§4#1Μετὰ δὲ ταῦτα πρὸς τὸ ἄριστον ἰέναι, καί τι πρό γε αὐτοῦ τῶν λαπαττόντων τὴν γαστέρα λαχάνων, ἢ καὶ ταρίχους, ἢ πτισάνης, ἢ ἐλαίων ἅμα τῷ τρίτῳ μέρει τοῦ ἄρτου προσενεγκάμενον, εἰς τὸ δεῖπνον ἀποθέσθαι τὰ λοιπὰ δύο μέρει μετὰ τῶν ἰσχυροτέρων ὄψων.
在这些之后应当去吃早饭,而且在早饭之前,摄入一些可润肠通便的蔬菜,或者咸鱼,或者大麦粥,或者橄榄,并配以三分之一分量的面包,而将其余的三分之二分量留给晚饭,搭配更强健的配菜。
εἰρήσεται δὲ τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα.
关于那些更强健的配菜,在稍后我首先讲完所有可以无害摄入的食物之后,将会在不久后予以说明。
λαχάνων οὔτε θριδακίνης οὔτε μαλάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν εἴργεσθαι κελεύω, λαμβάνειν δ’ οὐκ ἀεὶ μὲν ταὐτὸ, ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον.
在蔬菜中,我并不命令完全禁绝莴苣、锦葵、滨藜或苋菜,但不要总是吃同一种,而应时而吃这种,时而吃那种,适量摄入。
ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ καὶ τὸ τεῦτλον καὶ κράμβη.
甜菜和甘蓝也属于同一种类。
χρὴ γὰρ καὶ τούτων ἀπογεύσασθαι τὰ σύμμετρα.
因为这些也应当适量尝一点。
πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου προσάψασθαί ποτὲ συνοίσει καὶ τῶν ὀπωρῶν ὅσαι μὴ παντάπασιν ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν.
有时接触韭葱、芹菜和亚历山大草也会有益,而在水果中,凡是本性上并非完全生涩且难消化的,也是如此。
ἴσχουσί τε γὰρ τινα περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων σιτίων.
因为它们会使它们自身以及其他食物的某些多余废物留滞在体内。
τά τε οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ τινα τούτοις ἔοικεν, ἀλύπως διέξεισι, καὶ ἡ καλουμένη κολοκύνθη τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ πέπονες οἱ σίκυοι.
因此,桑椹、所谓的杏、无花果以及任何与这些相似的水果,都会无痛地通过,而所谓的西葫芦也不亚于任何最温和的蔬菜,熟甜瓜也是如此。
μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι.
因为凡是不属于此类的都是有害的。
καὶ βοτρύων πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῷ παιδὶ, μήλων δὲ καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις προσφέρεσθαι, καὶ ταῦτα μὴ μόνον ἐπὶ τοῦ δένδρου κατειργασμένα καλῶς, ἀλλὰ καὶ μετὰ τὴν ἀφαίρεσιν ἐπὶ τῆς οἰκίας.
应当允许孩子有时食用成熟的葡萄,但苹果和梨应当极少且罕见地提供,而且这些不仅要在树上发育良好,还要在采摘后在屋里。
εὖ γὰρ εἰδέναι χρὴ περὶ τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων ἀκροδρύων ὡς οὐδὲν ὅμοιον ἔχει τοῖς παλαιοῖς τὰ πρόσφατα, δύναται δὲ ἀποτίθεσθαι μῆλά τε καὶ ἄπια καὶ τὰ πλεῖστα τῶν ἀκροδρύων καὶ τὰ δαμασκηνὰ προσαγορευόμενα καὶ αἱ ἰσχάδες.
因为应当清楚知道,对于适合储藏的水果而言,新鲜的与陈年的毫无相似之处,而苹果、梨、大多数水果、所谓的李子以及干无花果都是可以储藏的。
τούτου τοῦ γένους εἰσὶ καὶ βάλανοι τῶν φοινίκων, ὧν οὐδ’ εἴργω τελέως, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρια προσφέρεσθαι συγχωρῶ.
属于这一类的还有椰枣,我并不完全禁止食用,而是允许在适当的时候适量提供。
τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἤ πολλὰ φυλάττεσθαι συμβουλεύω, καθόλου δ’ εἰπεῖν ὅσα κακόχυμα τῶν ἐδεσμάτων εἰσὶν, ἢ ἐπέχοντα τὴν κοιλίαν, ἢ φυσώδη καὶ δύσπεπτα συνεχῶς, ἢ πλείω τοῦ καιροῦ προσφερόμενα, βλάπτειν εἴωθεν οὐ τοῦτο τὸ νόσημα μόνον, ἀλλὰ καὶ τἄλλα σύμπαντα.
