Humanitext Reader

盖伦 · 论不均等的气质不和 §4-5

全身受热过程与消耗热的发生机制

第 3 段,共 6 段 · 希腊语

内容简介

本段分析了炎症中热量和体液性质的差异对机体受热过程的多样化影响,并阐明了当身体的所有固体部位都被完全加热时所产生的无痛“消耗热(稽留热)”的机制及其感知特性。

§4Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι· εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται· πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες.
因此,如果炎症部位血液的热度是温和的,且动物全身所含血液的混合状态是适度的,那么它并不会很容易地随受损部位一起受热;但如果它更剧烈地沸腾,或者如果动物全身的血液更偏向胆汁质,则整个人体会立刻被加热;而当两者兼备时,即炎症部位的血液足够热,且整个动物体内的血液都呈胆汁质时,则更是如此。
ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας.
首先被加热的是动脉中的血液,因为动脉血液在天性上更热且更富含气,其次才是静脉中的血液。
εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα.
如果炎症部位靠近多血的内脏,整个动物体内的血液会更快地随之一起受热。
συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον· ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται.
简而言之,对于所有加热的事物,凡是易变的或天性温热的,都最先被加热;正如对于所有冷却的事物,凡是易变的或天性寒冷的,都最先被冷却。
εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ λεπτομερέστατον· θερμότατον δὲ φύσει χολὴ ξανθὴ, ψυχρότατον δὲ φλέγμα.
气是易变的,因为它也是最细微的微粒构成的;黄胆汁天性最热,而粘液最冷。
τῶν δ’ ἄλλων χυμῶν αἷμα μὲν ἐφεξῆς τῇ ξανθῇ χολῇ θερμόν· ἡ μέλαινα δὲ ψυχρὸν μετὰ τὸ φλέγμα.
在其他体液中,血液的温热程度仅次于黄胆汁;而黑胆汁的寒冷程度仅次于粘液。
καὶ δὴ ἀλλοιοῦται μὲν ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς τοῦ δρῶντος εἰς αὐτήν· ἡ μέλαινα δὲ δυσκόλως.
事实上,黄胆汁很容易被任何作用于它的事物所改变;而黑胆汁则很难被改变。
ἑνὶ δὲ λόγῳ τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ παχυμερὲς δυσαλλοίωτον.
总之一句话,凡是微粒细小的都容易改变,而微粒粗大的则难以改变。
ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἐπὶ ταῖς φλεγμοναῖς ἀλλοιώσεις, ὅτι καὶ πολυειδῶς διάκεινται τὰ σώματα.
因此,炎症中的变化必然是多种多样的,因为机体也处于多种多样的状态中。
πρῶτον μὲν γὰρ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς ἢ μᾶλλον ἢ ἧττόν ἐστι θερμός· ἐφεξῆς δὲ σῆψις αὐτοῦ κατὰ τὴν οἰκείαν ἀπαντᾷ φύσιν· οὐχ ἥκιστα δὲ καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐσφηνῶσθαι.
因为首先,引起炎症的体液或多或少是热的;其次,它的腐烂是根据其自身独特的天性发生的;同样极为重要的是,也由于其被阻塞的程度或多或少。
τὰ γὰρ μὴ διαπνεόμενα θᾶττον σήπεται, ὥσπερ κᾀπὶ τῶν ἐκτὸς ἁπάντων· ὅταν δὲ καὶ θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστι, τότε δὴ καὶ μάλιστα.
事实上,无法透气发散的东西腐烂得更快,就像外部的所有事物一样;而当它们的混合状态既温热又潮湿时,更是最容易腐烂。
καὶ μὲν δὴ καὶ τὸ φλεγμαῖνον μόριον ἢ ἐγγὺς ἢ πόῤῥω τῶν πολυαίμων σπλάγχνων ἐστὶ, καὶ τὸ πᾶν αἷμα πικρόχολον, ἢ μελαγχολικὸν, ἢ φλεγματῶδες, ἢ πνευματῶδες, καὶ ταῦτα πάντα μᾶλλόν τε καὶ ἧττον, ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἀλλοιώσεις, ἑτέρου τε πρὸς ἕτερον παραβαλλομένου καὶ αὐτοῦ τινος πρὸς ἑαυτό.
此外,炎症部位或近或远于多血的内脏,且全部血液或呈苦胆汁质、或呈黑胆汁质、或呈粘液质、或呈气质,而所有这些程度或深或浅,因此,不论是将一者与另一者相比,还是将某一事物自身与其自身相比,其变化都必然是多种多样的。
