§5Μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα παραγίνεσθαι.
その後、少し時間を空けて静かに散歩することを、勉強に行く前に(私は)命じる。
καὶ μὲν δὴ καὶ ἀπαλλαγέντα τῶν μαθημάτων, αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας προσφέρεσθαι, τῶν δ’ ἄλλων ἕκαστον ὡς εἴρηται, κρέας μὲν ἁπάντων σχεδὸν τῶν πτηνῶν, πλὴν ὅσα λιμναῖαι.
また、勉強から解放された後にも、夕食の前に再び散歩することを私は求め、そしてそのようにしてパンの残りの二つの部分を摂取し、他のものについてはそれぞれ言及されたように、ほぼすべての鳥類の肉、ただし沼地にすむものは除いて(摂取すべきである)。
τῶν τετραπόδων δὲ μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκρέοις τε καὶ τῇ γαστρὶ, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ καὶ τῶν ἐρίφων, ἔστι δ’ ὅτε καὶ τῶν λαγωῶν, ἁπάντων ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης.
四足獣については、最も望ましいのはすべてから遠ざかることであるが、もしどうしてもいつか用いる必要があるならば、飼育された豚については肢の先端部と胃を、野生の豚についてはその肉をも用い、子山羊をも味わい、時にはノウサギをも味わうべきである。 これらはすべて、単純に味付けされるか、あるいは脂の焦げる匂いなしに焼かれたものであるべきである。
τὸ δ’ ἁπλῶς ἐστὶ δι’ ὕδατος ἄνηθον ἔχοντος ἥδυσμα καὶ πράσον, ἔλαιόν τε καὶ ἅλας.
そして「単純に」というのは、ディルを調味料として含み、ポロネギ、オリーブオイル、塩を含む水によるものである。
ὡς δ’ ἄνευ κνίσης ὀπτηθείη κρέας καλῶς, τὸν παρ’ ἡμῖν ἐθεάσω κλίβανον.
どのようにすれば肉が脂の焦げる匂いなしに美味しく焼けるかについては、あなたは私たちのところにあるオーブンを見たことがあるはずだ。
ὅσα δὲ θαλάττια, τὰ μὲν ὄστρεια σύμπαντα μοχθηρὰ, τῶν δ’ ἰχθύων οἱ πετραῖοι μὲν ἄριστοι πάντων, ἅπτεσθαι δὲ δεήσει καὶ τῶν πελαγίων.
海のもののうち、貝類はすべて有害であり、魚類のうちでは岩礁にすむ魚が何よりも優れており、外洋の魚も摂取する必要があるだろう。
ἡ νάρκη δὲ μόνη σχεδόν τι τῶν μαλακίων ἐπιτήδειος.
軟体動物のうちではシビレエイだけがほぼ適している。
ὀσπρίων δὲ πτισάνη μὲν πρώτη, φακῆ δὲ καὶ χόνδρος καὶ πίσον ἐφεξῆς τῇδε, τὰ δ’ ἄλλα μοχθηρά.
豆類(穀物製品)のうちでは大麦粥が第一であり、レンズ豆、粗挽き小麦、エンドウ豆がこれに次ぎ、それ以外は有害である。
καθόλου δ’ εἰπεῖν ὅσα γλίσχρα καὶ παχύχυμα καὶ φυσώδη καὶ περιττωματικὰ καὶ δύσπεπτα, καθότι καὶ πρόσθεν ἐλέγετο φυλάττεσθαι πάντα.
総じて言えば、粘り気があり、体液を濃くし、ガスを生じさせ、老廃物を多く生じさせ、消化に悪いものはすべて、以前にも言われていたように避けるべきである。
τὰ μὲν ὄστρεα καὶ τὰ σελάχη καὶ οἱ βολβοὶ καὶ κοχλίαι καὶ τυροὶ καὶ μύκητες καὶ τὰ βόεια κρέα καὶ τῶν ὠῶν τὰ κατεψηθέντα δύσπεπτα μέν ἐστι, ἀλλὰ καὶ παχεῖς ἐργάζεται τῶν ἐσθιόντων ταῦτα τοὺς χυμούς.
貝類、軟骨魚類、球根類、カタツムリ、チーズ、キノコ、牛肉、そして固茹でされた卵は、消化に悪いだけでなく、これらを食べる人々の体液を濃くする。
ὁ χόνδρος δὲ καὶ τὰ χοίρεια κρέα χρηστοῦ μὲν αἵματός ἐστι γεννητικὰ, ἀλλὰ γλίσχρου.
粗挽き小麦や豚肉は、良い血液を生み出すが、それは粘り気のあるものである。
τὰ δὲ λιμναῖα πάντα περιττωματικὰ, φυσώδη τε τὰ ὄσπρια, καὶ μάλιστα κύαμοί τε καὶ ἐρέβινθοι, καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα φυσώδης ἐστὶν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι.
また、沼地にすむものはすべて老廃物を生みやすく、豆類はガスを生じやすく、特にソラマメやヒヨコマメがそうであり、大麦粥も十分に煮込まれていなければガスを生じるため、これもよく煮るか、あるいは用いないかのどちらかにすべきである。
καὶ ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ φυσῶδες.
また、レンズ豆もよく煮られれば、そのガスを生じる性質をすべて失う。
ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῇ, παχὺν ὑποτρεφούση χυμόν.
しかし、それを過剰に摂取すべきではない。 なぜならそれは濃い体液を徐々に育むからである。
εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτ’ ἐστὶ παραγγέλματα.
日々の養生法については、これらの指示で十分である。