Humanitext Reader

盖伦 · 论不均等的气质不和 §3

流液所致炎症的机制与转归及疼痛原理

第 2 段,共 6 段 · 希腊语

内容简介

阐明流液侵入肌肉引起炎症(不均一失调)的机制,并讨论流液被征服时的治疗方式(发散、成熟及各器官脓肿的路径)、流液获胜时的机体破坏,以及疼痛产生于变化过程中的原理。

§3Αὐτίκα γέ τοι ῥεύματος θερμοῦ κατασκήψαντος εἰς μῦν, πρῶτον μὲν αἱ μείζους ἀρτηρίαι καὶ φλέβες ἐμπίπλανταί τε καὶ διατείνονται, μετὰ ταῦτα δὲ αἱ μικρότεραι, καὶ τοῦτο γίνεται μέχρι τῶν σμικροτάτων·
例如,当温热的流液侵袭肌肉时,首先是较大的动脉和静脉被充满并扩张,接着是较小的血管,这种情况一直发生到最微细的血管。
ἐν αἷς ὅταν ἰσχυρῶς σφηνωθῇ καὶ μηκέτι στέγηται τὸ ῥεῦμα, τὸ μέν τι κατὰ τὸ στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς τὸ ἐκτός·
在这些微细血管中,当流液被强力塞满而无法再容纳时,一部分通过开口,另一部分也通过它们自身的包膜渗透到外部。
κᾀν τούτῳ πίμπλανται ῥεύματος αἱ μεταξὺ χῶραι τῶν πρώτων σωμάτων, ὥστε καὶ θερμαίνεσθαι καὶ περικλύζεσθαι πανταχόθεν ὑπὸ τῆς ὑγρότητος ἅπαντα.
在此过程中,第一级身体之间的空隙被流液充满,以至于所有的东西都从四面八方被该液体加热并浸泡。
τὰ νεῦρα δέ ἐστι ταῦτα καὶ ὑμένες καὶ σύνδεσμοι καὶ σάρκες αὐταί.
这些东西就是神经、膜、韧带和肌肉本身。
πρὸ δὲ τούτων αἱ ἀρτηρίαι καὶ φλέβες, αἳ δὴ καὶ πρώτως καὶ μάλιστα ποικίλως ὀδυνῶνται.
但在这些之前的是动脉和静脉,它们确实最先且最多样地感到疼痛。
καὶ γὰρ ἔνδοθεν ὑπὸ τοῦ ῥεύματος θερμαίνονταί τε καὶ διατείνονται καὶ διασπῶνται, κᾀκ τῶν ἔξωθεν θερμαίνονται ἅμα καὶ θλίβονται καὶ βαρύνονται· τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει.
因为它们在内部被流液加热、扩张并撕裂,在外部也同时被加热、压迫并承受重压;而其他部位,有些仅因受热或受压而受苦,有些则因两者兼有而受苦。
καὶ καλεῖται μὲν τὸ νόσημα φλεγμονὴ, δυσκρασία δέ ἐστιν ἀνώμαλος τοῦ μυός.
这种疾病被称为炎症,但它是肌肉的不均一失调。
τὸ μὲν γὰρ αἷμα τὸ κατ’ αὐτὸν ἤδη ζέει· συνεκθερμαίνει δὲ αὐτῷ πρώτους μὲν καὶ μάλιστα τοὺς χιτῶνας τῶν ἀρτηριῶν καὶ φλεβῶν· ἤδη δὲ καὶ τὰ ἐκτὸς αὐτῶν, οἷς περικέχυται, πάντα.
因为其中的血液已经沸腾,并随之首先且最强烈地加热了动脉和静脉的包膜,而且也已经加热了它们外部的所有被包围的部分。
καὶ δυοῖν γε θάτερον ἀναγκαῖον ἀπαντῆσαι· νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι  τῶν νικηθέντων σωμάτων· νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῷ μυΐ.
两种情况必居其一:如果流液获胜,则会导致被征服的身体遭到破坏;如果流液被征服,则肌肉会恢复到自然状态。
καὶ δὴ νικάσθω πρότερον τὸ ῥεῦμα, βέλτιον γὰρ ἀπὸ τῶν κρειττόνων ἄρχεσθαι, διττὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ, ἢ πεφθέντος.
现在,让我们先假设流液被征服——因为从较好的结果开始是更好的——在这种情况下,治疗将有两种方式:要么是所有侵袭的液体全部发散,要么是其成熟。
ἀλλ’ ἡ μὲν διαφόρησις εὐκταιοτάτη τῶν ἰάσεών ἐστι· τῇ πέψει δὲ ἕπεται δύο ταῦτ’ ἐξ ἀνάγκης, πύου γένεσις καὶ ἀπόστασις.
然而,发散是最令人向往的疗法;而成熟则必然伴随以下两者:脓液的产生和脓肿。
ἀφίσταται δὲ ποτὲ μὲν εἰς τὴν μεγίστην καὶ ἀκυροτάτην τῶν παρακειμένων κοιλοτήτων, ἥπερ δὴ καὶ βελτίστη τῶν ἀποστάσεών ἐστιν· ἐνίοτε δὲ εἰς τὴν μεγίστην μὲν οὐ μὴν ἄκυρον, ἢ εἰς ἄκυρον μὲν οὐ μεγίστην δέ.
脓肿有时会流向相邻的、最大且最不致命的空腔,这确实是脓肿中最好的;但有时流向最大但并非不致命的空腔,或者流向不致命但非最大的空腔。
τοῖς μὲν οὖν κατὰ γαστέρα καλλίστη τῶν ἀποστάσεών ἐστιν ἡ εἰς τὴν ἐντὸς εὐρυχωρίαν, εἰς ἣν καὶ συῤῥήγνυνται τὰ πολλά· μοχθηρὰ δὲ ἡ ὑπὸ τὸ περιτόναιον.
因此,对于腹部的疾病,最好的脓肿是流向内部空腔的,大多数脓肿也确实破裂于此;而腹膜下的脓肿则是棘手的。
οὕτω δὲ καὶ τοῖς κατὰ τὸν ἐγκέφαλον ἡ μὲν εἰς τὰς ἐμπροσθίους κοιλίας ἀγαθὴ, μοχθηρὰ δὲ ἡ ὑπὸ τὰς μήνιγγας καὶ εἰς τὴν ὄπισθεν κοιλίαν.
同样,对于脑部的疾病,流向前脑室的是好的,而脑膜下和后脑室的是棘手的。
αἱ δὲ κατὰ τὰς πλευρὰς ἀποστάσεις εἰς τὰς τοῦ θώρακος εὐρυχωρίας ἐκρήγνυνται· καὶ τῶν μὲν μυῶν ὑπὸ τὸ δέρμα, τῶν δὲ σπλάγχνων ἢ εἰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας τὰς ἐν αὐτοῖς, ἢ ὑπὸ τὸν ὑμένα τὸν περιέχοντα, καθάπερ τι δέρμα καὶ αὐτὸν ὑπάρχοντα τοῖς σπλάγχνοις.
肋骨处的脓肿破裂至胸腔;肌肉的脓肿破裂至皮肤下,而内脏的脓肿则破裂至其内部的动脉和静脉中,或者破裂至包围它们并作为内脏皮肤而存在的膜下。
εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην μὲν ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ· παύσεται δὲ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι.
但如果身体被流液征服,显然会陷入如此严重的失调,以至于其功能丧失并随时间而破坏;只有当它们被同化为使其发生改变的物质时,才会最先停止疼痛。
οὐ γὰρ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλεσθαι πονεῖ τὰ μόρια, καθότι καὶ ὁ θαυμαστὸς Ἱπποκράτης ἔλεγεν· τοῖσι γὰρ τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται.
因为部位并不是在混合状态已经发生改变时感到痛苦,而是在发生改变的过程中感到痛苦,正如令人敬佩的希波克拉底所说:“因为对于那些本性正在被改变和破坏的人来说,疼痛会作为困难而产生。
διαλλάττεται δὲ καὶ διαφθείρεται τὴν φύσιν ἕκαστον θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ τῆς συνεχείας λυόμενον·
”每一个部位在被加热、或被冷却、或被干燥、或被湿润、或在连续性被破坏时,其本性都会发生改变和破坏。
ἐπὶ μὲν ταῖς ἀνωμάλοις δυσκρασίαις διὰ τὸ θερμαίνεσθαι ἢ ψύχεσθαι μάλιστα, δραστικώταται γὰρ αὗται αἱ ποιότητες, ἤδη δὲ καὶ διὰ τὸ ὑγραίνεσθαί τε καὶ ξηραίνεσθαι· ἐν δὲ τῷ πεινῇν ἢ διψῇν, ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς οὐσίας, ἔνθα δὲ τῆς ξηρᾶς· ἐν δὲ τῷ τιτρώσκεσθαι καὶ διαβιβρώσκεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι καὶ ἀνασπᾶσθαι, τῆς συνεχείας λυομένης.
在不均一的失调中,这主要是由于被加热或被冷却,因为这些是最具作用力的性质,但现在也由于被湿润和被干燥;在饥饿或口渴中,由于一者缺乏湿润的物质,另一者缺乏干燥的物质;而在被创伤、被侵蚀、被拉伸、被压迫和被撕裂时,则是由于连续性被破坏。

