Humanitext Reader

盖伦 · 论泻药的功效 §1

批判否定下药吸引力的观点

第 1 段,共 5 段 · 希腊语

内容简介

盖伦批评了那些否定下药吸引力、转而声称其仅改变体液性质的学说(如阿斯克莱皮亚德斯学派)。他解释了希波克拉底为何未对此观点进行反驳,并开始指出对手假说中固有的医学与逻辑矛盾。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘΑΙΡΟΝΤΩΝ ΦΑΡΜΑΚΩΝ ΔΥΝΑΜΕΩΣ. Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι τῶν ἰατρῶν τὰς πονηρὰς δόξας ἀνελέγκτους ἐᾶσαι, καθ’ ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν ἁμαρτημάτων ἀτιμώρητα.
盖伦《论下药的力量》。 基于完全相同的理由,最古老的医生们似乎对有害的意见不予反驳,正如最古老的立法者们允许最大的罪行不受到惩罚。
μετριωτέρας γὰρ οὔσης κατ’ ἐκεῖνον τὸν χρόνον τῆς κακίας καὶ μήτε ἀδικεῖν ἐπιχειρούντων τὰ μέγιστα μήτε ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα, πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδ’ ὅλως γεγενημένοις, ἢ ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν;
因为在那个时代,邪恶尚属温和,人们既不企图犯下最大的不义,也不敢表现出最明显的无耻,那么谁会为完全没有发生过的事情规定惩罚,或者对根本没有人说过的话提出反驳呢?
ἐπειδὴ δ’ ἐν τῷ χρόνῳ τῆς κακίας αὐξανομένης οὔτε ἀτόλμητον οὐδὲν ἔτι τοῖς ἀνθρώποις οὔτε ἄῤῥητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρόπους καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωριῶν. οἱ δ’ ἀλήθειαν τιμῶντες ἐλέγχων ἰδέας πολυτρόπους ἐπὶ τοῖς σοφισταῖς, ὅπερ νῦν ἐοίκαμεν καὶ ἡμεῖς ἂν δράσειν, ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμάκων τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητικὴν δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησιαζόντων αὐτοῖς.
但是,随着时间的推移,邪恶不断增长,人类不再有什么不敢做的事,也不再有什么不敢说的话,立法者们便为犯罪者发明了许多新的惩罚方式,而那些尊重真理的人则针对诡辩家们发明了多种多样的反驳形式。 这似乎也是我们现在将要做的,即反驳那些否定下药对其所排出的体液具有吸引能力,却声称下药具有一种能将所有接近它们的体液同样改变之力量的人。
λέλεκται δ’ οὐδὲν Ἱπποκράτει πρὸς τὴν τοιαύτην δόξαν.
然而,希波克拉底对此类观点未置一词。
οὔπω γὰρ οὔτ’ Ἀσκληπιάδης ἦν κατ’ αὐτὸν, ὁ προφανῶς ἀναισχυντήσας τε καὶ ὥσπερ ἔπαθλόν τινα κατὰ τῆς ἀληθείας ἀποδυσάμενος, οὔτ’ Ἐρασίστρατος, ὁ μετ’ αἰδοῦς μέν τινος, ὅλον δ’ ἀνατρέψας τὸ κεφάλαιον αὐτὸ, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων φανερῶς ὑπάρχει.
因为在他的时代,既没有阿斯克莱皮亚德斯——他公然表现得无耻,仿佛为了争夺奖赏而脱下衣服与真理对抗,也没有埃拉西斯特拉托斯——他虽带有某种羞怯,却彻底推翻了关于下药之显而易见的核心事实。
τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθεν τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ’ αὐτῆς χρῆται.
因为埃拉西斯特拉托斯在他的任何著作中都不承认自然界中最活跃、最适合的力量,即吸引力,而是用跟随被排空之处的原理来代替它。
μέρος δέ ἐστι τῆς τῶν οἰκείων ἑλκτικῆς δυνάμεως ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ γε καὶ καθ’ ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον, ἄλλα τε πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζώων ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ κατὰ τὰς ἰάσεις τῶν νοσημάτων καὶ κατὰ τὰ νοσήματα, ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ ἥκιστα.
而下药中的力量,则是吸引同类物质之力量的一部分,正如胆汁和尿液被分离出来的力量,以及自然为了动物的健康、在疾病的治疗过程中以及在疾病本身中所完成的其他许多事情一样,这在很大程度上是由医生和自然本身完成的。
ἐπεὶ τοίνυν Ἱπποκράτης οὐδὲν εἶπεν πρὸς τοὺς ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκὴν, ὅτι μηδὲ προστάτην οὕτως ἰταμὸν ὁ λόγος ἔσχεν, οἷοι πολλοὶ τῶν μετ’ αὐτῶν ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς ἀληθείας ἀνθ’ Ἱπποκράτους ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ’ ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας ἐπιδεῖξαι.
因此,既然希波克拉底对于那些在存在之物中否定吸引力的人未置一词,因为该学说还没有像他之后的许多人那样具有如此粗暴的捍卫者,那么我们代替希波克拉底为真理而战,首先提醒这些人他们所说的是什么,然后依次证明他们说得不对,这将是公正的。
ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσδε. τὸ καθαῖρον φάρμακον, οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ἰδίαν ἰδέαν ἀλλοιοῖ, χολὴν μὲν ξανθὴν ἐργαζόμενον, ὅπερ ὀνομάζουσι χολαγωγὸν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσι φλεγμαγωγόν·
