Humanitext Reader

盖伦 · 论不均等的气质不和 §1-2

不均一失调的定义与身体部位分类

第 1 段,共 6 段 · 希腊语

内容简介

盖伦定义了影响全身或特定部位的“不均一失调”的概念与种类,并结合解剖学上的身体部位分类,为探讨其产生机制做准备。

§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΩΜΑΛΟΥ ΔΥΣΚΡΑΣΙΑΣ ΒΙΒΛΙΟΝ Ἀνώμαλος δυσκρασία γίνεται μὲν καὶ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα ἐνίοτε, καθάπερ ἔν τε τοῖς ἀνὰ σάρκα λεγομένοις ὑδέροις, καὶ τοῖς ἠπιάλοις καλουμένοις πυρετοῖς, καὶ σχεδὸν ἅπασι τοῖς ἄλλοις, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων·
## 盖伦《论不均一的失调》不均一的失调有时也会发生于动物的整个身体,正如在所谓的肉间水肿、被称为寒战热的加热,以及除了被称为消耗热之外的几乎所有其他热病中一样。
γίνεται δὲ καὶ καθ’ ἓν ὁτιοῦν μόριον, οἰδισκόμενον, ἢ φλεγμαῖνον, ἢ γαγγραινόμενον, ἢ ἐρυσιπελατούμενον, ἢ καρκινούμενον.
但它也发生于任何单一的部位,使其肿胀、发炎、坏疽、患丹毒或癌变。
τούτου δὲ τοῦ γένους καὶ ὁ καλούμενος ἐλέφας καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης. ἀλλὰ ταῦτα μὲν ἅπαντα μετὰ ῥευμάτων·
属于这一类的还有所谓的象皮病、蚀疮和疱疹。
ἄνευ δ’ ὕλης ἐπιῤῥύτου, μόναις ταῖς ποιότησιν ἀλλοιουμένων τῶν μορίων, ἀνώμαλοι γίνονται δυσκρασίαι, ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων.
然而,这些都伴随着流液;但在没有流入物质的情况下,仅因性质而使部位发生改变,也会产生不均一的失调,即这些部位被冷却、或被灼热、或运动过度、或闲置、或遭受其他类似的情况。
οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις.
不仅如此,由于外部侵袭,我们的身体还会产生更多不均一的失调,即当我们的身体被加热、或被冷却、或被干燥、或被湿润时。
ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο· σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων.
因为这些是简单的失调,正如在《论混合》的注释书中所表明的那样;但由它们合成的还有另外四种,即同时被加热和干燥、同时被冷却和湿润、同时被冷却和干燥,或者同时被加热和湿润。
ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον.
这种失调与均一的失调不同,因为它们并不以同样的方式存在于处于失调状态的身体的所有部位,这是显而易见的。
ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν.
因此,所有不均一失调的产生方式究竟如何,是本书所要讨论的主题。
ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται.
为了使论述清晰,必须从最大且连外行人都知道的部位开始,回忆身体的所有部位。
χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.
事实上,没有人不知道手、脚、腹部、胸部和头部。
§2Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα·
现在,让我们再次将其中任何一个部位分割为所谓的邻接部位:例如,若为腿,则分为大腿、小腿和脚;若为手,则分为上臂、前臂和手掌。
καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι·
而且,手掌的固有部位是手腕、掌骨和手指。
δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή·
而手指又由骨、软骨、韧带、神经、动脉、静脉、膜、肉、腱、甲、皮肤和脂肪组成。
ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν·
这些不能再分割为其他种类,而是同质且第一级的部位,但动脉和静脉除外。
αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο.
因为它们是由纤维和膜组成的,这在《解剖实习》中也有所提及。
καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι· καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται.
而且,在上述同质且第一级的部位之间存在着许多空隙,在器官和复合部位的中间存在着比这些更多且更大的空隙,有时甚至在任何单一的同质部位中也是如此,如在骨和皮肤中;关于所有这些,在《解剖实习》中均有论述。
τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν· ὅσα δὲ σκληρὰ καὶ ξηρὰ, πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν ὀστοῖς τὰς σήραγγας.
现在,身体的柔软部分由于相互重叠,使得它们之间的空隙对感觉而言变得不明显;但对于那些硬而干燥的部分,你完全可以通过感觉察觉到它们的分隔,就像骨中的空腔一样。
ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον.
这些空腔在自然状态下,其内部含有为骨骼提供营养而准备的浓稠且白色的液体。
οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον, ἐν τοῖς περὶ κράσεων εἴρηται.
至于皮肤中的孔隙是以何种方式形成的,已在《论混合》中论及。
ταυτὶ μὲν οὖν ἀναγκαῖον ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι.
因此,为了使将要讨论的内容更加清晰,有必要回忆这些事情。
περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως.
现在,关于不均一的失调,我们必须讨论它的性质究竟如何,以及有多少种产生方式。
ὅτι μὲν δὴ μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος οὕτω σώματος, ἔμπροσθεν εἴρηται.
前已述及,在如此受损的身体的所有部位中,并不存在单一的混合状态。
ἀλλὰ τοῦτο μὲν ἁπάσης ἀνωμάλου δυσκρασίας κοινόν· αἱ διαφοραὶ δὲ ταῖς τῶν πεπονθότων σωμάτων ἕπονται φύσεσιν.
虽然这是所有不均一失调的共同特征,但其差异取决于受损身体的性质。
ἄλλως μὲν γὰρ ἡ ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται κρᾶσιν.
因为简单的肌肉以一种方式达到不均一的混合,而整个肌肉群则以另一种方式达到。

词汇与语法注释

  1. ¦p.734¦ψυχθέντων — 此分词与前句属格独立结构 `ἀλλοιουμένων τῶν μορίων` 中的属格名词 `τῶν μορίων` 一致(或作为并列的属格独立结构),用以阐明部位受冷或受热的具体变化方式。
  2. §1τῷ μὴ ... ὑπάρχειν — 带定冠词与格的不定式结构,在此用作表示原因或方式的与格,译为“因为其并不以……的方式存在”,以此揭示不均一与均一失调的区别。
  3. §2ὡς χῶραι πολλαὶ — 引导一个依赖于前文动词短语 `ἀναμνῆσαι χρή`(“必须回忆”)的间接事实从句(ὡς 从句)。语气词组 `καὶ μὲν δὴ καὶ` 将“必须回忆”的支配力延伸至整个从句。
  4. ¦p.736¦φωράσαις — 动词 `φωράω`(察觉、发现)的不定过去时主动语气希求法第二人称单数形式,等同于雅典方言的 `φωράσειας`。此处用作潜在希求法(potential optative),表示泛指主语的“你将会发现”。

引用这一段

盖伦, 论不均等的气质不和 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg055.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。