§1.13τοῦ μέλλοντοϲ δ᾿ ἐλλέβορον λήψεϲθαι προπειρᾶϲθαι χρὴ τῆϲ φύϲεωϲ, ὅπωϲ ἔχει πρὸϲ τὰϲ ἄνω καθάρϲειϲ, τουτέϲτι τὰϲ δι᾿ ἐμέτων.
对于将要服用嚏根草的人,必须预先测试其体质对向上排泄(即通过呕吐进行清除)的适应情况。
§1.14γινέϲθω δ᾿ ἡ πεῖρά ϲοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅϲα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίωϲ καθαιρόμενοϲ, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαραϲκευάϲαι.
你应当使用中等的呕吐药物来进行这种测试;因为如果患者看起来不易 ¦25 被清除,就不应该在没有预先准备的情况下将这样的人引向服用嚏根草。
γένοιτο δ᾿ ἂν τὸ τοιοῦτο καὶ δι᾿ αὐτῶν μὲν τῶν ϲυνεχών ἐμέτων, ἐθιϲθέντοϲ ἑτοίμωϲ ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ᾿ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ ϲώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύϲει.
这种准备可以通过持续的呕吐本身来实现,使将要服用嚏根草的人习惯于容易呕吐;而如果通过预先滋润 ¦15 身体,效果会更好,而身体则是通过更多的食物和休息来预先滋润的。
§1.15τὸ μὲν οὖν τῆϲ ἀναπαύϲεωϲ δῆλον· ὡϲ γὰρ τὰ γυμνάϲια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυϲιϲ, ὅπερ ἐϲτὶν ἡϲυχία τε καὶ ἀγυμναϲία, φυλάττει τὰϲ ὑγρότηταϲ· τροφὴ δ᾿ οὐχ ἁπλῶϲ ἡ | πλείων ὑγραίνειν πέφυκεν, ἀλλ᾿ ἥτιϲ ἄνευ ποιότητοϲ ἰϲχυρᾶϲ ᾖ, τουτέϲτι μήτε ϲτρυφνὴ μήτε δριμεῖα μήτε ἁλυκὴ μήτε πικρά.
因此,关于 ¦30 休息的作用是显而易见的;因为正如体育锻炼自然会使人干燥一样,作为安静与不锻炼的休息则能保持 ¦78 水分;而食物自然能起到滋润作用,并不是单凭 | 数量多,而是指那些没有强烈性质的食物,即既不涩、不辛、 ¦p.223 不咸,也不苦的食物。
§1.16δεδώκαμεν δ᾿ ἐνίοτε ῥαφανῖδαϲ δι᾿ ὀξυμέλιτοϲ, πήξαντεϲ αὐταῖϲ δι᾿ ὅληϲ ἡμέραϲ καὶ νυκτὸϲ ἐλλεβόρου κλῶναϲ λευκοῦ.
有时我们也给患者服用配有醋蜜的萝卜, ¦16 方法是在其中插上白嚏根草的枝条整整一日一夜。
καὶ εἴη ἂν ἀϲθενὴϲ ἀπ᾿ ἐλλεβόρου κάθαρϲιϲ ἡ τοιαύτη.
这种由嚏根草引起的清除会是温和的。
§1.17οἱ δὲ ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα ϲυντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ.
而那些 ¦17 胸腔狭窄并因此肺部受到压迫的人, ¦5 最不适合进行呕吐药物的清除,无论是其他清除,还是特别是通过白嚏根草进行的清除;因为他们呼吸器官中的某种血管会发生破裂。
§1.18χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔϲθ᾿ ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαϲτέρα φλεγματικόϲ, ἐν δὲ τοῖϲ ἐντέροιϲ πικρόχολοϲ ἀθροιϲθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω.
