§8Ἀλγοῦσι δὲ καὶ ὅσοι καταψυχόμενοι σφοδρῶς ὑπὸ κρύους καρτεροῦ προεθυμήθησαν ἐκθερμῆναι ταχέως ἑαυτοὺς, καὶ πολλοί γε αὐτῶν ἐπενέγκαντες ἀθρόως τῷ πυρὶ τὰς χεῖρας, ἀλγήματος αἰσθάνονται σφοδροῦ κατὰ τὰς ῥίζας τῶν ὀνύχων.
那些因严寒而身体严重受冻、并急于让自己迅速暖和起来的人也会感到痛苦,他们中的许多人突然把手伸向火旁,会在指甲根部感到剧烈的疼痛。
εἶτά τις οὕτως ὁρῶν ἐναργῶς ὀδύνης αἰτίαν γιγνομένην τὴν ἀνώμαλον δυσκρασίαν, ἔτ’ ἀπιστεῖ περὶ τῶν ἐντὸς ἀλγημάτων, ἢ θαυμάζει, πῶς χωρὶς φλεγμονῆς ὀδυνῶνται πολλάκις, ἢ τὸ κῶλον, ἢ τοὺς ὀδόντας, ἢ τῶν ἄλλων τι μορίων;
那么,当有人如此清楚地看到不均一的失调是疼痛的原因时,难道还会对体内的痛苦产生怀疑,或者对人们在没有炎症的情况下,结肠、牙齿或身体的其他任何部位为何经常感到疼痛而感到惊异吗?
οὔτε γὰρ τῶν τοιούτων διαθέσεων οὐδὲν θαυμαστὸν, οὐδὲ πῶς ἅμα ῥιγοῦσι καὶ πυρέττουσιν ἔνιοι τῶν νοσούντων.
因为这类状态本身毫无惊异之处,正如某些患者为何同时感到恶寒和发热一样。
καὶ γὰρ εἰ φλεγματώδης χυμὸς ψυχρὸς, ὃν ὁ Πραξαγόρας ὑαλοειδῆ καλεῖ, καὶ πικρόχολος καὶ θερμὸς ἅμα πλεονάζοιέν τε καὶ κινοῖντο διὰ τῶν αἰσθητικῶν σωμάτων, οὐδὲν θαυμαστὸν ἀμφοτέρων ὁμοίως αἰσθάνεσθαι τὸν ἄῤῥωστον.
因为,如果一种被普拉克萨戈拉称为“玻璃状”的寒冷粘液质体液,与一种温热的苦胆汁同时过剩,并在具有感觉能力的身体部位中流动,那么患者同样感受到这两种性质,这绝非不可思议。
οὐδὲ γὰρ εἰ στήσαις ἄνθρωπον ἐν ἡλίῳ θερμῷ, καὶ προσβρέχοις ὕδωρ ψυχρὸν, ἀδύνατον αὐτὸν μὴ οὐχ ἅμα καὶ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος αἰσθάνεσθαι καὶ τῆς ἀπὸ τοῦ ὕδατος ψυχρότητος.
因为,如果将一个人置于烈日下,并向他泼洒冷水,他不可能不同时感受到来自太阳的热量和来自水的寒冷。
ἀλλ’ ἐνταῦθα μὲν ἔξωθέν ἐστιν ἀμφότερα καὶ κατὰ τὰ μεγάλα προσπίπτει μόρια· κατὰ δὲ τοὺς ἠπιάλους πυρετοὺς ἔνδοθέν τε καὶ κατὰ μικρὸν, καὶ διὰ τοῦτο σύμπαν ἀμφοτέρων αἰσθάνεσθαι τὸ σῶμα δοκεῖ.
但是,在那种情况下,两者皆来自外部,且作用于较大的部位;而在埃皮阿拉斯热(寒热)中,两者皆源于内部且作用于微小的部分,因此整个身体似乎同时感受到了这两者。
τῷ γὰρ δὴ ἐλαχίστῳ παρεσπάρθαι τό τε θερμὸν καὶ ψυχρὸν οὐδέν ἐστιν αὐτῆς λαβεῖν μόριον αἰσθητὸν, ἐν ᾧ θάτερον οὐχ ὑπάρχει.