他们的论点如下:下药无论接触到什么体液,都会将其改变为自身的特定形态,使之变成黄胆汁——他们称之为驱胆汁药,正如黏液——他们称之为驱黏液药;并产生某种水样的性质——他们称之为驱水药,另一种则将它接触到的任何体液变成黑胆汁。
ὑδατώδη δέ τινα φύσιν ἀποτελοῦν ὃ καλοῦσιν ὑδραγωγὸν, ἄλλο γε μέλαιναν χολὴν ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ. συνελόντα δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν ταῖς φλεψὶ χυμῶν ἁπάντων, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν, ἡ προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος.
简而言之,按照他们的说法,所谓的泻下是静脉中所有体液的改变和转化,而不是其中某一种的排空。
ἀλλ’ εἴπερ ταῦτα βούλεσθε, λέγωμεν ἤδη πρὸς αὐτοὺς, ἄν τε χολῆς ἀγωγὸν, ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀῤῥώδους ὑγρότητος λάβῃ τὶς φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν φλεβῶν χυμούς.
但是,如果你们希望如此,我们现在就对他们说:无论人们服用的是针对胆汁、黏液、黑胆汁还是水样液体的药物,静脉中的所有体液都会被排空。
καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ καθῆραί τινα τοιούτῳ φαρμάκῳ, τοῦ τέμνοντα φλέβα κενῶσαι τὸ αἷμα, καθόσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόν περ ἔμπροσθεν ἐνυπάρχει ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν ἐστιν οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ τῇ συστάσει.
而且,用这种药物为某人进行泻下,与通过切开静脉排空血液(放血)相比,确实仅在以下方面有所不同:在放血中,排出的物质与之前存在的一样,而在泻下中,它不仅在颜色上,而且在稠度上都被改变了。
τὸ μὲν γὰρ τῶν ὑδατωδῶν ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον ὄντα παχύτατα τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα καὶ στάσιμα, κᾂν εἰ πρόσθεν ἦν ὑγρότατα.
因为驱水药使静脉中的所有东西都变得稀薄和流动,即使它们之前可能非常稠厚,而驱黑胆汁药则相反,使所有东西都变得稠厚和停滞,即使它们之前非常稀薄。
καὶ τοίνυν καὶ ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους μέν τινας ἔσται σκοποὺς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων οὐκ ἔσται.
因此,我们选择放血还是泻下,将基于其他一些指标,而不是基于被排空物质本身的性质。
τίνες δ’ ἄλλοι σκοποί;
那么其他的指标是什么呢?
πολλοὶ μὲν ἑτοιμότεροι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἄλλων, ἔνιοι δὲ πρὸς κάθαρσιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ὁτιοῦν πάθειεν ἢ φλεβοτομοῖεν.
许多人比其他人更乐意接受放血,而有些人则更乐意接受泻下,正如另一些人宁愿遭受任何痛苦也不愿放血。
ἔνιοι δὲ ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόριόν τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον.
有些人甚至宁愿切除身体的某一部分,也不愿吞下药物。
καὶ μὲν δὴ καὶ τινὲς μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, ἕτεροι δὲ ἀλύπως λαμβάνουσιν.
确实,有些人的胃会被下药弄得不适,而另一些人则毫无痛苦地服用。
ἀπὸ τῶν τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν, ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ’ ὧν ἐνόμιζον οἱ Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμοὺς, τὴν κάθαρσιν δ’ οὐχ ὁμοτίμως, ἀλλ’ ἕνα μέν τινα καὶ μόνον ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγεται.
因此,基于这些指标,我们将对一些人进行放血,而给另一些人服用下药,而不是基于阿斯克莱皮亚德斯学派所认为的依据——他们认为放血同样地排空静脉中的所有体液,而泻下则不同样,而只是排空那一种特定的、据说被药物吸引的体液。
διὸ καὶ καθαίρεσθαι φασὶ τὸ αἷμα ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι καθάπερ ἐν ταῖς φλεβοτομίαις.
因此,他们说血液是被此类药物净化了,而不是像在放血中那样被排空。
ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν ἑκόντων τε καὶ ἀκόντων.
无论你们愿意与否,这些都是你们的假说所带来的结果。

词汇与语法注释

  1. 1ἀτιμώρητα — 在以“最古老的立法者”为主语的分句中,省略了前句中的动词 `ἐᾶσαι ἐοίκασι`(似乎允许……处于某种状态)。
  2. p.324ὧν ἐκκενοῦσι χυμῶν — 关系代词受先行词格的影响而发生吸引(attractio relativi)的例子,等同于 `τῶν χυμῶν οὓς ἐκκενοῦσι`。
  3. p.324ὅπερ νῦν ἐοίκαμεν καὶ ἡμεῖς ἂν δράσειν — 将来时不定词 `δράσειν` 连用 `ἄν` 的形式很可能是文本讹误,但此处用于表达潜在或未来的推测语气。
  4. p.326συνελόντα δὲ φάναι — 惯用的绝对不定词表达,意为“简而言之”或“概括地说”。分词 `συνελόντα`(宾格单数阳性)需补充说话者或一般人称来理解。

引用这一段

盖伦, 论泻药的功效 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg072.humanitext-grc1:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。