§3Αὐτίκα γέ τοι ῥεύματος θερμοῦ κατασκήψαντος εἰς μῦν, πρῶτον μὲν αἱ μείζους ἀρτηρίαι καὶ φλέβες ἐμπίπλανταί τε καὶ διατείνονται, μετὰ ταῦτα δὲ αἱ μικρότεραι, καὶ τοῦτο γίνεται μέχρι τῶν σμικροτάτων·
例えば、温かい流出液が筋肉に流れ込んだ時、まず大きな動脈と静脈が満たされて引き伸ばされ、その後に、より小さな血管が満たされ、このことが極めて微細な血管に至るまで生じる。
ἐν αἷς ὅταν ἰσχυρῶς σφηνωθῇ καὶ μηκέτι στέγηται τὸ ῥεῦμα, τὸ μέν τι κατὰ τὸ στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς τὸ ἐκτός·
それらの微細な血管において、流出液が激しく詰まって、もはや収まりきらなくなると、一部は開口部から、一部はそれらの血管自体の膜を通り抜けて外部へと滲み出る。
κᾀν τούτῳ πίμπλανται ῥεύματος αἱ μεταξὺ χῶραι τῶν πρώτων σωμάτων, ὥστε καὶ θερμαίνεσθαι καὶ περικλύζεσθαι πανταχόθεν ὑπὸ τῆς ὑγρότητος ἅπαντα.
この時に、第一次の物体の間の空隙が流出液で満たされ、すべてのものがその液体によってあらゆる方向から温められ、浸されることになる。
τὰ νεῦρα δέ ἐστι ταῦτα καὶ ὑμένες καὶ σύνδεσμοι καὶ σάρκες αὐταί.
これらのものとは、神経、膜、靭帯、および肉そのものである。
πρὸ δὲ τούτων αἱ ἀρτηρίαι καὶ φλέβες, αἳ δὴ καὶ πρώτως καὶ μάλιστα ποικίλως ὀδυνῶνται.
しかしこれらに先立って、動脈と静脈があり、これらはまさに最初に、そして最も多様な形で痛みを覚える。
καὶ γὰρ ἔνδοθεν ὑπὸ τοῦ ῥεύματος θερμαίνονταί τε καὶ διατείνονται καὶ διασπῶνται, κᾀκ τῶν ἔξωθεν θερμαίνονται ἅμα καὶ θλίβονται καὶ βαρύνονται·
なぜなら、それらは内部から流出液によって温められ、引き伸ばされ、引き裂かれるとともに、外部からも温められると同時に、圧迫され、重圧を受けるからである。
τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει.
一方で他の部位は、あるものは温められるか圧迫されるかすることだけにおいて、またあるものはその両方において苦しむ。
καὶ καλεῖται μὲν τὸ νόσημα φλεγμονὴ, δυσκρασία δέ ἐστιν ἀνώμαλος τοῦ μυός.
そして、この疾患は炎症と呼ばれるが、これは筋肉の不同調な不調和なのである。
τὸ μὲν γὰρ αἷμα τὸ κατ’ αὐτὸν ἤδη ζέει· συνεκθερμαίνει δὲ αὐτῷ πρώτους μὲν καὶ μάλιστα τοὺς χιτῶνας τῶν ἀρτηριῶν καὶ φλεβῶν· ἤδη δὲ καὶ τὰ ἐκτὸς αὐτῶν, οἷς περικέχυται, πάντα.
実際、筋肉内の血液はすでに沸騰しており、それとともに、まず第一に、そして何よりも動脈と静脈の被膜を熱し、さらに、それらが取り囲まれている外部のすべてをも、すでに熱している。
καὶ δυοῖν γε θάτερον ἀναγκαῖον ἀπαντῆσαι·
そして、二つのうちどちらか一方が必然的に起こることになる。
νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι τῶν νικηθέντων σωμάτων· νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῷ μυΐ.
すなわち、流出液が勝利した場合には、克服された体の破壊が生じ、流出液が敗北した場合には、筋肉の自然な状態への復帰が生じる。
καὶ δὴ νικάσθω πρότερον τὸ ῥεῦμα, βέλτιον γὰρ ἀπὸ τῶν κρειττόνων ἄρχεσθαι, διττὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ, ἢ πεφθέντος.
さて、まずは流出液が敗北すると仮定しよう。 より良き結果から始める方が好ましいからである。 この場合、治療の方法は二通りあり、流れ込んだ液体がすべて発散させられるか、あるいは成熟させられるかのいずれかである。
ἀλλ’ ἡ μὲν διαφόρησις εὐκταιοτάτη τῶν ἰάσεών ἐστι·
しかし、発散は最も望ましい治療法である。
τῇ πέψει δὲ ἕπεται δύο ταῦτ’ ἐξ ἀνάγκης, πύου γένεσις καὶ ἀπόστασις.
