§6Τῷ δὲ διὰ τῆς σκίλλης φαρμάκῳ τῷ πρὸς ἡμῶν σοι δεδομένῳ μετὰ τὴν κάθαρσιν, ἣν εἰσβάλλοντος τοῦ ἦρος ἠξίωσα γενέσθαι, χρήσεται καθ’ ἑκάστην ἡμέραν ὁ υἱός σου, πρὶν εἰς τὴν παλαίστραν ἀπιέναι, καὶ εἰ μὴ μεγάλη τις εἴη πάνυ καὶ σκιῤῥώδης ἡ νόσος ἐν τεσσαράκοντα ταῖς πάσαις ἡμέραις ἐλπίζειν ἐπὶ τῷδε τῷ φαρμάκῳ τελέως αὐτὴν καταστήσασθαι, ὡς ἔγωγε μυρίους ἤδη παῖδας ἰασάμην οὕτως, μηδὲν δεηθεὶς ἑλλεβόρου.
你的儿子每天在去角力学校之前,都应当使用我们在春季开始时要求进行的排毒之后给予你的、用海葱制成的药物;除非疾病非常严重且硬化,否则在此药物的作用下,完全可以期待在整整四十天内得到彻底恢复,正如我自己已经用这种方法治愈了无数的孩子,而完全不需要任何藜芦。
χρὴ δὲ μετὰ τὴν κάθαρσιν πρὸ τοῦ χρῆσθαι τῷ φαρμάκῳ πιεῖν ἀψίνθιον καὶ ἅπαξ που καὶ δίς.
然而,在排毒之后和使用该药之前,有必要喝一到两次苦艾。
ὀξύμελι δὲ τὸ μὲν ὀξύτατον τέταρτον ἔχει μέρος τοῦ ὄξους ὡς πρὸς τὸ μέλι. παραλαμβάνει δὲ τὸ γλυκύτατον ὄγδοον.
至于醋蜜,最酸的比例是醋占蜂蜜的四分之一;而最甜的则取八分之一。
τὰ δ’ ἄλλα τὰ μεταξὺ μέτρα καθ’ ὅσον ἂν ἑκατέρῳ τῶν ἄκρων προσκεχώρηκε, κατὰ τοσοῦτον ὀξύτητος ἢ γλυκύτητος μετέχει.
其他介于其间的比例,则根据它们接近两极中哪一端的程度,而分有相应程度的酸味或甜味。
χρὴ δὲ καὶ ἑψεῖσθαι πάντως αὐτό· καὶ γὰρ ἑνωθείη οὕτως ἂν ἀκριβῶς ἄμφω τὰ μιχθέντα, καὶ τὸ σφοδρὸν τῆς τοῦ ὄξους δυνάμεως καθαιρεθείη καὶ τὸ φυσῶδες ἐν τῷ μέλιτι κολασθείη.
而且,它绝对需要被煮沸;因为这样混和的两者才能精确地结合在一起,醋之力量的烈性可以被削弱,而蜂蜜中易产气的性质也可以被抑制。
καὶ γὰρ δὴ καὶ τὸν ἀφρὸν αὐτοῦ πάντως ὁ ἕψων ἀφαιρήσει.
因为,煮它的人必然会完全除去它的泡沫。
κατὰ δὲ τὴν Ἑλλάδα καὶ τὰς πλείστας τῶν νήσων οἶδα καὶ τὸ ἐκ τῶν κηρίων σκευαζομένων ὀξύμελι.
在希腊和大多数岛屿上,我也知道有从蜂巢中制备的醋蜜。
καί σοι καὶ τούτῳ χρῆσθαι πάρεστιν ἀδεῶς καὶ μάλιστα θέρους, Ἀθήνῃσί γε διατρίβοντος τοῦ παιδός.
你也可以毫无顾虑地使用它,特别是在夏天、孩子逗留在雅典的时候。
ὁπηνίκα δὲ χρὴ γλυκύτερον ἢ ὀξύτερον αὐτὸ διδόναι καὶ ὑδαρέστερον καὶ ἀκρατέστερον, οὐκ ἐμὸν ἔτι τοῦτο διελεῖν, ὥσπερ οὐδὲ ἄλλα πολλὰ τῶν κατὰ μέρος, ἀλλὰ τοῦ παρόντος τε καὶ θεωμένου τὸ θεραπευόμενον σῶμα καὶ δυναμένου τεκμήρασθαι περὶ τῆς τῶν χυμῶν διαθέσεως.