词汇与语法注释

  1. p.737τὸ μέν τι κατὰ τὸ στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς τὸ ἐκτός — 关联词 `τὸ μέν τι ... τὸ δέ τι` 表示“一部分……,另一部分……”,并列指出了渗出(`διηθεῖται`)的两种不同途径:通过血管口(`κατὰ τὸ στόμα`)以及通过血管壁/包膜本身(`διὰ τῶν χιτώνων`)。
  2. 172τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει — 主语 `τὰ δ’ ἄλλα μόρια` 被 `τὰ μὲν ... τὰ δὲ`(有些……,有些……)分流,共同指向述语动词 `κάμνει`(受苦)。前者受苦的方式通过介词短语 `ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι` 表达,后者则通过手段与格 `τῷ συναμφοτέρῳ` 表达,呈现非对称性并列结构。
  3. p.738νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι τῶν νικηθέντων σωμάτων· νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῷ μυΐ — 对比了两个属格绝对结构:`νικήσαντος μὲν τοῦ ῥεύματος`(如果流液获胜)和 `νικηθέντος δὲ`(如果流液被征服;此处省略了直前的被动逻辑主语 `τοῦ ῥεύματος`)。两者各自作为条件,引导隶属于无人称动词 `ἀναγκαῖον [ἐστι]` 的宾格加不定式从句(`φθορὰν γίνεσθαι` 以及省略了动词的 `τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον [γίνεσθαι]`)。

引用这一段

盖伦, 论不均等的气质不和 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg055.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。