Humanitext Reader

盖伦 · 论不均等的气质不和 §7

无炎症发热的成因与不均一失调分类

第 5 段,共 6 段 · 希腊语

内容简介

作者回到不均一身体失调的分类,阐明了在无炎症的情况下,因体液腐败、发散阻滞、愤怒及外部受热等多种原因引起发热的机制。他区分了导致身体混合状态发生这些改变的内部与外部因素,并提及了严寒对身体的严重影响。

§7Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς.
我再次回到不均一的身体失调的各种差异。
ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων, ἤδη μοι λέλεκται.
关于如何因炎症而产生各种发热,以及(除所谓的消耗热外)一切发热和一切炎症都属于不均一混合的疾病,这一切我此前已经说过。
γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ σήψει χυμῶν πυρετός.
此外,在没有炎症的情况下,也会因体液的腐败而产生发热。
οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα· σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν.
因为不仅是那些被楔入且无法发散的物质会腐败,而且这些物质腐败得最快、最剧烈;其他许多适合腐败的物质也会腐败。
εἰρήσεται δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι.
关于这些物质的适合性,将在别处予以说明。
καὶ μὲν δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης, ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων, τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος.
而且,体液失调还可能通过另一种方式在整个身体中变得不均一:有时是由于煤烟状的发散被阻滞,有时是由于过度的运动或增大的劳苦(这些会使热量加剧),有时是由于愤怒而使血液过度沸腾,或者由于某种曝晒而从外部受热。
ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον εἶναι νομίζω.
我认为显而易见的是,在所有这些发热中,正如之前在谈到因炎症引起的发热时所说,根据作用原因的强度和身体的素质,有些人发热较重,有些人较轻,有些人则完全不发热。
καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει.
而且,同样显而易见的是,这种失调有时仅触及精气实体,有时也会波及体液,并且在所有这些情况迁延不愈时,所谓的消耗热便会随之而来。
καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν.
此外,论述已经在某种程度上表明,有时由于温热或寒冷的实体流入某一特定部位,从而发生了这种不均一的失调,正如在谈到发炎者时所说,但很多时候并非如此,而是由于身体本身的混合状态在性质上发生了改变;并且在改变它的因素中,有些源自身体自身,有些则源自外部:当发热仅因腐败或某些炎症而引起时,它源自身体自身;而当因曝晒和运动引起时,它则源自外部。
εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις.
关于这些,也将在《疾病的原因》中再次进行更详细的讨论。
ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.
正如因曝晒导致身体混合状态改变而产生发热一样,在寒冷中,许多人常常整个身体严重受冻,其中有些人甚至因此死亡;而且,他们所有人都会以这种方式感到痛苦,这同样是显而易见的。

词汇与语法注释

  1. p.747ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται... ὅτι τε καὶ... ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων... ἤδη μοι λέλεκται — 由连接词 ὅπως(如何)引导的间接疑问从句与由 ὅτι(……这一事实)引导的名词性从句并列,共同作为主句被动动词 λέλεκται 的主语。此外,ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων 伴随着系动词 ἐστί 的省略,作为所有或归属属格(predicative genitive)发挥作用,表示发热和炎症“属于不均一混合疾病的范畴”。
  2. 252λιγνυώδους διαπνοῆς ἐπισχεθείσης — 属格绝对(genitive absolute)结构,表示导致发热的直接“原因”。与其后连续出现的 πόνων αὐξηθέντων 以及 ζέσαντος... τοῦ αἵματος 等一系列属格绝对结构形成并列关系。
  3. p.748εὔδηλον εἶναι νομίζω — 动词 νομίζω 引导对格不定式结构(ACI),其中不定式短语 εὔδηλον εἶναι(是显而易见的)的主语由其前方的整个 ὅτι 从句(“在所有这些发热中……有些人发热较重,有些人较轻,有些人则完全不发热”)充当。
  4. p.748ἐψύγησαν — 不定过去时被动语态第三人称复数。此处并非指过去发生的特定事件,而是作为格言性不定过去时(gnomic aorist)使用,用来表述普遍的自然现象或客观事实(“有些人会被强烈受冻/冻伤”)。

引用这一段

盖伦, 论不均等的气质不和 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg055.humanitext-grc1:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。