Humanitext Reader

盖伦 · 论不均等的气质不和 §6

失调的相对性与不均一热度致痛的界限

第 4 段,共 6 段 · 希腊语

内容简介

本文论证了只要热度或不均一性保持在适度范围内就不会产生痛苦,并指出所有的过度(失调)都是相对而言的。此外,它确认了同类相济、异类相克的原理,并再次说明了消耗热因已完全掌握身体的稳定状态而无痛的原因。

§6Εἰ δὲ δὴ καὶ τὸ μὲν εἴη θερμότερον αὐτῶν, τὸ δὲ ψυχρότερον, ἀλλὰ τοσούτῳ θερμότερον ἢ ψυχρότερον, ὡς μὴ λυπεῖν τὸ πλησιάσαν· ἢ οὕτως ἂν ἦν ἀλλήλοις λυπηρὰ καὶ κατὰ φύσιν ἔχοντα τὰ μόρια, ὡς διαφέροντά γε καὶ αὐταῖς ταῖς κράσεσι.
即使它们中的一者较热,另一者较冷,但较热或较冷的分寸,只要不至使邻近的部位感到痛苦,(就并无大碍);否则,这些部位即使在其混合状态本身上有所不同,也将会既彼此带来痛苦,又同时处于自然状态之中。
σὰρξ μὲν γὰρ θερμὸν μόριον, ὀστοῦν δὲ ψυχρόν.
因为肉是温热的部位,而骨是寒冷的部位。
ἀλλὰ καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ἀνώδυνος ἡ ἀνωμαλία τῷ μέτρῳ τῆς ὑπεροχῆς.
然而,这两者以及所有其他部位的不均一性,由于其超过的分寸而无痛。
οὕτω γοῦν καὶ τὸ περιέχον ἡμᾶς οὐκ ἀνιᾷ, πρὶν εἰς ἄμετρόν τε ψύξιν ἢ θερμασίαν ἐκτραπῆναι· τῶν δ’ ἐν τῷ μέσῳ διαφορῶν αὐτοῦ, καίτοι παμπόλλων οὐσῶν καὶ σαφῆ τὴν ὑπεροχὴν ἐχουσῶν, ἀλύπως αἰσθανόμεθα.
因此,至少我们周围的环境在偏向过度的寒冷或炎热之前,也不会使我们感到痛苦;而对于它在两者之间的那些差异,尽管极其繁多且具有明显的超过,我们感知到它们时却并无痛苦。
κινδυνεύει τοιγαροῦν ἐκ τῶνδε κᾀκεῖνος ὁ λόγος ἔχειν ἐπιείκειαν, ὥς που καὶ Ἱπποκράτης φησὶν, ὁ φάσκων ἕλκη πάντ’ εἶναι τὰ νοσήματα.
因此,从这些事实来看,那个说法也是有可能具有合理性的,正如希波克拉底在某处所说,他声称所有的疾病都是溃疡。
συνεχείας μὲν γὰρ λύσις τὸ ἕλκος, αἱ δ’ ἄμετροι θερμασίαι καὶ ψύξεις πλησίον ἥκουσι τοῦ λύειν τὴν συνέχειαν.
因为溃疡是连续性的破坏,而过度的炎热和寒冷已经逼近了破坏连续性的边缘。
ἡ μὲν γὰρ πολλὴ θερμασία τῷ διακρίνειν τε καὶ διατέμνειν τῆς οὐσίας τὸ συνεχὲς, ἡ δ’ ἄκρα ψύξις τῷ πιλεῖν τε καὶ συνωθεῖν εἴσω τὰ μὲν ἐκπιέζει, τὰ δὲ θλᾷ.
因为过度的炎热通过分离并切断实体的连续性(来破坏它),而极度的寒冷通过向内凝缩和推挤,挤压出一部分,并压碎另一部分。
καὶ τοῦτόν γέ τις ὅρον τιθέμενος ἀμετρίας θερμοῦ καὶ ψυχροῦ, τάχ’ ἂν οὐκ ἄπο τρόπου γιγνώσκειν δόξειεν.
如果有人将此定为炎热和寒冷之过度的极限,他大概会被认为其判断并非不合情理。
εἴτε δὲ οὗτος εἴτε ἄλλος τις ὅρος ἐστὶ τῆς ἀμετρίας, ἀλλὰ τό γ’ ἐν τῷ πρὸς τὶ πᾶσαν ἀμετρίαν ὑπάρχειν ἤδη που πρόδηλον.
无论这个还是另一个是过度的极限,至少所有过度都存在于相对关系之中,这已经是显而易见的了。
οὐ γὰρ ὡσαύτως ὑπὸ τῶν θερμῶν ἢ ψυχρῶν ἅπαν τὸ σῶμα διατίθεται.
因为整个身体并不会以同样的方式受到温热之物或寒冷之物的影响。
καὶ διὰ τοῦτο τινὰ μὲν οἰκείους ἔχει τοὺς χυμοὺς ἀλλήλοις ζῶα, τινὰ δ’ οὐ μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικοὺς, οἷον ἄνθρωπος καὶ ἔχιδνα.
因此,某些动物彼此之间的体液是亲和的,而另一些动物彼此之间不仅不亲和,甚至具有破坏性,例如人类和蝮蛇。
τὸ γοῦν σίελον ὀλέθριόν ἐστιν ἑκατέρῳ τὸ τοῦ ἑτέρου.
至少一者的唾液对另一者是致命的。
οὕτω γοῦν καὶ σκορπίον ἀναιρήσεις ἐπιπτύων νῆστις, οὐ μὴν ἄνθρωπός γε ἄνθρωπον ἀναιρήσει δάκνων, οὐδὲ ἔχις ἔχιν, οὐδ’ ἀσπίδα ἀσπίς.
因此,你若在空腹时吐唾沫,也可以杀死蝎子,但人咬人并不会致死,蝮蛇咬蝮蛇、眼镜蛇咬眼镜蛇也不会致死。
τὸ μὲν γὰρ ὅμοιον οἰκεῖον εἶναι καὶ φίλιον, τὸ δ’ ἐναντίον ἐχθρὸν καὶ ἀνιαρόν.
因为相似的事物是亲和且友好的,而相反的事物是敌对且痛苦的。
αὐξάνεται οὖν ἅπαντα καὶ τρέφεται πρὸς τῶν ὁμοίων, ἀναιρεῖται δὲ καὶ φθείρεται πρὸς τῶν ἐναντίων.
因此,一切事物都因相似之物而生长并获得滋养,而因相反之物而毁灭并消亡。
καὶ διὰ τοῦτο ἡ μὲν τῆς ὑγείας φυλακὴ διὰ τῶν ὁμοίων, ἡ δὲ τῶν νοσημάτων ἀναίρεσις διὰ τῶν ἐναντίων.
因此,健康的维持是通过相似之物,而疾病的消除则是通过相反之物。
ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.
但关于这些,是另一个讨论。
ὁ δ’ ἑκτικὸς ἐκεῖνος πυρετὸς ὁ τὴν ἕξιν ἤδη τοῦ ζώου κατειληφὼς ἀναίσθητός ἐστι τῷ κάμνοντι.
而那种已经掌握了动物稳定状态的消耗热,对患者来说是无法察觉的。
τῶν δ’ ἄλλων πυρετῶν οὐδεὶς ἀναίσθητος, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον ἀνιαροὶ τοῖς νοσοῦσιν.
在其他发热中,没有一种是无法察觉的,而是对病人或多或少带来痛苦。
ἔνιοι δ’ αὐτῶν καὶ ῥῖγος ἐπιφέρουσι.
它们中的一些还会引起恶寒。
γίνεται γὰρ οὖν δὴ καὶ τοῦτο τὸ σύμπτωμα, καθάπερ καὶ ἄλλα πολλὰ, πρὸς τῆς ἀνωμάλου δυσκρασίας.
事实上,这一症状也像其他许多症状一样,是由不均一的身体失调引起的。
εἰπεῖν δ’ οὐκ ἐγχωρεῖ τὸν τρόπον αὐτῆς τῆς γενέσεως ἐν τῷ ἐνεστῶτι λόγῳ, πρὶν ἀποδεῖξαι περὶ τῶν φυσικῶν δυνάμεων, ὅσαι τέ εἰσι καὶ ὁποῖαι, καὶ ὅ τι δρᾷν ἑκάστη πέφυκεν.
然而,在当前的论述中,不可能阐明其发生的具体方式,除非先证明关于自然能力,它们有多少种、是怎样的,以及每一种在本性上适合做什么。
ἀλλ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὑπὲρ ἁπάντων εἰρήσεται.
但在《症状的原因》中,将会对所有这些进行说明。

