§7Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς.
私は再び不均等な不調和の諸差異へと戻る。
ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων, ἤδη μοι λέλεκται.
どのようにして炎症に基づいてあらゆる発熱が生じるか、また、(いわゆる稽留熱を除いて)あらゆる発熱とあらゆる炎症が、不均等に混合された疾病に属するということについては、すでに私によって語られた。
γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ σήψει χυμῶν πυρετός.
また、炎症なしにも、体液の腐敗に基づいて発熱が生じる。
οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα·
なぜなら、楔のように詰め込まれ、発散されないものだけが腐敗するのではなく、それらが最も速く、かつ最も激しく腐敗するからである。
σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν.
また、腐敗に適した他の多くのものも腐敗するのである。
εἰρήσεται δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι.
そして、これら(のもの)の適性については、別の場所で語られるであろう。
καὶ μὲν δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης, ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων, τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος.
さらにまた別の方法によっても、体全体において不均等な不調和が生じるだろう。 ある時は煤のような発散が滞ることによって、ある時は過度の運動や増大した労苦によって(それらが熱を高めるのであるが)、ある時は怒りにおいて血が過度に沸騰することによって、あるいは日焼けによって外から温められることによって。
ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον εἶναι νομίζω.
そして、これらすべての発熱においても、先に炎症に伴うものについて語られたように、作用する原因の強さと体の状態に応じて、ある者はより激しく発熱し、ある者はより少なく、ある者は全く発熱しないということは、極めて明白であると私は考える。
καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει.
さらに、ある時はこの気体的な実体だけに不調和が及び、ある時には体液にも及ぶということは、これも同様に極めて明白であり、また、このようなすべてのものが長引く場合には、いわゆる稽留熱がそれに伴って生じるであろうということも(同様に明白である)。
καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα·
そして、議論はすでに示しているように、ある時には、炎症を起こしているものについて語られたように、温かいまたは冷たい実体がある部位に流れ込むことによって、この不均等な不調和が生じるが、多くの場合にはそうではなく、体自体の混合が性質において変化することによって(生じる)。
καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν·
また、それを変化させるもののうち、あるものは体自体から発し、あるものは外から発する。
ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν.
すなわち、単なる腐敗や、ある種の炎症に基づいて発熱が起こるときは、体自体からであり、日焼けや運動に基づき(発熱が起こる)ときは、外からである。
εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις.
これらについても、後に『疾病の原因について』においてさらに詳しく語られるであろう。
ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον·
そして、日焼けに基づいて体の混合が変化して発熱が生じるように、寒さの中で、多くの者が体全体を強く冷やされ、彼らのうちの数人は死亡した。
καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.
そして、このようにしてすべての者が苦痛を感じるということも、全く不明瞭ではない(明白である)。