Humanitext Reader

盖伦 · 给癫痫病童的建议 §5

散步安排与晚餐肉类及鱼类的选择

第 6 段,共 7 段 · 希腊语

内容简介

作者建议在学习前后散步,并指导了晚餐的具体食材选择,包括禽肉、猪肉、鱼类和豆类等,同时建议避免食用难消化且会浓稠体液的食物。

§5Μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα παραγίνεσθαι.
在此之后,我命令他在上课前稍作休息,静静地散步。
καὶ μὲν δὴ καὶ ἀπαλλαγέντα τῶν μαθημάτων, αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας προσφέρεσθαι, τῶν δ’ ἄλλων ἕκαστον ὡς εἴρηται, κρέας μὲν ἁπάντων σχεδὸν τῶν πτηνῶν, πλὴν ὅσα λιμναῖαι.
而且,在下课之后,我也要求他在晚餐前再次散步,然后以此种方式摄入面包剩余的两份,而对于其他食物,则如前所述各自摄入,几乎所有鸟类的肉,除了那些生活在沼泽之中的。
τῶν τετραπόδων δὲ μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκρέοις τε καὶ τῇ γαστρὶ, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ καὶ τῶν ἐρίφων, ἔστι δ’ ὅτε καὶ τῶν λαγωῶν, ἁπάντων ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης.
至于四足动物,最理想的是完全不吃;但如果确实有时需要食用,对于家猪应当食用其肢体末端和胃,对于野猪则也可以食用其肉,并且还要品尝小山羊肉,有时也可以吃野兔肉,所有这些都应当是简单调味或者在没有油脂焦煳味的情况下烤制的。
τὸ δ’ ἁπλῶς  ἐστὶ δι’ ὕδατος ἄνηθον ἔχοντος ἥδυσμα καὶ πράσον, ἔλαιόν τε καὶ ἅλας.
而所谓“简单调味” 是指用水,其中含有莳萝作为调料,以及韭葱、橄榄油和盐。
ὡς δ’ ἄνευ κνίσης ὀπτηθείη κρέας καλῶς, τὸν παρ’ ἡμῖν ἐθεάσω κλίβανον.
至于如何能在没有油脂焦煳味的情况下把肉烤好,你已经看过我们那里的烤炉了。
ὅσα δὲ θαλάττια, τὰ μὲν ὄστρεια σύμπαντα μοχθηρὰ, τῶν δ’ ἰχθύων οἱ πετραῖοι μὲν ἄριστοι πάντων, ἅπτεσθαι δὲ δεήσει καὶ τῶν πελαγίων.
在海产中,所有的贝类都是有害的,而鱼类中,岩礁鱼类是最好的,但也有必要接触远洋鱼类。
ἡ νάρκη δὲ μόνη σχεδόν τι τῶν μαλακίων ἐπιτήδειος.
在软体动物中,几乎只有电鳐是适宜的。
ὀσπρίων δὲ πτισάνη μὲν πρώτη, φακῆ δὲ καὶ χόνδρος καὶ πίσον ἐφεξῆς τῇδε, τὰ δ’ ἄλλα μοχθηρά.
在豆类和谷物制品中,大麦粥居首位,扁豆、粗麦和豌豆紧随其后,其他的则是有害的。
καθόλου δ’ εἰπεῖν ὅσα γλίσχρα καὶ παχύχυμα καὶ φυσώδη καὶ περιττωματικὰ καὶ δύσπεπτα, καθότι καὶ πρόσθεν ἐλέγετο φυλάττεσθαι πάντα.
总而言之,所有粘稠的、产生浓厚汁液的、易产气的、多余产物的、难消化的食物,正如之前所说,都必须予以避免。
τὰ μὲν ὄστρεα καὶ τὰ σελάχη καὶ οἱ βολβοὶ καὶ κοχλίαι καὶ τυροὶ καὶ μύκητες καὶ τὰ βόεια κρέα καὶ τῶν ὠῶν τὰ κατεψηθέντα δύσπεπτα μέν ἐστι, ἀλλὰ καὶ παχεῖς ἐργάζεται τῶν ἐσθιόντων ταῦτα τοὺς χυμούς.
贝类、软骨鱼类、球根、蜗牛、奶酪、蘑菇、牛肉以及煮熟的蛋确实难消化,而且还会在食用者体内产生浓厚的汁液。
ὁ χόνδρος δὲ καὶ τὰ χοίρεια κρέα χρηστοῦ μὲν αἵματός ἐστι γεννητικὰ, ἀλλὰ γλίσχρου.
粗麦和猪肉能产生好血,但具有粘性。
τὰ δὲ λιμναῖα πάντα περιττωματικὰ, φυσώδη τε τὰ ὄσπρια, καὶ μάλιστα κύαμοί τε καὶ ἐρέβινθοι, καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα φυσώδης ἐστὶν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι.
所有沼泽生物都易产生残留物,豆类也易产气,特别是蚕豆和鹰嘴豆;而大麦粥如果未被彻底煮熟也是易产气的,因此要么将其彻底煮熟,要么不使用它。
καὶ ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ φυσῶδες.
而扁豆如果煮得好,也会消除其所有的产气性质。
ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῇ, παχὺν ὑποτρεφούση χυμόν.
但不应过量食用它,因为它会逐渐滋生浓厚的汁液。
εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτ’ ἐστὶ παραγγέλματα.
对于每日的饮食而言,这些指示已经足够了。

词汇与语法注释

  1. 493διαλιπόντα — διαλείπω(空出时间)的不定过去时主动分词单数阳性宾格。它修饰不定式 περιπατῆσαι 的暗含宾格主语(即男孩)。
  2. 31τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας — 鉴于在早餐时已食用了面包的三分之一(μία μοῖρα),此处指在晚餐(δεῖπνον)时摄入“剩余的两份”(三分之二)。
  3. p.373ἁπάντων ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης — 属格独立结构。使用完成时被动分词(ἠρτυμένων 和 ὠπτημένων),与暗含的肉类属格(κρεῶν)一致,用以说明烹饪条件。
  4. p.374χρηστοῦ μὲν αἵματός ἐστι γεννητικὰ, ἀλλὰ γλίσχρου — 形容词 γεννητικά(具产生能力的,中性复数主格)支配属格 αἵματος(血液)。属格 γλίσχρου 同样修饰 αἵματος,起对比限定作用(“但却是粘稠的[血液]”)。

引用这一段

盖伦, 给癫痫病童的建议 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。