此外,应当将黄胆汁体液向上排泄,而将粘液更多地向下方 ¦18 排泄;然而有时也会相反,如果胃部多粘液, ¦10 而肠道内积聚了黄胆汁体液;但黑胆汁体液则应始终向下方排泄。
§1.19γέγραπται δὲ κατὰ τοὺϲ Ἀφοριϲμοὺϲ Ἱπποκράτει | περὶ τῶν ὡρῶν· ‘θέρεοϲ φαρμακεύειν τὰϲ ἄνω, χειμῶνοϲ τὰϲ κάτω.
关于季节,赫拉克利特(应为希波克拉底)在《格言》中 | ¦19 写道:“夏季药治向上,冬季 ¦79 向下。
’ §1.20τὸ δ᾿ ἀνάλογον ταῖϲ ὥραιϲ ἐπὶ τῶν χωρῶν ϲκοπεῖϲθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν.
” 对于地区,也必须考虑与季节类似的情况, ¦20 按炎热和寒冷进行划分;对于年龄也应当同样考虑。
§1.21καὶ μὴν καὶ τὸ ἔθοϲ οὐ ϲμικρὰ μοῖρα πρὸϲ ἔνδειξιν κενώϲεωϲ· οἱ μὲν γὰρ ἐμεῖν εἰθιϲμένοι φέρουϲιν ἀλυπότερον τὰϲ διὰ τῆϲ ἄνω κοιλίαϲ καθάρϲειϲ· οἱ δ᾿ ἀήθειϲ οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ᾿ ἐλλεβόρου.
¦15 而且,习惯对于指示排泄也有不小的作用; ¦21 因为习惯于呕吐的人能较无痛苦地承受通过上腹腔的清除;而那些不习惯的人则并非没有危险,在服用嚏根草时更是如此。
§1.22καὶ τὸ τοῦ νοϲήματοϲ δ᾿ εἶδοϲ ϲκοπεῖϲθαι προϲῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοϲ ἀγωγῷ χρηϲόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆϲ κάτω γαϲτρόϲ, εἶτα δι᾿ ἐμέτων, εἶτα δι᾿ ἀποφλεγματιϲμῶν· δι᾿ ὅλου γὰρ τοῦ ϲώματοϲ ἐκτεταμένου τοῦ πλεονάζοντοϲ, ἁπάϲαϲ κενώϲειϲ παραληψόμεθα.
考虑疾病的类型也是合适的; ¦22 因为在白粘液性水肿的情况下,我们将使用排 ¦20 粘液的药物,首先通过下腹腔,然后通过呕吐,再通过去痰法;因为当过剩的体液延展到全身时,我们将采用所有的排泄方式。
§1.23ἀϲκίτου δ᾿ ὄντοϲ τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώϲομεν φαρμάκων, ὥϲπερ | γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶϲ τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δἰ οὔρων καὶ δι᾿ ὑπερῴαϲ καὶ διὰ ῥινῶν.
而当水肿为 ¦23 腹水时,我们将给予某种排水药物,正如 | 对 ¦80 黄疸患者给予驱胆汁药一样;因为对他们也必须通过多种方式彻底清除 ¦25 胆汁,包括向上、向下、通过尿液、通过腭部以及通过鼻腔。
§1.24οὕτωϲ δὲ κἂν ὁ μελαγχολικὸϲ πλεονάϲῃ χυμόϲ, ὡϲ ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆϲ μελαίνηϲ χολῆϲ κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖϲ καθαίρομεν, ἐξ ὧν δῆλον ὡϲ ἡ κατάϲταϲιϲ τῆϲ νόϲου καὶ τὸν κενωθηϲόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, δι᾿ οὗ χρὴ κενοῦν αὐτόν.
同样,如果黑胆汁体液过剩,如在忧郁症、 ¦24 癌症和象皮病中,我们就给予排泄黑胆汁的药物;而癫痫则用驱粘液药清除,由此可见,疾病的状态明确指出了应当排泄的体液 ¦30 以及应当排泄它的部位。