一方、成熟には、必然的にこれら二つのこと、すなわち膿の生成と膿瘍が伴う。
ἀφίσταται δὲ ποτὲ μὲν εἰς τὴν μεγίστην καὶ ἀκυροτάτην τῶν παρακειμένων κοιλοτήτων, ἥπερ δὴ καὶ βελτίστη τῶν ἀποστάσεών ἐστιν·
そして、膿瘍は時には、隣接する最大の、かつ生命維持に最も関わりの薄い空腔へと向かうが、これはまさに膿瘍のうちで最善のものである。
ἐνίοτε δὲ εἰς τὴν μεγίστην μὲν οὐ μὴν ἄκυρον, ἢ εἰς ἄκυρον μὲν οὐ μεγίστην δέ.
しかし時には、最大ではあるが生命維持に関わる空腔へと、あるいは生命維持に関わらないが最大ではない空腔へと向かう。
τοῖς μὲν οὖν κατὰ γαστέρα καλλίστη τῶν ἀποστάσεών ἐστιν ἡ εἰς τὴν ἐντὸς εὐρυχωρίαν, εἰς ἣν καὶ συῤῥήγνυνται τὰ πολλά·
したがって、腹部のものにとって最善の膿瘍は、内側の空隙へと向かうものであり、多くの場合そこへと破裂する。
μοχθηρὰ δὲ ἡ ὑπὸ τὸ περιτόναιον.
しかし、腹膜の下へ向かうものは好ましくない。
οὕτω δὲ καὶ τοῖς κατὰ τὸν ἐγκέφαλον ἡ μὲν εἰς τὰς ἐμπροσθίους κοιλίας ἀγαθὴ, μοχθηρὰ δὲ ἡ ὑπὸ τὰς μήνιγγας καὶ εἰς τὴν ὄπισθεν κοιλίαν.
同様に、脳のものについても、前方の脳室へ向かうものは良く、髄膜の下や後方の脳室へ向かうものは好ましくない。
αἱ δὲ κατὰ τὰς πλευρὰς ἀποστάσεις εἰς τὰς τοῦ θώρακος εὐρυχωρίας ἐκρήγνυνται·
また、肋骨のあたりの膿瘍は、胸部の空隙へと破裂する。
καὶ τῶν μὲν μυῶν ὑπὸ τὸ δέρμα, τῶν δὲ σπλάγχνων ἢ εἰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας τὰς ἐν αὐτοῖς, ἢ ὑπὸ τὸν ὑμένα τὸν περιέχοντα, καθάπερ τι δέρμα καὶ αὐτὸν ὑπάρχοντα τοῖς σπλάγχνοις.
そして、筋肉のものは皮膚の下へと、内臓のものはそれらの内部にある動脈や静脈の中へか、あるいは内臓にとって皮膚のようなものとして存在するそれらを取り囲む膜の下へと破裂する。
εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην μὲν ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ·
しかし、もし体が流出液によって敗北するならば、当然ながら非常に激しい不調和に至り、その機能が失われ、時間とともに破壊される。
παύσεται δὲ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι.
そして、痛みが収まるのは、変化を引き起こすものへと自らが同化された時が最初である。
οὐ γὰρ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλεσθαι πονεῖ τὰ μόρια, καθότι καὶ ὁ θαυμαστὸς Ἱπποκράτης ἔλεγεν·
なぜなら、不調和が変化しきってしまった時ではなく、変化しつつある時にこそ部位は痛みを覚えるからである。 これは驚嘆すべきヒポクラテスが言っていた通りである。
τοῖσι γὰρ τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται.
「自然な状態が変化させられ、破壊されつつある者たちにおいて、痛みが困難として生じる」。
διαλλάττεται δὲ καὶ διαφθείρεται τὴν φύσιν ἕκαστον θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ τῆς συνεχείας λυόμενον·
そして、それぞれ温められたり、冷やされたり、乾燥させられたり、湿らされたり、あるいは連続性が絶たれたりすることによって、その自然な状態が変化させられ、破壊される。
ἐπὶ μὲν ταῖς ἀνωμάλοις δυσκρασίαις διὰ τὸ θερμαίνεσθαι ἢ ψύχεσθαι μάλιστα, δραστικώταται γὰρ αὗται αἱ ποιότητες, ἤδη δὲ καὶ διὰ τὸ ὑγραίνεσθαί τε καὶ ξηραίνεσθαι·
不同調な不調和においては、温められたり冷やされたりすることによって最も生じる。 これらが最も作用の強い性質だからであり、さらにすでに、湿らされたり乾燥させられたりすることによっても生じる。
ἐν δὲ τῷ πεινῇν ἢ διψῇν, ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς οὐσίας, ἔνθα δὲ τῆς ξηρᾶς·
飢えや渇きにおいては、一方では湿った実質が、他方では乾燥した実質が不足することによる。
ἐν δὲ τῷ τιτρώσκεσθαι καὶ διαβιβρώσκεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι καὶ ἀνασπᾶσθαι, τῆς συνεχείας λυομένης.
そして、傷つけられたり、浸食されたり、引っ張られたり、圧迫されたり、引きちぎられたりする時には、連続性が絶たれることによる。