- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
痩せた人の嘔吐法で多様な食物やワインを勧める理由とドグマ派の記述態度への批判、および月二回の嘔吐や便秘がちの人への指示について論じる。
ῥωννύναι1 τὴν δύναμιν, ἧς μάλιστα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰσχνῶν. ἔπειτα, φησὶ, σιτία παντοδαπὰ ἐσθιέτωσαν. τούτου δὲ λογισμὸν οὐ τὸν αὐτὸν πάντες ἔγραψαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον. ἐνίοις μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπὰ, διότι στασιάζοντα πρὸς ἄλληλα ῥᾷον εἰς ἔμετον ὁρμᾷ, τισὶ δὲ ὑπὲρ τοῦ πλεῖον προσενεγκέσθαι. τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέως ἐμπίπλησιν, οὐκ ἐᾷ δὲ πίνειν εὐθέως αὐτοὺς, ἵνα μὴ ταχέως ἐπιπολάσῃ τὰ σιτία, ὅ οὐ βούλεται. διὰ δὲ τὸ μὴ γενέσθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸς τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸν εἶπεν, ὅσον τεσσάρων σταδίων διελθεῖν.2 ἐπὶ δὲ τούτοις, οὕτω προαχθεῖσι, δίδωσι τὸ ποτὸν, οἴνους τρεῖς διαφέροντας ἀλλήλων κατὰ ποιότητα. κελεύει γὰρ εἶναι τὸν μέν τινα τῶν οἴνων αὐστηρὸν, τὸν δὲ γλυκὺν, τὸν δὲ ὀξύν. οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι᾿ ἣν οὕτως ἐκέλευσεν. οἱ δ᾿ ἀπομαντευόμενοι τῆς γνώμης αὐτοῦ φασὶ τὸν μὲν αὐστηρὸν διδόναι ῥώμης ἕνεκα τῶν ὀργάνων, δι᾿ ὦν ὁ ἔμετος ἔσται, τὸν δὲ γλυκὺν ἵνα εἰς ἔμετον ὁρμήσῃ καὶ διὰ τὸ χέειν τοὺς χυμοὺς τὸν γλυκὺν οἶνον, τὸν δ᾿ ὀξὺν ἵνα ἀποῤῥύψῃ τὰ ἐμπεπλασμένα τῇ γαστρί. τάχα γοῦν καὶ τὰ σιτία παντοδαπὰ κατὰ τὰς ποιότητας ἐκέλευσε λαμβάνειν αὐτοὺς, ἵνα τὰ μὲν ῥώσῃ τὴν γαστέρα, τὰ δὲ εἰς ἔμετον παροξύνῃ, τὰ δὲ ἀποῤῥύψῃ τοὺς ἐμπεπλασμένους χυμούς. ὅπερ δὲ λέγω πολλάκις ἐν ταῖς πρὸς τοὺς ἑταίρους τε καὶ τοὺς ἄλλους φίλους συνουσίαις, ἐρῶ καὶ νῦν. οὐ σμικρά μοι δοκοῦσιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεσιν ἄνδρες πρεσβεύοντες, ἄνευ τοῦ τὸν λογισμὸν εἰπεῖν ὦν συμβουλεύουσιν, ἀποφαινόμενοι καθάπερ τινὰ προστάγματα βασιλικά. βέλτιον γὰρ ἦν ἑκάστου τῶν πραττομένων αὐτὸν τὸν γράψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡς Ἱπποκράτης ἐποίησεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τῆς πτισάνης εἰπών. τὸ γὰρ γλίσχρον αὐτῆς λεῖον καὶ προσηνὲς καὶ συνεχές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τούτου προσδέοι καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. οὕτως δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτος, ἔτι τε λουτρῶν ἔγραψεν, ὥστε ἀρχὴν ἔχειν ἡμᾶς τῆς ὁδοῦ καθ᾿ ἣν