Humanitext Reader

盖伦 · 给癫痫病童的建议 §4#2

禁食致头部沉重之物与海葱醋蜜的功效

第 5 段,共 7 段 · 希腊语

内容简介

著者建议避免食用会影响头部的燥热食物,阐明了用海葱调制的醋蜜之功效,并指出为了防止孩子因过度禁食而暗中暴食,应当适度允许他们食用危害较小的食物。

§4#2ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα τὴν κεφαλὴν συμπληροῖ, καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον.
属于这一类的还有所有那些因其温热而使头部胀满的食物,例如葡萄酒、芥末、岩芹、胡萝卜、洋葱和亚历山大草。
ταῦτα μὲν καὶ πέρα τοῦ δέοντος ἐστὶ καυσώδη τε κακόχυμα.
这些食物确实甚至超出了必要的限度,既燥热又产生坏汁液。
τὸ δὲ νᾶπυ καίτοι γ’ ἐπιτηδειότατον ὑπάρχον ὅσον ἐπὶ τὸ τέμνειν τοὺς χυμοὺς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον.
至于芥末,尽管在切削汁液方面最为适宜,但由于它会影响头部,所以应当避免。
ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κᾂν εἰ καθ’ ἑκάστην ἡμέραν βούλοιο.
但对于醋蜜,即使你希望每天使用,也可以放心地使用。
δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ λαμβάνεσθαι καί τινα ταρίχη τῶν μικρῶν, ἐλαίου δηλονότι παραχεομένου βραχέος, εἰς ὅσον ἡδῦναι προσήκει τὸ ὄψον.
还可以用它来食用刺山柑和一些小咸鱼,当然要浇上少许橄榄油,分量以能使这道配菜美味为度。
ἀλλὰ τοῦτο μὲν ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς τῆς διαθέσεως.
事实上,这就像是针对这种病症本身的一种药物。
καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες ἤδη σκιλλητικὸν, ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων· θάτερον ἐφ’ ἑκάστῃ κελεύω λαμβάνειν ἡμέρᾳ, λέγω δὲ τὴν κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον.
如果那醋是用海葱调制的,效果就更好了,如今大家通常称之为海葱醋,如果说还有什么其他推荐,我首先推荐这些;我命令每天应当摄入这两者之一,也就是指刺山柑或者配有醋蜜的咸鱼。
εἰ δὲ καὶ πίνειν ἐθελήσειεν ὁ παῖς ὀξύμελι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον, οὐκ αὐτοσχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν ἀμφοτέρων.
如果孩子也想喝醋蜜,那应当是预先调制好并备用的,而不是在当时临时用两种生的原料即兴混合而成的。
ὡς δὲ χρὴ σκευάζειν αὐτὸ, γεγράψεται μετ’ ὀλίγον.
至于应当如何调制它,稍后将会写到。
ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ ἥδιον οὕτω γένοιτ’ ἄν· καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω, θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῷ χρῆσθαι πολλάκις, εἰ θάλπος γε ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ.
应当用较多的水来稀释它;因为这样做也会更可口;在冬天应当温服,而在夏天,如果确实酷热难耐且口渴剧烈,而服用者并非完全不习惯喝冷饮,那么经常冷服也没有任何妨碍。
τά τε γὰρ ἄλλα καὶ ἀδιψότατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ καὶ μᾶλλον εἰ ὕδατι ψυχρῷ κεραννύοιτο.
因为在其他方面,不太甜的醋蜜最能解渴,如果用冷水稀释就更是如此。
καί μοι πολλάκις ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην κάθαρσιν, οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι, πλὴν τὰ περὶ τὴν δόσιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ φαρμάκου.
对我来说,在进行第一次排泄之后,完全治愈一个患有癫痫的孩子,往往只需要改变醋蜜的给药剂量和该药物的使用,而无需对原本的饮食作任何改变。
ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός σου, μήτ’ εἰς ὅσον ἰσχύος ἥκει τὸ πάθος οἶδα, μήτ’ αὐτὸς ἐφεστάναι μέλλω παρὼν, οὐκ ἔχω μαντεύσασθαι τίνων ἐλαχίστων τὸν ἀριθμὸν δεῖται βοηθημάτων, ἀλλ’ ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι.
但是,既然我既不了解你孩子的体质,也不知道病症达到了何种严重的程度,我自己也无法在场亲自指导,我便无法推测他所需要的最少治疗手段的数量,相反,在我看来,对所有方面都给出建议似乎更好。
μετὰ τοίνυν τὰ γυμνάσια κατὰ τὸ ἄριστον ὀξυμέλιτί τε χρηστέον, ὡς εἴρηται, καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας.
因此,在运动之后,在早饭时,应当如前所述使用醋蜜,以及某些蔬菜、橄榄、坚果、新鲜无花果和干无花果,但不要每天同时摄入所有这些。
ἓν γάρ που καὶ ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’ ὑπὲρ τοῦ ποικίλλεσθαι τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι.
因为摄入的食物应当是单一且简单的,但为了使饮食多样化,我正对所有这些进行详细阐述。
κατὰ δὲ τὸν καιρὸν τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος τοῦ παιδὸς, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι νοσήματος ἰάσεως ἕνεκεν, ἀλλὰ καὶ πρὸς τὴν ὅλην ὑγείαν, ὡς καὶ ἡμᾶς ὁρᾷς ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων ἐδεσμάτων.
在这个时候,如前所述,如果孩子渴望,也可以接触其他水果,因为在其他情况下,不仅为了治愈疾病,而且为了整体健康,远离它们确实更好,正如你看到我们自己也几乎不吃所有的时令食物一样。
ἀλλὰ γὰρ οὐ φιλοσόφοις γράφομεν ὑποθήκας διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτ’ ἂν ἦν εὐκταιότατον, οὐκ εἰς τὴν τοῦ πάθους ἴασιν μόνον, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα τοῦ παιδός σου βίον.
然而,我们并不是在为哲学家写健康饮食的指南,尽管对我而言,这不仅为了治愈病症,而且对于你孩子的一生来说,都曾是最值得向往的事。
ἐπιτρεπτέον οὖν αὐτῷ προσφέρεσθαι φανερῶς τε καὶ κατὰ καιρὸν, ὅσα μὴ μεγάλας ἔχει τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπολαβὼν αὐτῶν βλάπτηται μειζόνως.
因此,对于那些没有重大危害的食物,应当允许他公开且在适当的时候摄入,以免他暗中且非时地享用它们,从而受到更大的伤害。
καὶ γὰρ ἀθρόως καὶ πλειόνως ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι μὴ χρῆσθαι.
因为那些被公开禁止使用的人,往往会一次性且更多地用渴望之物填饱肚子。
ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ τῶν οὐκ ἐπιτηδείων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῷ προσήκοντι μέτρῳ προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπιθυμίαν ἀκαίρως ἀναγκασθῆναι πλείω τε ἅμα καὶ λάβρως προσενέγκασθαι.
正因如此,对于许多不适宜的食物,只要危害不大,我便允许孩子们公开、适时且适量地摄入,这总好过由于强烈的渴望而被迫在非时一次性贪婪地摄入更多。
τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω διατετάχθω.
那么,关于食物的规定就应当这样安排。

词汇与语法注释

  1. ¦492¦ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων· — 关系代词 ὅπερ 指代前文提到“用海葱的调制(海葱醋)”。主句中省略了表示“赞赏、推荐”的动词(如 ἐπαινῶ 或 προκρίνω)。插入语 εἴπερ τι καὶ ἄλλο 是一个惯用表达,意为“如果说还有什么其他推荐(即胜过其他任何事物)”,与随后的 καὶ 一起起到了强调作用。
  2. ¦p.372¦μᾶλλον ἢ ὥστε ... ἀναγκασθῆναι — 此结构结合了比较级 μᾶλλον、连词 ἤ 以及引导结果不定式的 ὥστε。它表示对比性的结果:“与其结果由于(强烈的渴望被迫在非时暴食),倒不如(公开、适时且适量地提供)”,表明公开适度提供比产生该后果更为可取。

引用这一段

盖伦, 给癫痫病童的建议 §4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。