Humanitext Reader

盖伦 · 论泻药的使用对象、种类及时间 §1.25-1.31

依患部选择排泄途径与体液成熟的考量

第 3 段,共 6 段 · 希腊语

内容简介

阐述根据肝脏炎症部位及各类疾病选择排泄途径的基准、在发作期与宽解期对排泄的控制,以及急慢性疾病中等待体液成熟的重要性与适宜进行清除的患者身体状态。

§1.25ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶϲι, τὴν ἀποκάθαρϲιν ποιούμεθα διὰ μὲν τῆϲ κάτω γαϲτρόϲ, ὅταν ἐν τοῖϲ ϲιμοῖϲ αὐτοῦ γένηται τὸ πάθημα, δι᾿ οὔρων δέ, ὅταν ἐν τοῖϲ κυριτοῖϲ.
当然,对于那些肝脏发炎的人,当炎症成熟(被消化)时,如果病症发生在肝脏的凹面,我们就通过下腹腔进行清除;如果发生在凸面,则通过尿液进行清除。
§1.26οὕτωϲ δὲ κἀπὶ τῶν ἄλλων ἐπιϲκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑϲτίαϲ τινὸϲ ὁρμᾶται τὸ νόϲημα· ταῦτα γάρ ϲοι καὶ τὸν κενωθηϲόμενον ἐνδείξεται | χυμὸν καὶ τὸν τρόπον τῆϲ κενώϲεωϲ καὶ τὸν τόπον δι᾿ οὗ χρὴ κενῶϲαι, καὶ πρὸϲ τούτοιϲ ἅπαϲι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺϲ ὀρώδειϲ τε καὶ λεπτοὺϲ κενώϲειϲ χυμούϲ, ἀναμενεῖϲ δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίϲχρων, οἷοι τὴν φύϲιν εἰϲὶν ὅ τε τοῦ φλέγματοϲ καὶ ὁ τῆϲ μελαίνηϲ χολῆϲ.
同样,对于其他情况,你也要观察过剩的体液以及受害的部位,病症就像从某种炉灶出发一样从该部位产生;因为这些会向你指示将要被排泄的体液、排泄的方式、应当排泄的部位,并且在所有这些之外,还指示时机;因为在开始时你将排泄水样的、稀薄的体液,而对于粘稠和浓厚的体液,你应当等待其成熟,例如本性上粘液和黑胆汁的体液就是如此。
§1.27καὶ ἀπὸ τῶν παροξυϲμῶν δὲ ϲκοπὸν εἰϲ ἔνδειξιν τρόπου κενώϲεωϲ ἕξειϲ, ἐκ μὲν τῶν ἄνω ποιούμενοϲ τὰϲ κενώϲειϲ ἐν τοῖϲ παροξυϲμοῖϲ, ἐκ δὲ τῶν κάτω κατὰ τὰϲ καλουμέναϲ ἀνέϲειϲ·
而且从发作(的时期)中,你也会得到指示排泄方式的线索(目标):在发作期间从上方进行排泄,而在所谓的宽解期(缓解期)则从下方进行排泄。
καὶ γὰρ καὶ αὐτόματα οὕτωϲ ὠφελεῖ, ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν σὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων.
因为甚至自然(自发)发生的情况也是这样有益的:在发作期间许多人呕吐并从鼻腔出血,而在宽解期则有尿液和粪便排出。
§1.28φυλάττεϲθαι δὲ χρὴ μάλιϲτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇϲ κάτω καθαίρειν πολλά· τῆϲ γὰρ ῥοπῆϲ τῶν χυμῶν ἄνω γινομένηϲ, ἡ τοῦ κάτω καθαίροντοϲ | φαρμάκου δύναμιϲ ἐμποδιϲθήϲεται.
但是,当你企图向下方大量清除时,必须特别防范发作日和转折日(危象日)的时间;因为当体液的趋向朝上时,向下方清除的药物的力量将会受到阻碍。
§1.29ἐπὶ δὲ τῶν ἤδη νοϲούντων ἐν μὲν τοῖϲ χρονίοιϲ αἰεὶ δεῖ τὸν πεπαϲμὸν ἀναμένειν· ἐν δὲ τοῖϲ ὀξέϲιν, ὅταν ὀργά, κατ᾿ ἀρχὰϲ οἷόν τε φαρμακεῦϲαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆϲ εὐλαβείαϲ καὶ περιϲκέψεωϲ· κίνδυνοϲ γὰρ οὐ μικρὸϲ ἐν ὀξεῖ νοϲήματι κακῶϲ φαρμακεῦϲαι τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖϲ δυνάμεϲιν εἶναι θερμά, δεῖϲθαι δὲ τὸν πυρετόν, εἰ πυρετόϲ ἐϲτι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπωϲ τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖϲ τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
而对于已经患病的人,在慢性疾病中必须始终等待成熟;但在急性疾病中,当体液激荡时,可以在初期进行药物治疗,并且必须怀着极大的警惕和审慎来进行这件事本身;因为在急性疾病中不当使用药物清除有着不小的危险,因为所有的清除药物在效能上都是温热的,而发热(如果有发热的话),根据它自身的逻辑,需要的不是那些使人干燥和发热的东西,而是与它们最相反的、起滋润和冷却作用的东西。
§1.30οὔκουν οὐδ᾿ αὐτῆϲ ἕνεκα τῆϲ πυρώδουϲ θερμότητοϲ ἡ κάθαρϲιϲ ἡμῖν παραλαμβάνεται (ταύτην γὰρ ἴϲμεν ὅϲον ἐφ᾿ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆϲ τῶν λυπούντων | χυμῶν κενώϲεωϲ γίνεϲθαι τῆϲ βλάβηϲ, ἣν ἐξ ἀνάγκηϲ βλάπτεται τὸ ϲῶμα πρὸϲ τῶν καθαρτικῶν φαρμάκων· ἔϲτι δ᾿ ἡ ὠφέλεια † ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περιϲκέψαϲθαι, εἰ ἐπιτηδείωϲ ὁ κάμνων ἔχει πρὸϲ τὴν τοιαύτην κάθαρϲιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίϲχρων ἢ παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ ἀνεπιτήδειοι.
因此,我们采用清除法并不是为了灼热本身(因为我们知道,就其本身而言,灼热会被清除法所伤害),而是为了那些产生疾病的体液;所以,从令人痛苦的体液的排泄中所获得的益处,必须大于身体由于清除药物而必然遭受的损害;而当所有有害的体液都被排泄时,这种益处就是〔无痛的〕;但为了使这发生,首先必须审视病人是否对这种清除处于适宜的状态;因为那些由于多次消化不良、或由于粘稠或浓厚食物而处于这种状态的人,以及那些下肋部紧张且胀气、或过度炎热和灼热、或者该处内脏有某种炎症的人,所有这些人都对清除不适宜。
§1.31χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺϲ χυμούϲ, ὡϲ ἔνι μάλιϲτα, τοῦ κάμνοντοϲ εὐρουϲτάτουϲ εἶναι, τουτέϲτι λεπτούϲ τε καὶ ἥκιϲηα μετέχονταϲ γλιϲχρότητόϲ τινοϲ, ἀναπεπταμένουϲ τε τοὺϲ πόρουϲ, δἰ ὧν ἡ καθάρϲιϲ μέλλει γενήϲεϲθαι· ταῦτα γὰρ καὶ ἡμεῖϲ προπαραϲκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.
因此,应当消除这些情况,并且病人的体液应当尽可能地易于流动,即稀薄且最少具有粘稠性,并且清除将要通过的通道(孔道)应当被敞开;因为当我们准备清除某人时,我们自己也会预先做好这些准备。