但是,什么时候应当给它更甜或更酸,以及更稀或更浓,这不再是我需要判断的事情,正如许多其他细节问题一样,而更应该是那些在场并观察被治疗身体、并能推测体液状况的人的任务。
ἐπὶ μὲν γὰρ τοῖς παχέσι καὶ γλίσχροις ὀξυτέρῳ τε καὶ ἀκρατεστέρῳ χρηστέον, ἐπὶ δὲ τοῖς μὴ τοιούτοις ὑδαρεστέρῳ καὶ γλυκυτέρῳ.
因为对于浓稠和粘性的体液,应该使用更酸、更浓的醋蜜,而对于不是这种情况的,则应该使用更稀、更甜的。
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα σύμπαντα τὰ εἰρημένα ταῖς ἐφημέροις τοῦ σώματος καταστάσεσι, συμμεταβάλλεσθαί τε καὶ ποικίλλεσθαι προσήκει, καθάπερ καὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν.
以同样的方式,所有其他提到的事物也应当根据身体每日的状况而相应改变和多样化,就像所有其他疾病一样。
ὅθεν οὐδ’ εἰ μυρίας τις ὑποθήκας γράφοι μή πω κατὰ τὴν θεραπευτικὴν μέθοδον ἠσκημένῳ, κἀκεῖθεν τετεχνημένῳ τὴν ψυχὴν, ἱκανὸν ἂν ἐργάσαιτο θεραπευτικὴν τὸν τοιοῦτον οὐχ ὅπως οὐ μεγίστων νοσημάτων, ἀλλ’ οὐδὲ τῶν σμικροτάτων οὐδενός.
因此,即使有人为那些尚未在治疗方法上得到训练、灵魂尚未借此在技术上得到塑造的人写下无数的指示,他也不可能使这样的人能够治疗哪怕是最轻微的疾病,更不用说最严重的疾病了。
ἔδειξα δ’ ἐναργῶς αὐτὸ πολλάκις ἐγὼ καὶ ἕλκη χρόνια καὶ ὀφθαλμῶν διαθέσεις, διὰ τῶν αὐτῶν ἰασάμενος φαρμάκων, οἷς οἱ πρόσθεν ἰατροὶ χρώμενοι μηδὲν ἤνυον.
我自己也经常清楚地表明这一点,通过使用以前的医生使用却毫无效果的同种药物,治愈了慢性的溃疡和眼部疾患。
ὁ γάρ τοι καιρὸς τῆς χρήσεως ἑκάστου, καθάπερ Ἱπποκράτης ἔλεγε, μέγα τὸ ποσὸν εἰς δύναμιν εὐστόχως συναρμοσθὲν, τὰ λοιπὰ τῆς ὠφελείης ἐστί.
因为,正如希波克拉底所说,每种药物使用的时机,在分量与效能上得到精准契合,正是治疗效果的关键所在。
τὰ δὲ φάρμακα μᾶλλον βοηθημάτων ὗλαί εἰσιν ἢ βοηθήματα, καθάπερ καὶ τοῦτο τοῖς ἀρίστοις ἰατροῖς ἅπασιν ὡμολόγηται.
药物更多是治疗手段的原材料,而不是治疗手段本身,正如所有最优秀的医生也都同意这一点。
καί μοι τετελεύτηκεν ὁ λόγος εἰς ταὐτὸν ὅθεν περ καὶ ἤρξατο, μηδὲ τοὐλάχιστον ἐπιδείξασθαι δύνασθαι καλῶς τὸν ἰδιώτην μεταχειρίζεσθαι, ἀλλὰ χρῄζειν ἐπιστατοῦντος τοῦ τεχνίτου.
我的论述又回到了它开始的同一个地方,即外行甚至无法妥善处理最小的治疗,而是需要专业技术人员的指导。
ἐπειδὴ δὲ οἱ πολλοὶ φαύλως τὸν χυλὸν τῆς σκίλλης ἐκλαμβάνουσιν, ἀξιώσαντί σοι μαθεῖν ὅπως ἐγὼ τοῦτο πράττω, προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ.