但我建议避免每天或大量食用。 总的来说,凡是具有坏汁液的食物,或使大便滞涩的,或不断产生气体且难消化的,或非时提供的,通常不仅会伤害这一种疾病,而且会伤害所有其他疾病。
καὶ μέχρι γε τοῦδ’ ἥκων ὁ περὶ τῆς διαίτης λόγος ἑτέροις ἂν κοινὸς εἴη πολλοῖς ἀῤῥωστήμασιν.
而关于饮食的论述,进行到这里,对许多其他疾病也是共通的。
ὁ δὲ τοῦ πάθους ἴδιος καὶ ἐξαίρετος ἐν τῷ φυλάττεσθαι μάλιστα τὰ φλεγματικὰ τῶν ἐδεσμάτων.
但针对这种病症所特有且格外的要求,在于尤其要防范产生粘液的食物。
ὅθεν οὐδὲ τοῖς ἄλλοις μὲν ἀλύποις, γλίσχρον δέ τινα χυμὸν, ἢ ψυχρὸν ἢ παχὺν ἔχουσιν, ἐγχρονίζειν προσήκει.
因此,对于其他方面虽无害、但具有某种黏稠、寒冷或浓厚汁液的食物,也不宜长期使用。
τοιαῦτα δέ ἐστιν ἀτράφαξύς τε καὶ βλίτον καὶ μαλάχη, ὧν οὐκ εἴργομεν ἅπτεσθαι, διὰ παντὸς δ’ ἐν αὐτοῖς καταγίνεσθαι κωλύω.
此类食物包括滨藜、苋菜和锦葵,我们并不禁止接触它们,但我阻止一直沉溺于其中。
τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κολόκυνθαι, καὶ πολὺ δὲ μᾶλλον αὐτῶν οἵ τε σικυοὶ καὶ τὰ μῆλα καὶ ἄπια καὶ πάντων ὅσα φλεγματικὸν καὶ παχὺν ἢ γλίσχρον ἔχει χυμὸν, ἢ ἔδεσμα χείριστον, οἵ τε μύκητες ὀνομαζόμενοι.
属于这一类的还有西葫芦,而远甚于它们的,则是黄瓜、苹果、梨,以及所有具有粘液质、浓厚或黏稠汁液的食物,或者那最糟糕的食物——所谓的蘑菇。
τούτου μέν γε τελέως ἀπέχεσθαι συμβουλεύω, καθάπερ καὶ τῶν γογγυλίδων, ὅσα τε ἄλλα τὴν ῥίζαν ἐδώδιμον ἔχει.
对于这最后一种,我建议完全禁绝,正如芜菁以及其他所有具有食用根部的植物一样。
παχύχυμά τε γάρ ἐστι καὶ δυσκατέργαστα τοὐπίπαν, ὅσα τ’ ἄλλα τοιαῦτα, πλὴν εἴ τινα τούτων ἔχει τι δριμὺ καὶ θερμὸν ἐν ἑαυτοῖς, οἷον οἵ τε δαῦκοι καὶ αἱ ῥαφανῖδες.
因为它们会产生浓厚的汁液,且大体上难以消化,其他此类食物皆是如此,除非其中有些自身含有某种辛辣和温热的性质,例如胡萝卜和萝卜。
ἀλλὰ ῥαφανίδων μὲν ἐκ περιόδου τινος ἡμερῶν οὐ κωλύω γενέσθαι.
不过,对于萝卜,我并不阻止在经过一定天数的周期后食用。
δαύκων δὲ καὶ ἀπέχεσθαι πειρᾶται, καὶ τούτων ἔτι μᾶλλον γογγυλίδων.
但对于胡萝卜,应当尝试避开,而对于芜菁,则应当更加避开。
πλεονάζειν δὲ ἐν τῇ χρήσει τῶν ἐδεσμάτων ὅσα δριμύ τι καὶ τμητικὸν ἔχει χωρὶς ἐπισήμου κακοχυμίας, ἤ τινος ὀδμῆς ἅψασθαι τῆς κεφαλῆς δυναμένης.
然而,应当多加使用那些具有某种辛辣和切削性质的食物,只要它们不带有明显的坏汁液,或任何能够影响头部的气味。