ἀκολούθως τῷ συγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ᾿ αὐτοῦ προσθῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότος αὐτοῦ3 τἄλλα, χωρὶς τοῦ τῆς αἰτίας λογισμοῦ καὶ μέντοι ὡς ἤτοι πίνειν ἔνεστι τὸν οἶνον πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. ἡμᾶς δεῖ στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη ἠγνόηται. τὸ μὲν οὖν ὑδαρέστερον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀναντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ᾿ ὅλως τὰ πρὸς τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρέλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰπεῖν τι πιθανόν. ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθανὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον. ἐπειδὴ βούλεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων ὑπὲρ ὦν ταῦτα γράφει, διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυσιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ᾿ εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ τῶν σιτίων προσφορᾷ χρόνος. ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰς ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται. "Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον ἢ διὰ πεντεκαίδεκα. οἱ δὲ πᾶν τοὐναντίον ποιέουσι." [q.1] Καὶ τούτων τὸν λογισμὸν αὐτὸν ἔδει τὸν γράψαντα προστεθεικέναι μάλιστα, ἐπειδὴ καὶ χωρὶς διορισμοῦ περὶ τῶν δὶς ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰς μὲν γὰρ ὁρῶ κενώσεως ἕνεκεν ἐμοῦντας, ὥσπερ καὶ νηστεύοντας ἄλλους ἐν τῷ μηνὶ μίαν ἡμέραν. ἐνίους δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γαστρὶ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐκκαθᾶραι, κωλύει δ᾿ οὐδὲν ἀμφότερα ἐκ διαλείμματος αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆς ἡμέραις δύο. "Ὁκόσοισι μὲν ἀνεπιτήδειον ἀπεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοί εἰσι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ οἴνους τε πίνειν δισσοὺς ἢ τρισσούς." [q.2]
(それに加えて、)体力を強めることも引き起こすのであり、彼は痩せた人々においてとりわけこれを配慮しているようである。それから、と彼は言う、彼らはあらゆる種類の食物を食べるようにせよ。これの理由について、この書物を注釈したすべての人々が同じことを書いているわけではない。すなわち、彼らのうちのある人々には、互いに衝突し合う食物はより容易に嘔吐へと駆り立てるからこそ、あらゆる種類の食物を与えるのだと思われており、別の人々には、より多くを摂取するためであると思われている。なぜなら、単純で単一の種類の食物はすぐに満腹にさせてしまうからである。しかし彼は彼らにすぐに飲むことを許さないが、それは食物が急速に表面に浮き上がらないようにするためであり、それは彼が望まないことだからである。これが起こらないようにするために、彼はまた、栄養摂取のために十分なある程度の時間を過ごすことを定め、その時間自体をも、4スタディオンを歩くほどの長さと言ったのである。