但是,由于许多人粗糙地提取海葱的汁液,应你了解我如何做到这一点的要求,我将在论述中加入其制备方法。
τῶν μελιτηρῶν ἀγγείων, οὕτως δὲ ὀνομάζουσιν οἱ Ἕλληνες ἐξ ὧν ἐκενώθη μέλι, παρασκευάσας ἐμβάλλω σκίλλαν, εἰς λεπτὰ διατρίψας ταῖς χερσὶν, εἶτα πωμάσας στεγανῷ πώματι καὶ περιθεὶς ἔξωθεν ὅλῳ τῷ σώματι τοῦ ἀγγείου δέρμα καὶ δήσας ἀκριβῶς, ἐν χωρίῳ κατατίθημι πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπτομένῳ δὲ ὑπὸ τῶν βορείων πνευμάτων, ὡς μηδὲ ὅλως ὑπ’ αὐτῶν καταπνεῖσθαι.
准备一个“蜜罐”——希腊人如此称呼那些倒空了蜂蜜的容器——在用手将海葱揉碎成细片后放入其中;然后盖上密封的盖子,在整个罐体外面裹上皮革并精确地绑紧,将其放置在朝向南方但避开北风的地方,使其完全不被北风吹到。
ποιῶ δὲ τοῦτο κατ’ ἐκείνην τοῦ ἔτους τὴν ὥραν, ἐν ᾗ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἅπαντες Ἕλληνες πεπιστεύκασιν.
我在一年中所有希腊人都相信天狼星升起的那个季节进行此项工作。
αὗται δέ εἰσιν ἡμέραι τεσσαράκοντα, πρὸ μὲν αὐτῆς τῆς ἐπιτολῆς εἴκοσι, ἴσαι δὲ αὐταῖς τὸν ἀριθμὸν αἱ μετ’ αὐτὴν, ἀτρέμα δέ πως ἔν τισι αὐτῶν ὑπαλλάττων τὴν θέσιν τοῦ κεραμίου, θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος, εἶτα μετὰ τὸν χρόνον τοῦτον λύσας, εὑρίσκω τὸ ἀγγεῖον ἑψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης ἔχον, ἐξεῤῥυηκότα δέ τινα καὶ χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι καλλίστῳ καὶ δίδωμι τούτῳ καθ’ ἑκάστην ἡμέραν ἓν κοχλιάριον μεστὸν, τοῖς μὲν παιδίοις μικρὸν, τοῖς τελείοις δὲ μέγα.
这是四十天,在升起之前有二十天,升起之后有相同数量的天数。 在这期间的某些日子里,我稍微改变陶罐的位置,希望它在各个部分都能均匀受热;然后,在此时间之后,解开绑定,我发现罐中海葱的肉质部分处于非常类似于被煮熟的状态,并流出了一些汁液,我将其收集起来并用最优质的蜂蜜调甜,每天给他一满勺,儿童用小勺,成人用大勺。
καὶ μέντοι καὶ τὸ σωματῶδες ὅλης τῆς σκίλλης κόψας ἀκριβῶς καὶ λειώσας μετὰ μέλιτος, δίδωμι κᾀκ τούτου κοχλιάριον ἓν, ὡς προείρηται.
事实上,将整个海葱的固体部分彻底捣碎并与蜂蜜一起调匀,如前所述,也给一勺。
δεύτερον τῇ δυνάμει τοῦτο γίνωσκε τοῦ πρόσθεν εἰρημένου.
须知在效能上,这比上面提到的第二种要弱。
ὅσοι δὲ ἑψήσαντες ἐν ὕδατι τὴν σκίλλαν λειοῦσιν, ἐκλύουσι τὴν δύναμιν αὐτῆς, ὥσπερ ὅσοι δι’ ὄξους, ἰσχυρὸν μὲν σφοδρῶς ἐργάζονται τὸ φάρμακον, οὐκ ἀβλαβὲς δὲ τῶν νεύρων.
至于那些用水煮海葱然后调匀的人,他们削弱了它的力量;而那些用醋制备的人,虽然使药力变得极其强大,但对神经并非无害。