主語 ἡ κοιλίη(胃、腹)を修飾し、不定詞 ἐπιξηραίνεσθαι(乾燥すること)および διογκοῦσθαι, ἕψειν(膨らむこと、消化すること)を支配している。否定辞 μή が不定詞を否定しているのは、それが習慣的・一般的な条件を表しているためである。
  5. 112εἰκὸς αὐτόν... βαρύνεσθαι — 非人称形容詞 εἰκὸς[ἐστί](〜することはもっともである/予想される)が、対格主語 αὐτόν と不定詞 βαρύνεσθαι を支配している。その間に「もし昼食をとらずに苦しんでいたのならば(εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε...)」という従属条件節が複雑に挟み込まれている構造である。

この箇所を引用する

ガレノス, 習慣について §1#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg103.humanitext-grc1:1%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。