そしてこれらのことに続いて、そのように導かれた人々に対して、彼は飲み物、すなわち性質において互いに異なる三種類のワインを与える。なぜなら彼は、ワインのうちの一つのものは渋口、他方は甘口、もう一つは酸口であることを命じているからである。ここでもまた、彼がそのように命じた理由を述べることなしに。しかし、彼の意図を推測する人々は言う。渋口のものは、それを通じて嘔吐が行われる器官の強化のために与えられ、甘口のものは、嘔吐へと駆り立てるため、また甘口のワインが体液を流動させるためであり、酸口のものは胃に詰まっているものを洗い落とすためである、と。おそらくそれゆえ、性質に応じてあらゆる種類の食物を摂るように彼らに命じたのも、あるものは胃を強め、あるものは嘔吐へと促し、あるものは詰まっている体液を洗い落とすためであろう。そして、私が仲間たちや他の友人たちとの集まりでしばしば言っていることを、今も言おう。独断主義の学派を奉じる人々は、自らが勧める事柄の理由を述べることなしに、まるで王の勅令であるかのように表明する点で、少なからぬ誤りを犯していると私には思われる。なぜなら、行われる事柄のそれぞれについて、書物を書いた者自身がその効能を述べる方がより良かったからである。ヒッポクラテスが『急性病の養生法について』において、大麦粥について次のように述べたように。「なぜなら、それの粘着性は滑らかで、快く、一様であり、滑りやすく、適度に湿り気を与え、渇きを癒やし、もしその必要があるとしても容易に洗い流され、渋みを持たず、悪い動揺を起こさず、胃の中で膨らむこともないからである。」同様にまた、彼は蜂蜜水、ワイン、酢蜜、さらに風呂についても書いたので、私たちは、著者に従って、彼によって語られなかったいくつかの事柄を付け加えるための、道の出発点を持つことになったのである。それゆえ今、彼が理由の説明なしに他の事柄を述べ、また確かに、最初はより生に近く、少量ずつ、長い間隔を置いて、その後はより水で薄めて、より速く、かつ多量にワインを飲むことができると述べたとき、私たちは彼がどのような意図でそれを書いたのかを推測しなければならない。しかし、一般にすべての推測は不確かな事柄であるが、とりわけ、書いた人間の意図が依然として知られていない場合にはそうである。それゆえ、より水で薄めて、より速く、かつ多量にワインを飲むことは、嘔吐したいと望む人々にとって適切に言われていると思われる。もし、これとは反対のことが、食物を保持し消化したいと望む人々にとって適しているとすれば。しかし、少し後に嘔吐しようとする者に対して、そもそもなぜ保持することに適した事柄を最初に採用したのかについては、説得力のあることを言うことができない。おそらく、これらを書いたあの者には、注釈者の一部をも満足させている事柄が説得力があるように思われたのだろう。彼が、これらのことを書いている対象である痩せた人々の体力が衰えないことを望んでいるため、それゆえに彼はまずそれを強め、その上で嘔吐を促すものへと移行するのである。しかし、体力が強められるためには、食物の摂取に充てられる時間だけで十分であった。しかし、私が言ったように、ある人にはあることが説得力があり、別の人には別のことが説得力があるのであって、科学的証明によって確証される必然的なことのように、一つの定まったものとして切り出されているわけではない。「月に二回嘔吐する習慣のある者は、15日おきに行うよりも、二日続けて嘔吐を行う方が良い。しかし、人々は全く反対のことを行っている。」 [q.1] これらについても、書いた者自身がその理由を付け加えておくべきであった。とりわけ、彼は月に二回嘔吐する人々について、何ら区別をすることなしに述べたのだから。というのも、ある人々は排泄のために嘔吐しているのを私は目にするからである。月に一日断食する他の人々と同じように。またある人々は、胃に停滞している粘着質あるいは濃厚な体液を清めるために(そうしている)。そして、これら両方について、二日続けてではなく、間隔を置いてそれらを行うことを妨げるものは何もない。「食物を吐き戻すことが不適当な人々、あるいは、便通が良くない人々、これらすべての人々にとっては、一日に何度も食事をし、あらゆる種類の食物を摂り、万全の方法で調理されたおかずを用い、二種類ないし三種類のワインを飲むことが有益である。」 [q.2]
- 1ῥωννύναι
直前チャンクの末尾にある前置詞句 μετὰ τοῦ καὶ(〜に加えて)に導かれる不定詞。主節の動詞ではなく、ワインの効能として「体力を強めること」を並列している。
- 1ὅσον τεσσάρων σταδίων διελθεῖν
4スタディオンの距離を歩くのに要する時間を示すことで、食後から飲酒・嘔吐までの待機時間を表現している。不定詞 διελθεῖν は程度や結果を表す。
- 1εἰρηκότος αὐτοῦ
原著者を意味する αὐτοῦ を主語とする絶対属格。文全体の主節は ἡμᾶς δεῖ στοχάζεσθαι であるが、その間に多くの修飾語句や挿入句が挟まるため、主節の主動詞との係り受けを意識して読む必要がある。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(22 件・最終 2026-09-16)
- 2026-09-16 OCRの誤りの修正 — 原文 22 件