因为,正是由于热与冷在最微小的部分中交错散布,在身体的任何感觉部位中,都不可能找到一个不存在其中一者的部分。
κατὰ μέντοι τὴν εἰσβολὴν τῶν παροξυσμῶν ἔνιοι τῶν πυρεττόντων καὶ ῥιγοῦσι καὶ διψῶσι καὶ ἀμφοτέρων αἰσθάνονται, ψύξεως ἀμέτρου καὶ θέρμης, ἀλλ’ οὐ κατ’ αὐτὸν τὸν τόπον·
然而,在发作开始时,一些发热的患者确实既感到寒冷又感到口渴,并同时感受到极度的寒冷和温热,但并非在同一部位;因为他们能够清楚地分辩受热的部位与受冻的部位。
ἐναργῶς γὰρ ἔχουσι διορίσαι τὰ θερμαινόμενα μόρια τῶν ψυχομένων. ἔνδοθεν μὲν γὰρ καὶ κατ’ αὐτὰ τὰ σπλάγχνα θερμασίας, ἐν δὲ τοῖς ἔξωθεν μορίοις ἅπασι τῆς ψύξεως αἰσθάνονται.
事实上,在内部以及在内脏本身中他们感受到温热,而在所有的外部部位中他们感受到寒冷。
ἔτι δὲ καὶ οἱ λειπυρίαι καλούμενοι πυρετοὶ διὰ παντὸς τοιοῦτοι, καί τι γένος ὀλεθρίων καύσων.
此外,被称为“内热外冷热”的发热总是如此,某种致命的稽留热也是如此。
ὅπερ οὖν ἐν τούτοις κατὰ τὰ μεγάλα μόρια, τοῦτ’ ἐν τοῖς ἠπιάλοις κατὰ σμικρὰ συμπέπτωκεν.
因此,在那些发热中作用于较大部位的情况,在埃皮阿拉斯热中则发生于微小的部分。
ἀνώμαλος μὲν γὰρ δυσκρασία καὶ ἡ τούτων τῶν πυρετῶν· ἀνώμαλος δὲ καὶ ἡ τῶν ἄλλων ἁπάντων, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· ἀνώμαλος δὲ καὶ τοῖς ῥιγοῦσι μὲν, οὐκ ἐπιπυρέττουσι δέ.
因为,这些发热的失调是不均一的;除了所谓的消耗热之外,其他所有发热的失调也都是不均一的;那些虽感到恶寒但并不发热的人的失调同样是不均一的。
σπάνιον μὲν γὰρ τὸ σύμπτωμα, γίνεται μὴν ὅλως καὶ γυναιξὶ καί τισιν ἀνδράσιν ἐνίοτε.
尽管这种症状罕见,但在女性以及有时在某些男性身上确实会发生。
χρὴ δὲ πάντως ἀργὸν προηγεῖσθαι βίον, ἤ τι πλῆθος ἐδεσμάτων ἐν χρόνῳ πλείονι προσενηνέχθαι τὸν ἄνθρωπον, ἔξ οὗ χυμὸς ἀργὸς καὶ ψυχρὸς καὶ ὠμὸς καὶ φλεγματώδης γεννᾶται, ὁποῖόν τινα καὶ Πραξαγόρας ἡγήσατο τὸν ὑαλοειδῆ.
这绝对需要在此之前有着不活发的生活方式,或者该人在较长时期内摄入了大量的食物,并由此产生了不活泼、寒冷、未消化且粘液质的体液,正如普拉克萨戈拉所认为的 “玻璃状”体液。
πάλαι δὲ, ὡς ἔοικεν, οὐδεὶς οὕτως ἔπασχεν, ὅτι μηδεὶς τοσοῦτον ἀργῶς καὶ πλησμίως διῃτᾶτο, καὶ διὰ τοῦτο γέγραπται παρὰ τοῖς παλαιοῖς ἰατροῖς ἕπεσθαι ῥίγει πυρετόν· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πολλοῖς τῶν νεωτέρων ἰατρῶν ὦπται πολλάκις ῥῖγος ᾧ πυρετὸς οὐκ ἐπηκολούθησε.
然而在古代,似乎没有人如此患病,因为没有人过着如此不活泼且过饱的生活,因此古医学家的著作中记载“恶寒之后必有发热”;但我们自己以及许多其他较年轻的医生常常观察到没有伴随发热的恶寒。
σύνθετος δ’ ἐκ ταύτης ἐστὶ τῆς δυσκρασίας καὶ προσέτι τῆς τῶν πυρεττόντων ὁ ἠπίαλος.