词汇与语法注释

  1. ¦25¦τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων — 此处作为在句首引入话题的独立属格(或表示“关于……”的属格)发挥作用。
  2. ¦27¦κενώϲειϲ — 此为动词 κενόω 的将来直说兵主动第二人称单数形式(κενώσεις,因音变写作 κενώϲειϲ),与后文的将来时动词 ἀναμενεῖϲ 形成平行对称。虽然拼写上与名词 κένωσις 的复数宾格相同,但将其解释为直接支配宾语 χυμούϲ 的动词将来时在语法上更为合理。
  3. ¦30¦τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖϲ δυνάμεϲιν εἶναι θερμά — 由表示原因、理由的与格冠词 τῷ 引导的带冠词不定式结构。不定式 εἶναι 的逻辑主语为 πάντα ... φάρμακα。
  4. ¦83¦† ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ — 如剑号(†)所示,此处文本存在讹误。传抄本中的 ἐνάλυποϲ 极有可能是表示“无痛的”的 ἀνάλυπος 的笔误或变体,它与虚拟语气动词 κενωθῇ 一起,阐述了有益性(ὠφέλεια)得以实现的条件。

引用这一段

盖伦, 论泻药的使用对象、种类及时间 §1.25-1.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg073.humanitext-grc2:1.25-1.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。