Humanitext Reader

盖伦 · 论泻药的使用对象、种类及时间 §1.1-1.12

春季预防性排泄的适用与体液准备

第 1 段,共 6 段 · 希腊语

内容简介

在解释了清除健康身体的困难之后,作者指出预防性排泄的适宜时期是春季,强调了其在预防各种疾病中的功效,以及在排泄前仔细稀释体液的必要性。

§1.1Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται·
清除那些拥有健康身体的人是件费力的事;因为他们确实会感到眩晕并发生腹痛,清除对他们来说进行得很困难,而且此外他们还会迅速衰弱。
γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
所有这些情况之所以发生,是因为清除药物渴望吸引其特有的体液,但由于缺少这种体液,便溶解了血液和肉,以便从中吸引其特有的体液。
§1.2τοὺϲ δ᾿ ὑγιαίνονταϲ μὲν ἔτι, νοϲήϲανταϲ δ᾿ ἄν, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ | ἦροϲ, ἤτοι διὰ φλεβοτομίαϲ, εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν, ἢ διὰ καθάρϲεωϲ, εἰ τοῖϲ κατὰ διαφθοράν.
但是,对于那些目前仍然健康,但如果不予以排泄就会生病的人,应该在春季来临时 | 提前排泄,或者通过静脉放血(如果他们易患充盈性疾病),或者通过清除(如果他们易患因腐败而引起的疾病)。
§1.3ἡμεῖϲ γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖϲ ἄρθροιϲ εἰργαϲμένην πώρουϲ ἐκ τῆϲ τοιαύτηϲ κενώϲεωϲ ἐτῶν ἤδη πολλῶν ἐκωλύϲαμεν γίνεϲθαι.
无论如何,我们通过这种排泄,在许多年里已经阻止了痛风以及初期的关节炎(即尚未在关节周围形成结石者)的发生。
§1.4κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆϲ εἰρημένηϲ κενώϲεωϲ ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύϲαμεν.
并以同样的方式,通过上述排泄,我们在许多人身上终止了中风、癫痫、忧郁症以及其他此类慢性疾病。
§1.5ἐνίοιϲ μὲν οὖν ϲυμφέρει κενοῦϲθαι τοὺϲ φλεγματώδειϲ χυμούϲ, ἐνίοιϲ δὲ τοὺϲ πικροχόλουϲ, ἐνίοιϲ δὲ τοὺϲ μελαγχολικούϲ, ἐνίοιϲ δ᾿ ὀρῶδεϲ περίττωμα κατὰ τὴν τῶν εἰθιϲμένων αὐτοῖϲ γίνεϲθαι παθῶν οὐϲίαν.
因此,对某些人来说,排泄粘液质的体液是有益的,对某些人来说是排泄黄胆汁,对某些人来说是黑胆汁,对某些人来说是浆液性的余汁,这取决于他们惯常发生的疾病的性质。
§1.6αὐτίκα μελαγχολίᾳ τιϲ ἁλίϲκεται καθ᾿ ἕκαϲτον ἔτοϲ, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροϲ μόνον, ἀλλὰ καὶ φθινοπώρου.
例如,某人如果每年不进行清除就会患上忧郁症,我不仅在春天清除他,而且在秋天也清除他。
§1.7οὕτωϲ δὲ | καὶ γυναῖκά τινα καθ᾿ ἕκαϲτον ἔτοϲ εἰϲβάλλοντοϲ ἦροϲ ὁμοίωϲ κενῶ, καρκινώδη διάθεϲιν ἐν μαϲτῷ ἔχουϲαν, ἣν ἰαϲάμην ἰϲχυρῶϲ κενώϲαϲ διὰ φαρμάκου καθαίροντοϲ μέλαιναν, καὶ εἰ παραλειφθείη §1.8ποτὲ ἡ κάθαρϲιϲ, ὀδύνη διὰ βάθουϲ αὐτῇ γίνεται.
同样地, | 我在每年春季来临时也同样排泄某位乳房有癌性体质的妇女,我曾通过使用清除黑胆汁的药物对她进行强力排泄而治愈了她;而如果某次清除被省略,她就会在深处发生疼痛。
ἐλέφαντα δ᾿ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαϲ καὶ καθάρϲεωϲ ἰαϲάμην· ἑκάϲτου δ᾿ ἔτουϲ αὖθιϲ ἀρκεῖ καὶ τούτω μία κάθαρϲιϲ· ἐκλειφθείϲηϲ δ᾿ αὐτῆϲ, αὐτίκα τὸ πάθοϲ ἐπιϲημαίνει.
而另一个处于象皮病初期的人,我起初通过放血和清除治愈了他;此后每年对他也只需一次清除;但如果这一清除被省去,疾病便会立刻显现出来。
§1.9τὰ μὲν οὖν τοιαῦτα νοϲήματα καθάρϲεωϲ χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀϲθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμαϲίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ ϲὺν ὄγκοιϲ ψυχροῖϲ τῶν φλεγματικῶν.
因此,此类疾病需要清除黑胆汁,而癫痫、中风和哮喘需要清除粘液质,关节炎中伴有高热的需要清除黄胆汁,伴有冷性肿胀的则需要清除粘液质。
§1.10ἄλλοϲ δέ τιϲ ὥρᾳ θέρουϲ αἰεὶ τριτοίοιϲ ἁλιϲκόμενοϲ πυρετοῖϲ ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν | φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι κατὰ τὴν τελευτὴν τοῦ ἦροϲ·
另一个人在夏季总是患间日疟热,已有许多年没有发热了,因为他在春天结束时已被我们提前清除了黄胆汁 |。
οὕτωϲ γὰρ ἄμεινόν ἐϲτι τοὺϲ τοιούτουϲ κενοῦν, ὡϲ τούϲ γε ἐπιληπτικοὺϲ ἀρθριτικούϲ τε καὶ μελαγχολικοὺϲ ὅϲοι τε ἄλλοι διὰ παχεῖϲ χυμοὺϲ νοϲοῦϲιν εἰϲβάλλοντοϲ ἦροϲ ἄμεινον κενοῦϲθαι.
因为这样排泄此类人更好,正如癫痫、关节炎、忧郁症患者以及所有其他因浓稠体液而生病的人,在春天来临时排泄更好一样。
§1.11χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ πόρουϲ, δι᾿ ὧν οὗτοι μετα λαμβάνονταί τε καὶ ἕλκονται πρὸϲ τῶν καθαρτικῶν φαρμάκων, ἀναϲτομοῦν, εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων·
但是,如果清除要在各方面都达到最佳效果,特别是在服用嚏根草的人身上,就必须提前稀释并切断那些浓稠且粘滞的体液,并将这些体液被清除药物吸收并吸引的通道打开。
ἡ γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα, ῥᾷον ἐργάϲεται τοῦτο, προλελεπτυϲμένων αὐτῶν.
因为剧烈排泄的强度,通过排出那些难以溶解地楔入受损部位的体液,并因此对慢性疾病有益,在体液提前稀释的情况下,会更容易完成这件事。
§1.12τοῖϲ δ᾿ ἀμελήϲαϲι τούτων δυϲχερεῖϲ ἀπαντῶϲιν αἱ | καθάρϲειϲ μετὰ ϲτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄϲηϲ τε πολλῆϲ καὶ κακοϲφυξίαϲ ἐκλύϲεώϲ τε καὶ δυϲκολίαϲ.
而对于那些忽视这些事情的人,清除在 | 进行时会遇到困难,有时伴有腹痛和某种眩晕、严重的恶心、脉搏不调、衰弱和不适。

