← ガレノス

てんかんの少年への助言

§4#2

頭を重くする食物の忌避と海葱酢の効能

著者は頭を重くする熱い食物を避けるよう指示し、海葱を用いたオキシメリの有用性を説くとともに、厳格すぎる食事制限が子供の反発を招くのを防ぐため、害の少ない食べ物は適度に与えるよう助言する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4#2

ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα τὴν κεφαλὴν συμπληροῖ, καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον. ταῦτα μὲν καὶ πέρα τοῦ δέοντος ἐστὶ καυσώδη τε κακόχυμα. τὸ δὲ νᾶπυ καίτοι γ’ ἐπιτηδειότατον ὑπάρχον ὅσον ἐπὶ τὸ τέμνειν τοὺς χυμοὺς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον. ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κᾂν εἰ καθ’ ἑκάστην ἡμέραν βούλοιο. δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ λαμβάνεσθαι καί τινα ταρίχη τῶν μικρῶν, ἐλαίου δηλονότι παραχεομένου βραχέος, εἰς ὅσον ἡδῦναι προσήκει τὸ ὄψον. ἀλλὰ τοῦτο μὲν ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς τῆς διαθέσεως. καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες ἤδη σκιλλητικὸν, ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων·1 θάτερον ἐφ’ ἑκάστῃ κελεύω λαμβάνειν ἡμέρᾳ, λέγω δὲ τὴν κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον. εἰ δὲ καὶ πίνειν ἐθελήσειεν ὁ παῖς ὀξύμελι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον, οὐκ αὐτοσχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν ἀμφοτέρων. ὡς δὲ χρὴ σκευάζειν αὐτὸ, γεγράψεται μετ’ ὀλίγον. ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ ἥδιον οὕτω γένοιτ’ ἄν· καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω, θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῷ χρῆσθαι πολλάκις, εἰ θάλπος γε ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ. τά τε γὰρ ἄλλα καὶ ἀδιψότατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ καὶ μᾶλλον εἰ ὕδατι ψυχρῷ κεραννύοιτο. καί μοι πολλάκις ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην κάθαρσιν, οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι, πλὴν τὰ περὶ τὴν δόσιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ φαρμάκου. ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός σου, μήτ’ εἰς ὅσον ἰσχύος ἥκει τὸ πάθος οἶδα, μήτ’ αὐτὸς ἐφεστάναι μέλλω παρὼν, οὐκ ἔχω μαντεύσασθαι τίνων ἐλαχίστων τὸν ἀριθμὸν δεῖται βοηθημάτων, ἀλλ’ ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι. μετὰ τοίνυν τὰ γυμνάσια κατὰ τὸ ἄριστον ὀξυμέλιτί τε χρηστέον, ὡς εἴρηται, καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας. ἓν γάρ που καὶ ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’ ὑπὲρ τοῦ ποικίλλεσθαι τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι. κατὰ δὲ τὸν καιρὸν τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος τοῦ παιδὸς, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι νοσήματος ἰάσεως ἕνεκεν, ἀλλὰ καὶ πρὸς τὴν ὅλην ὑγείαν, ὡς καὶ ἡμᾶς ὁρᾷς ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων ἐδεσμάτων. ἀλλὰ γὰρ οὐ φιλοσόφοις γράφομεν ὑποθήκας διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτ’ ἂν ἦν εὐκταιότατον, οὐκ εἰς τὴν τοῦ πάθους ἴασιν μόνον, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα τοῦ παιδός σου βίον. ἐπιτρεπτέον οὖν αὐτῷ προσφέρεσθαι φανερῶς τε καὶ κατὰ καιρὸν, ὅσα μὴ μεγάλας ἔχει τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπολαβὼν αὐτῶν βλάπτηται μειζόνως. καὶ γὰρ ἀθρόως καὶ πλειόνως ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι μὴ χρῆσθαι. ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ τῶν οὐκ ἐπιτηδείων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῷ προσήκοντι μέτρῳ προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπιθυμίαν ἀκαίρως ἀναγκασθῆναι2 πλείω τε ἅμα καὶ λάβρως προσενέγκασθαι. τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω διατετάχθω.