§5Αὗται πᾶσαι δυσκρασίαι τοῦ σώματος ἀνώμαλοι γίγνονται, μάλιστα μὲν ἐκπυρουμένου τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἐφεξῆς δὲ τοῦ κατὰ τὰ σπλάγχνα καὶ τοῦ κατὰ τὴν καρδίαν, καὶ ταύτης μάλιστα τοῦ κατὰ τὴν ἀριστερὰν κοιλίαν, εἰς ἣν εἰ καὶ ζῶντος τοῦ ζώου καὶ μηδέπω πυρέττοντος ἐθελήσεις ἐμβαλεῖν τοὺς δακτύλους, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι γέγραπται, σφοδροτάτης αἰσθήσῃ θερμασίας.
所有这些身体失调都变得不均一,这首先是由于炎症部位的血液被引燃,其次是内脏和心脏中的血液,尤其是心脏左心室的血液;如果当动物还活着且尚未发热时,你愿意将手指伸入左心室中——如《解剖操作》中所记载的那样——你将会感受到极其强烈的热度。
οὔκουν ἀπεικός ἐστιν οὐδ’ ὁπότε σύμπαν ἐκθερμαίνεται τὸ σῶμα παρὰ φύσιν, εἰς ἄκρον ἥκειν τὴν θερμότητα ἐκείνην μάλιστα.
因此,每当整个身体异常受热时,那种热度尤其是该处达到顶峰,这也并非不合情理。
καὶ γὰρ λεπτομερέστατον αἷμα καὶ πνευματωδέστατον ἔχει, καὶ κινεῖται διαπαντός.
因为它含有最微细且最富含气的血液,并且它始终在运动。
ἀλλ’ ἐν τοῖς τοιούτοις ἅπασι πυρετοῖς ἐκθερμαίνεται μὲν ἐνίοτε σύμπαν ἤδη τὸ αἷμα, καὶ δέδεκται τὴν παρὰ φύσιν ἐκείνην θερμασίαν, τὴν ἐκ τῆς σηπεδόνος τῶν χυμῶν ὁρμηθεῖσαν· οὐ μὴν οὔθ’ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν οὔτ’ ἄλλό τι τῶν περικειμένων σωμάτων ἤδη πω τελέως ἠλλοίωται τὴν κρᾶσιν, ἀλλ’ ἔτι μεταβάλλεται  καὶ ἀλλοιοῦται θερμαινόμενα.
但在所有此类发热中,有时整个血液其实已经受热,并接受了那种源自体液腐烂的异常热量;然而,无论是动脉或静脉的膜,还是周围的其他任何身体组织,都还未完全改变其混合状态,而是随着受热而仍在发生改变并转化。
εἰ δ’ ἐν χρόνῳ πλείονι τοῦτο πάσχοι, κᾂν νικηθείη ποτὲ καὶ μεταβληθείη παντάπασιν, ὡς μηκέτι θερμαίνεσθαι μόνον, ἀλλ’ ἤδη τεθερμάνθαι παρὰ φύσιν.
如果它们在更长的时间内经受这一过程,它们终将可能被征服并完全改变,从而不再仅是处于受热的过程中,而是已经异常受热完毕。
ὅρος δέ ἐστι τῆς ἀλλοιώσεως ἑκάστῳ τῶν μορίων ἡ τῆς ἐνεργείας αὐτοῦ βλάβη· τὸ δ’ ἄχρι τοῦδε πλάτος ἐπάνοδός ἐστιν εἶς τὸ παρὰ φύσιν, οἷον ἐπίμικτόν τε καὶ κοινὸν καὶ μέσον ἐξ ἀμφοῖν τῶν ἐναντίων γεγονὸς, αὐτοῦ τε τοῦ κατὰ φύσιν ἀκριβῶς καὶ τοῦ τελέως ἤδη παρὰ φύσιν.
而各部位发生改变的极限,就是其功能受到损害;而在此之前的幅度则是向着异常状态的过渡,这仿佛是由于两个相反的事物——即精确的自然状态本身与已经完全异常的状态——共同产生的一种混合、共有且中间的状态。
ἐν δὲ τούτῳ παντὶ τῷ χρόνῳ τὸ θερμαινόμενον σῶμα τῷ ποσῷ τῆς ἀλλοιώσεως ἀνάλογον ἔχει τὴν ὀδύνην.
在这整个期间,受热的身体所感受到的痛苦,与其改变的程度成正比。
ὅταν δ’ ἐκθερμανθῇ τελέως ἅπαντα τοῦ σώματος τὰ στερεὰ μόρια, καλεῖται ὁ τοιοῦτος πυρετὸς ἑκτικὸς, ὡς ἂν μηκέτι τοῖς ὑγροῖς τε καὶ τῷ πνεύματι μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἕξιν ἔχουσι σώμασι περιεχόμενος· ἀνώδυνος δ’ ἐστὶ καὶ νομίζουσιν οἱ πυρέττοντες οὕτως ὡς μηδὲ πυρέττειν ὅλως.
当机体的所有固体部位都被完全加热时,此类发热被称为消耗热,因为它不再仅包含于体液和气中,而是已经包含于具有稳定状态的实体之中;这种热是无痛的,以此方式发热的患者甚至认为自己根本没有发热。
οὐ γὰρ αἰσθάνονται τῆς θερμασίας, ἁπάντων ὁμοίως τεθερμασμένων αὐτοῖς τῶν μορίων.
因为他们感受不到热度,因为对他们来说,所有的部位都已被同样地加热。
καὶ δὴ καὶ ὁμολογεῖται ταῦτα τοῖς φυσικοῖς ἀνδράσιν ἐν τοῖς περὶ τῶν αἰσθήσεων λογισμοῖς.
事实上,这些观点在自然学学者们关于感官的讨论中也得到了普遍赞同。
οὔτε γὰρ χωρὶς ἀλλοιώσεως ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη.
因为既没有脱离改变的感知,在已经完全改变的事物中也不会有痛苦。
ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν.
正是由于这个原因,所有的消耗热对患者来说既无痛苦,也完全无法被察觉。
οὐ γὰρ ἔτι τῶν ἐν αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.
因为在它们的各个部位中,不再是一者起作用而另一者承受作用,而是所有的部位都已经变得彼此相似,并具有单一且一致的混合状态。