词汇与语法注释

  1. §1.1Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν — `ἐργῶδες` 是中性形容词,作谓语(“是件费力的事”),省略了系动词 `ἐστί`。不定式 `καθαίρειν`(清除)作主语,`τοὺς ... ἔχοντας` 是其宾格宾语。
  2. §1.1τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ — `τῷ ἀπορεῖν` 是冠词性不定式的原因与格(“由于缺乏……”)。`αὐτοῦ` 是 `ἀπορεῖν` 的属格宾语,指代前文的“特有的体液”(`tὸν οἰκεῖον χυμόν`)。`συντήκοντος` 是与前句的 `τοῦ καθαρτικοῦ φαρμάκου` 一致的属格独立分词,描述药物溶解血液和肉的情形。
  3. §1.2φθάνειν χρὴ κενοῦν — `φθάνειν`(提前做)是依赖于无人称动词 `χρή` 的不定式。它带有补充不定式 `κενοῦν`(排泄),表示“应该提前排泄”。
  4. §1.10φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι — 分词 `φθάνων`(提前作……)与主句的主语一致,并带有被动不定式 `καθαίρεσθαι`,表示先期预防行为(“被我们提前清除”)。
  5. §1.11προλελεπτυϲμένων αὐτῶν — 属格独立结构。`αὐτῶν` 指代前文的“浓稠且粘滞的体液”(`τοὺς παχεῖς καὶ γλίσχρους χυμούς`),与分词一起表示条件意义(“如果它们提前被稀释”)。

引用这一段

盖伦, 论泻药的使用对象、种类及时间 §1.1-1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg073.humanitext-grc2:1.1-1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。