§4Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι·
したがって、もし炎症を起こしている部位の血液の熱が穏やかであり、かつ動物の体全体に含まれる血液の混合状態が適度であるならば、患部とともに容易に熱せられることは全くない。
εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται·
しかし、もし[患部の血液が]より激しく沸騰するか、あるいは動物の体全体の血液がより胆汁質であるならば、直ちに全体が熱せられる。
πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες.
そして、両方が重なる時、すなわち炎症部位の血液が十分に熱く、かつ動物全体の血液が胆汁質である時には、はるかにそうなりやすい。
ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας.
そして、動脈の中の血液がまず熱せられる。 なぜなら、それは本性上より温かく、より気(プネウマ)に富んでいるからであり、その次に静脈の中の血液も熱せられる。
εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα.
もし炎症を起こしている部位が血の豊かな内臓の近くにあるならば、さらにいっそう素早く、動物全体の血液がそれとともに熱せられる。
συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον·
端的に言えば、熱するものすべてにおいて、本性上温かいもの、あるいは容易に変化しやすいものが最初に熱せられる。
ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται.
それはちょうど、冷やすものにおいて、本性上冷たいもの、あるいは容易に変化しやすいものが、最初に冷やされるのと同様である。
εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ λεπτομερέστατον·
さて、気(プネウマ)は容易に変化しやすい。 なぜなら、それは最も微細な部分からなるからである。
θερμότατον δὲ φύσει χολὴ ξανθὴ, ψυχρότατον δὲ φλέγμα.
そして黄胆汁は本性上最も温かく、粘液は最も冷たい。
τῶν δ’ ἄλλων χυμῶν αἷμα μὲν ἐφεξῆς τῇ ξανθῇ χολῇ θερμόν· ἡ μέλαινα δὲ ψυχρὸν μετὰ τὸ φλέγμα.
他の体液のうち、血液は黄胆汁に次いで温かく、黒胆汁は粘液に次いで冷たい。
καὶ δὴ ἀλλοιοῦται μὲν ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς τοῦ δρῶντος εἰς αὐτήν· ἡ μέλαινα δὲ δυσκόλως.
そしてまさに、黄胆汁はそれに作用を及ぼすすべてのものによって容易に変化させられるが、黒胆汁は困難である。
ἑνὶ δὲ λόγῳ τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ παχυμερὲς δυσαλλοίωτον.
一言で言えば、微細な部分からなるものはすべて容易に変化し、粗大な部分からなるものは変化しにくい。
ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἐπὶ ταῖς φλεγμοναῖς ἀλλοιώσεις, ὅτι καὶ πολυειδῶς διάκεινται τὰ σώματα.
したがって、炎症における変化が多様になることは必然である。 なぜなら、体もまた多様な状態にあるからである。
πρῶτον μὲν γὰρ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς ἢ μᾶλλον ἢ ἧττόν ἐστι θερμός· ἐφεξῆς δὲ σῆψις αὐτοῦ κατὰ τὴν οἰκείαν ἀπαντᾷ φύσιν· οὐχ ἥκιστα δὲ καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐσφηνῶσθαι.
まず第一に、炎症を引き起こす体液が多かれ少なかれ熱いからであり、次に、それ自体の固有の本性に従って腐敗が生じるからであり、また何よりも、多かれ少なかれ詰まっていることによる。
τὰ γὰρ μὴ διαπνεόμενα θᾶττον σήπεται, ὥσπερ κᾀπὶ τῶν ἐκτὸς ἁπάντων·
実際、発散されないものはより速く腐敗する。 これは外部のすべてのものと同様である。
ὅταν δὲ καὶ θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστι, τότε δὴ καὶ μάλιστα.