而埃皮阿拉斯热正是由这种(无热恶寒的)失调以及发热者的失调结合而成的。
οὕτω δ’ ὀνομάζω τὸν πυρετὸν ἐκεῖνον, ᾧ διὰ παντὸς ἄμφω συμβέβηκεν· ᾧ δὲ ἡγεῖται μὲν ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ὡς ἐν τριταίοις καὶ τεταρταίοις, οὐ καλῶ τοῦτον ἠπίαλον.
我将那种始终伴有这两者的发热称为埃皮阿拉斯热;而对于像在三日热和四日热中那样,恶寒在先、发热在后的情况,我不称之为埃皮阿拉斯热。
ὥστε διὰ τῶν ἀνωμάλων δυσκρασιῶν ὁ ἠπίαλος συμπέπλεκται, καὶ οἱ λοιποὶ δὲ πυρετοὶ σχεδὸν ἅπαντες, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων.
因此,埃皮阿拉斯热是通过不均一的失调而交织而成的,其他几乎所有的发热也是如此,除了所谓的消耗热。
§9Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα.
同样,凡是某个部位伴有肿胀的疾病,所有这些也与炎症类似,是根据不均一的失调而产生的:癌症、丹毒、炭疽、疱疹、浮肿、炎症、坏疽性溃疡、坏疽。
κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι· διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ, τὰ δὲ ὑπὸ χολώδους, ἢ μελαγχολικοῦ χυμοῦ, τὰ δὲ ὑφ’ αἵματος ἤτοι θερμοῦ καὶ λεπτοῦ καὶ ζέοντος, ἢ ψυχροῦ καὶ παχέος, ἤ πως ἄλλως διακειμένου γίγνεσθαι.
因为所有这些疾病的共同点在于它们都是由液体的流入引起的;但它们的不同之处在于,有些是由粘液质体液引起的,有些是由胆汁质或黑胆汁质体液引起的,有些是由温热、稀薄且沸腾的血液引起的,或者是由寒冷、浓稠的血液或处于其他某种状态的血液引起的。
δηλωθήσεται γὰρ ἀκριβῶς ὑπὲρ τῆς κατ’ εἶδος ἐν τούτοις διαφορᾶς ἑτέρωθι· πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τοῦτ’ εἰρῆσθαι μόνον, ὡς ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, κατὰ τὸν αὐτὸν λόγον ἕκαστον τῶν εἰρημένων ἐργάσεται παθῶν, καθ’ οἷον ἔμπροσθεν ὑπὸ τοῦ θερμοῦ καὶ αἱματώδους ἐδείκνυτο γενέσθαι φλεγμονή· καὶ ὡς τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν σωμάτων ἕκαστον, ὑπὸ τοῦ ῥεύματος διατεθειμένον, εἰς ἀνώμαλον ἀφίξεται καὶ αὐτὸ δυσκρασίαν, ἔξωθεν μέντοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, μέχρι τοῦ βάθους μηδέπω διακείμενον ὁμοίως· εἰ δὲ πᾶν ὅλον δι’ ὅλου μεταβάλλοι καὶ ἀλλοιωθείη, γενήσεται μὲν εὐθέως ἀνώδυνον, ἐν χαλεπωτέρᾳ δὲ ἂν οὕτω γε διαθέσει κατασταίη.
关于这些疾病在种属上的具体差异,将在别处予以明确说明;但对于目前的论述,仅说明以下一点就足够了:即无论流入液是何种性质,它都将根据与先前表明温热且富含血液的液体产生炎症完全相同的原理,引起上述各种病症;并且,同质且简单的身体组织中的每一种,在受到流入液的影响时,其自身也将陷入不均一的失调中,即根据流入液的性质而被从外部加热、冷却、干燥或加湿,只要它尚未在其深处受到相同程度的影响;但如果整体彻底发生变化和变质,它确实会立即变得无痛,但这样一来,它就会陷入更为严重的状态中。
ταῦτα ἀρκεῖν μοι δοκεῖ προεγνῶσθαι τοῖς μέλλουσι τῆ τε περὶ φαρμάκων ἀκολουθήσειν πραγματείᾳ καὶ μετ’ αὐτὴν τῇ τῆς θεραπευτικῆς μεθόδου.
我认为,对于那些打算继续研究药物学以及在此之后的治疗学方法的人来说,预先了解这些内容就已经足够了。