词汇与语法注释

  1. ¦173¦καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες — 结构为“καὶ ... εἶναι, 和 καὶ ... [εἶναι]”的带冠词/无冠词不定式结构,具体解释前文“两者重合(ἄμφω συνδράμοι)”中“两者(ἄμφω)”的具体内容。
  2. ¦173¦συνελόντι δὲ εἰπεῖν — 意为“简而言之”或“总而言之”的惯用表达。由与格分词“συνελόντι”(源自 συναιρέω,“总结”,作关系与格)与不定式“εἰπεῖν”结合而成的绝对不定式结构。
  3. ¦p.743¦ὡς μηκέτι θερμαίνεσθαι μόνον, ἀλλ’ ἤδη τεθερμάνθαι παρὰ φύσιν — 通过对比现在时不定式“θερμαίνεσθαι”(正在受热的过程)与完成时不定式“τεθερμάνθαι”(已经受热完毕的状态),在语法上表达了病理学上“变化进行中”与“变化已完成并固着”这两个阶段的区别。
  4. ¦p.743¦ὡς ἂν μηκέτι τοῖς ὑγροῖς τε καὶ τῷ πνεύματι μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἕξιν ἔχουσι σώμασι περιεχόμενος — 连词“ὡς”与 “ἄν” 连用以增加潜在或假设的语气,修饰与主语“热(πυρετός)”一致的分词“περιεχόμενος”,表示一种比喻性或解释性的语气:“仿佛被包含在……之中”。
  5. ¦p.744¦οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοίωται ἡ ὀδύνη — 传抄文本中的“ἠλλοίωται”(完成时直陈语气第三人称单数)在语法上存在困难。它可能是代表“已改变者”的完成时分词“ἠλλοιωμένοις”(与冠词“τοῖς”一致)的笔误,或者需要将“ἠλλοίωται”解释为限定动词(“在已经完全改变的部位中,痛苦消失”)。此处根据上下文进行翻译。

引用这一段

盖伦, 论不均等的气质不和 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg055.humanitext-grc1:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。