そして、それらの混合状態が温かく湿っている時には、まさに最もそうなりやすい。
καὶ μὲν δὴ καὶ τὸ φλεγμαῖνον μόριον ἢ ἐγγὺς ἢ πόῤῥω τῶν πολυαίμων σπλάγχνων ἐστὶ, καὶ τὸ πᾶν αἷμα πικρόχολον, ἢ μελαγχολικὸν, ἢ φλεγματῶδες, ἢ πνευματῶδες, καὶ ταῦτα πάντα μᾶλλόν τε καὶ ἧττον, ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἀλλοιώσεις, ἑτέρου τε πρὸς ἕτερον παραβαλλομένου καὶ αὐτοῦ τινος πρὸς ἑαυτό.
さらに、炎症を起こしている部位が血の豊かな内臓の近くにあるか遠くにあるかということ、また血液全体が苦胆汁質、黒胆汁質、粘液質、あるいは気(プネウマ)質であること、そしてこれらすべてが多かれ少なかれそうであることによって、変化が多様になることは必然であり、あるものが別のものと比較される場合にも、またあるもの自体がそれ自体と比較される場合にも同様である。
§5Αὗται πᾶσαι δυσκρασίαι τοῦ σώματος ἀνώμαλοι γίγνονται, μάλιστα μὲν ἐκπυρουμένου τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἐφεξῆς δὲ τοῦ κατὰ τὰ σπλάγχνα καὶ τοῦ κατὰ τὴν καρδίαν, καὶ ταύτης μάλιστα τοῦ κατὰ τὴν ἀριστερὰν κοιλίαν, εἰς ἣν εἰ καὶ ζῶντος τοῦ ζώου καὶ μηδέπω πυρέττοντος ἐθελήσεις ἐμβαλεῖν τοὺς δακτύλους, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι γέγραπται, σφοδροτάτης αἰσθήσῃ θερμασίας.
これらすべての体の不調和は不同調なものとなるが、それは何よりも炎症部位の血液が極限まで熱せられることによってであり、その次に内臓の血液と心臓の血液、そして心臓のうちでも特に左心室の血液による。 もし動物が生存していて、まだ発熱していない時に、その左心室に指を入れようとするならば、解剖の実践書に書かれているように、最も激しい熱を感じるであろう。
οὔκουν ἀπεικός ἐστιν οὐδ’ ὁπότε σύμπαν ἐκθερμαίνεται τὸ σῶμα παρὰ φύσιν, εἰς ἄκρον ἥκειν τὴν θερμότητα ἐκείνην μάλιστα.
したがって、体全体が自然に反して熱せられる時にも、その熱が特にそこで極限に達することは、理にかなわないことではない。
καὶ γὰρ λεπτομερέστατον αἷμα καὶ πνευματωδέστατον ἔχει, καὶ κινεῖται διαπαντός.
なぜなら、そこには最も微細で最も気に富んだ血液が含まれており、常に動いているからである。
ἀλλ’ ἐν τοῖς τοιούτοις ἅπασι πυρετοῖς ἐκθερμαίνεται μὲν ἐνίοτε σύμπαν ἤδη τὸ αἷμα, καὶ δέδεκται τὴν παρὰ φύσιν ἐκείνην θερμασίαν, τὴν ἐκ τῆς σηπεδόνος τῶν χυμῶν ὁρμηθεῖσαν·
しかし、このようなすべての発熱において、時にはすでに血液全体が熱せられており、体液の腐敗から生じたあの自然に反する熱を受け入れている。
οὐ μὴν οὔθ’ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν οὔτ’ ἄλλό τι τῶν περικειμένων σωμάτων ἤδη πω τελέως ἠλλοίωται τὴν κρᾶσιν, ἀλλ’ ἔτι μεταβάλλεται καὶ ἀλλοιοῦται θερμαινόμενα.
とはいえ、動脈や静脈の膜も、それらを取り囲む他のいかなる体も、まだその混合状態を完全に変化させておらず、熱せられながら今なお変化し移行しつつある。
εἰ δ’ ἐν χρόνῳ πλείονι τοῦτο πάσχοι, κᾂν νικηθείη ποτὲ καὶ μεταβληθείη παντάπασιν, ὡς μηκέτι θερμαίνεσθαι μόνον, ἀλλ’ ἤδη τεθερμάνθαι παρὰ φύσιν.