词汇与语法注释

  1. §6ἢ οὕτως ἂν ἦν — 这里的连词 ἢ 意为“否则”(相当于 εἰ δὲ μή),设想前述条件(温差温和而不致引起痛苦)未被满足的情况。因此,它引导了直陈式过去未完成时加上 ἄν(ἂν ἦν),构成了反事实条件句的结论部,表明在当下不可能存在的矛盾状态。
  2. §6ἡ μὲν γὰρ πολλὴ θερμασία — 该分句中省略了主动词。必须从前文的不定式短语 τοῦ λύειν τὴν συνέχειαν 中补充一个意为“破坏”或“溶解”(如 λύει)的动词来理解。这与后半句(ἡ δ' ἄκρα ψύξις...)中使用了具体的主动意向动词(ἐκπιέζει, θλᾷ)形成对照。
  3. §6ἀλλὰ τό γ’ ἐν τῷ πρὸς τὶ πᾶσαν ἀμετρίαν ὑπάρχειν — 带冠词的不定式从句“τό ... ὑπάρχειν”(一切过度皆存在于相对关系之中)作为形容词 πρόδηλον 的主语(实主语),省略了系动词(ἐστί)。介词短语 ἐν τῷ πρός τι 是指亚里士多德哲学中“关系(相对性)”范畴的表达。
  4. ¦175¦οὐ μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικούς — 虽然使用的是“οὐ μόνον ... ἀλλὰ καί”结构,但在这里不能解释为“不仅亲和而且具有破坏性”(这在逻辑上是矛盾的),而应理解为一种修正和递进的否定关系:“不仅不亲和,[甚至反而] 具有破坏性”。因此,即使前半句没有明确写出 οὐκ,也包含了“非但不亲和,反而”的强烈对比否定意味。

引用这一段

盖伦, 论不均等的气质不和 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg055.humanitext-grc1:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。