この部類には、ワイン、マスタード、パセリ、ニンジン、タマネギ、スミュルニオンのように、その熱さによって頭を重くするすべてのものも属する。これらは必要以上に燃え立つように熱く体液を悪くするものである。マスタードは、体液を分解することにかけては極めて適しているものの、頭を刺激するので、避けるべきである。しかしオキシメリ(酢蜜)は、毎日でも望むのであれば、安心して用いるべきである。そしてケッパーや、少量の塩漬け小魚をそれとともに摂取することもできるが、おかずを美味にするのに適した程度の少量のオリーブオイルを当然注ぐべきである。しかしこれは、まさにこの病状に対する一種の薬のようなものである。その酢がカイソウ(海葱)を用いて調製されたものであるならなおさらであり、それを皆は普通「海葱酢」と呼んでいるが、私は他の何よりもこれらを勧め、日ごとにそのいずれか一方、すなわちケッパーか、あるいはオキシメリを添えた塩漬け魚を摂取するように命じる。もし子供がオキシメリを飲むことも望むのであれば、それはあらかじめ調製されて用意されたものであるべきで、その場で生のままの両方から即席で混ぜ合わされたものであってはならない。それをどのように調製すべきかは、少し後で書くことにする。そして、より多量の水で薄めるべきである。というのも、そうすればより美味しくなるからである。そして冬には温かくして摂取すべきだが、夏には、もし暑さが厳しく喉の渇きが激しく、かつ摂取する者が冷たいものを飲むことに全く不慣れでないならば、冷たいままでしばしば用いることを妨げるものは何もない。なぜなら、他の点でも、あまり甘すぎないオキシメリは最も渇きを癒すものであり、冷たい水で薄められればなおさらだからである。そして私にとっては、てんかんの子供を最初の瀉下(浄化)の後に完全に治癒させるのに、かつての養生法を何一つ変更せず、ただオキシメリの与え方とこの薬の使い方だけを変えることで十分だったことがしばしばあった。しかし、私はあなたの子供の体質を知らず、病状がどれほどの強さに達しているかも知らず、私自身がそこに立ち会って指導するわけでもないので、必要最小限の治療法がどれほどであるかを推測することはできないが、むしろすべてのことについて指示を与えておくのが良いように思われる。したがって、運動の後に、朝食において、言及したようにオキシメリを用いるべきであり、またいくつかの野菜、オリーブの実、木の実、新鮮なイチジク、干しイチジクも用いるべきであるが、毎日これらすべてを同時に取るべきではない。摂取されるものは何か一つで単純なものであるべきだが、養生法に変化を持たせるために、私はすべてのことについて詳しく説明しているのだ。そしてこの時には、言及したように、子供が望むのであれば、他の木の実も摂取してよい。もっとも、そうでなければ、単に病気の治療のためだけでなく、健康全体のためにもそれらから遠ざかる方がより望ましい。あなたが私たちをも、旬の食べ物のほぼすべてから遠ざかっているのを見ている通りである。しかしながら、私たちは哲学者たちに向けて健康的な養生法の指針を書いているわけではない。もっとも、私にとってそれは、単に病気の治療のためだけでなく、あなたの子供の生涯全体にとっても、最も望ましいことであったろうが。したがって、大きな害のないものについては、公然と、かつ適切な時に摂取することを彼に許すべきである。それは、彼がそれらを隠れて不適切な時に摂取して、より大きな害を受けないようにするためである。なぜなら、公然と使用を禁じられている人々は、望んでいるものを一度に、かつより多く貪り食うものだからである。それゆえに、私は子供たちに対して、適さない多くの食物であっても、大きな害がない限り、公然と、かつ適切な時に、適度な分量をもって摂取することを許す。それは、激しい欲求のために、不適切な時に一度に多くを貪り食うよう強制されるよりはましだからである。食物に関する規定はこのように定められるべきである。

構文注2 件
  1. 4ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων·

    関係代名詞 ὅπερ は先行詞の「海葱を用いた調製(海葱酢)」を指す。主節において「称賛する、勧める」といった意味の動詞(ἐπαινῶ や προκρίνω など)が省略されている。また、挿入句 εἴπερ τι καὶ ἄλλο は「他のいかなるものにもまして」という慣用表現であり、その後に続く καὶ とともに強調を強めている。

  2. 4μᾶλλον ἢ ὥστε ... ἀναγκασθῆναι

    比較級 μᾶλλον と接続詞 ἤ に、結果・程度を表す ὥστε(不定詞伴い)が組み合わさった構文。「(強い欲求から不適切な時に貪り食うよう強制される)ような結果になるよりはむしろ、(公然と適切な時・量で与えること)を望む」という対比的帰結を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-07-22)
  • 2026-07-22 OCRの誤りの修正 — 原文 1 件
urn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:4#2