もしより長い時間にわたってこの状態を被るならば、いつかは克服されて完全に変化し、もはや単に熱せられつつあるだけでなく、すでに自然に反して熱せられてしまっている状態になるであろう。
ὅρος δέ ἐστι τῆς ἀλλοιώσεως ἑκάστῳ τῶν μορίων ἡ τῆς ἐνεργείας αὐτοῦ βλάβη·
そして、各部位にとっての変化の限界とは、その機能の障害である。
τὸ δ’ ἄχρι τοῦδε πλάτος ἐπάνοδός ἐστιν εἶς τὸ παρὰ φύσιν, οἷον ἐπίμικτόν τε καὶ κοινὸν καὶ μέσον ἐξ ἀμφοῖν τῶν ἐναντίων γεγονὸς, αὐτοῦ τε τοῦ κατὰ φύσιν ἀκριβῶς καὶ τοῦ τελέως ἤδη παρὰ φύσιν.
そして、ここに至るまでの幅(許容範囲)とは自然に反する状態への移行であり、いわば二つの対立するもの、すなわち厳密な自然な状態そのものと、すでに完全に自然に反する状態の両方から生じた、混合され、共通の、中間の状態のようなものである。
ἐν δὲ τούτῳ παντὶ τῷ χρόνῳ τὸ θερμαινόμενον σῶμα τῷ ποσῷ τῆς ἀλλοιώσεως ἀνάλογον ἔχει τὴν ὀδύνην.
そして、このすべての時間において、熱せられつつある体は、その変化の量に比例した痛みを覚える。
ὅταν δ’ ἐκθερμανθῇ τελέως ἅπαντα τοῦ σώματος τὰ στερεὰ μόρια, καλεῖται ὁ τοιοῦτος πυρετὸς ἑκτικὸς, ὡς ἂν μηκέτι τοῖς ὑγροῖς τε καὶ τῷ πνεύματι μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἕξιν ἔχουσι σώμασι περιεχόμενος·
しかし、体のすべての固体の部位が完全に熱せられた時、このような熱は稽留熱と呼ばれる。 それはもはや液体や気(プネウマ)だけに含まれるのではなく、すでに状態(ヘシス)を保持している体にまで及んでいるからである。
ἀνώδυνος δ’ ἐστὶ καὶ νομίζουσιν οἱ πυρέττοντες οὕτως ὡς μηδὲ πυρέττειν ὅλως.
これは無痛であり、このように発熱している者たちは、自分が全く発熱していないとさえ思う。
οὐ γὰρ αἰσθάνονται τῆς θερμασίας, ἁπάντων ὁμοίως τεθερμασμένων αὐτοῖς τῶν μορίων.
なぜなら、彼らはその熱を感じないからであり、すべての部位が彼らにとって同様に熱せられているからである。
καὶ δὴ καὶ ὁμολογεῖται ταῦτα τοῖς φυσικοῖς ἀνδράσιν ἐν τοῖς περὶ τῶν αἰσθήσεων λογισμοῖς.
そしてまさに、これらのことは自然哲学者たちによっても、感覚に関する議論において同意されている。
οὔτε γὰρ χωρὶς ἀλλοιώσεως ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη.
なぜなら、変化なしには感覚は生じず、すでに完全に変化してしまったものにおいては痛みは生じないからである。
ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν.
それゆえに、稽留熱はすべて、患者たちにとって苦痛がなく、完全に感じられないのである。
οὐ γὰρ ἔτι τῶν ἐν αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.
なぜなら、それらの中の部位において、もはや一方が作用し他方が受動するということはなく、すべての部位がすでに互いに同様になり、一つの調和した混合状態を持っているからである。