§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΩΜΑΛΟΥ ΔΥΣΚΡΑΣΙΑΣ ΒΙΒΛΙΟΝ
Ἀνώμαλος δυσκρασία γίνεται μὲν καὶ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα ἐνίοτε, καθάπερ ἔν τε τοῖς ἀνὰ σάρκα λεγομένοις ὑδέροις, καὶ τοῖς ἠπιάλοις καλουμένοις πυρετοῖς, καὶ σχεδὸν ἅπασι τοῖς ἄλλοις, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων·
## ガレノス『不同調な不均等調熱について』不同調な不調和は、時には動物の体全体においても生じることがある。 それは、いわゆる肉の間の水腫や、エピアロスと呼ばれる熱、そして、消耗熱と呼ばれるものを除く、ほぼすべての他の熱においてそうであるのと同様である。
γίνεται δὲ καὶ καθ’ ἓν ὁτιοῦν μόριον, οἰδισκόμενον, ἢ φλεγμαῖνον, ἢ γαγγραινόμενον, ἢ ἐρυσιπελατούμενον, ἢ καρκινούμενον.
しかし、それは任意の単一の部位においても生じ、腫脹したり、炎症を起こしたり、壊疽したり、丹毒になったり、癌化したりする。
τούτου δὲ τοῦ γένους καὶ ὁ καλούμενος ἐλέφας καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης.
この類には、いわゆる象皮病や、蝕瘡、疱疹も含まれる。
ἀλλὰ ταῦτα μὲν ἅπαντα μετὰ ῥευμάτων·
しかし、これらはすべて流出液を伴う。
ἄνευ δ’ ὕλης ἐπιῤῥύτου, μόναις ταῖς ποιότησιν ἀλλοιουμένων τῶν μορίων, ἀνώμαλοι γίνονται δυσκρασίαι, ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων.
一方で、流入する物質を伴わず、質のみによって部位が変質する場合にも、不同調な不調和が生じる。 それは、それらの部位が冷やされたり、熱せられたり、過度に運動したり、怠惰であったり、あるいは他の同様なことを被ったりすることによる。
οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις.
さらに、外部から襲いかかるものによっても、私たちの体に多くの不同調な不調和が生じる。 それは、私たちの体が温められたり、冷やされたり、乾燥させられたり、湿らされたりすることによる。
ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο·
なぜなら、これらは単純な不調和であり、それは『混合について』の注解書でも示された通りだからである。
σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων.
しかし、これらから合成された他の4つの不調和があり、それは、温められると同時に乾燥させられるか、冷やされると同時に湿らされるか、冷やされると同時に乾燥させられるか、あるいは温められると同時に湿らされるかのいずれかである。
ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον.
このような不同調な不調和が、均等な不調和と異なるのは、不調和な状態にある体のすべての部位において同様に存在しないことによるのであって、これは極めて明白である。
ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν.
したがって、すべての不同調な不調和における生成の仕方がどのようなものであるかについては、本書において論じることが目指されている。
ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται.
議論を明確にするために、最も大きな部位、すなわち医学の専門家でない人々にも知られている部位から始めて、体のすべての部位を想起することが必要である。
χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.
実際、手や足、腹部、胸部、頭部を知らない者はいない。
§2Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα·
さて、それらのいずれか一つが、再び私たちによっていわゆる近接する部位へと分割されるようにしよう。 例えば、脚であれば腿、下腿、足へ、手であれば上腕、前腕、手先へと。
καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι·
そして実に、手先の固有の部位は手根、中手、および指である。
δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή·
さらに、指の構成要素は骨、軟骨、靭帯、神経、動脈、静脈、膜、肉、腱、爪、皮膚、脂肪である。
ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν·
これらはもはや他の種類へと分割することはできず、同質部分かつ第一次の部位であるが、動脈と静脈は例外である。
αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο.
なぜなら、これらは繊維と膜から構成されているからであり、このことは『解剖実習』においても述べられた通りである。
καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι·
そして実に、上述の同質かつ第一次の部位の間に多くの空隙が存在すること、そして、器官的かつ合成された部位の中間には、これらよりもさらに多く、かつ大きな空隙が存在すること、時には骨や皮膚におけるように、任意の単一の同質な部位の中にも存在していることも同様である。
καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται.
これらすべてについては、『解剖実習』において述べられている。
τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν·
さて、体の柔らかい部分は互いに重なり合うため、その間の空隙は感覚には見えなくなる。
ὅσα δὲ σκληρὰ καὶ ξηρὰ, πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν ὀστοῖς τὰς σήραγγας.
しかし、硬くて乾燥している部分については、骨の中の空洞のように、感覚によってその間隙を完全に見出すことができるだろう。
ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον.
そして、これらの空洞は、自然の内にあって、骨の栄養のために用意された濃くて白い液体を内部に含んでいる。
οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον, ἐν τοῖς περὶ κράσεων εἴρηται.
また、皮膚における孔がどのような方法で形成されるかについては、『混合について』において述べられている。
ταυτὶ μὲν οὖν ἀναγκαῖον ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι.
それゆえ、これから語られることの明確さのために、これらのことを想起することが必要であった。
περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως.
さて、不同調な不調和について、その性質がいかなるものであるか、またその生成の仕方がいくつあるかを、今や語らねばならない。
ὅτι μὲν δὴ μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος οὕτω σώματος, ἔμπροσθεν εἴρηται.
このように罹患した体のすべての部分において、単一の調熱が存在しないことは、先に述べた通りである。
ἀλλὰ τοῦτο μὲν ἁπάσης ἀνωμάλου δυσκρασίας κοινόν· αἱ διαφοραὶ δὲ ταῖς τῶν πεπονθότων σωμάτων ἕπονται φύσεσιν.
しかし、このことはすべての不同調な不調和に共通することであるが、その相違は、罹患した体の性質に従うのである。
ἄλλως μὲν γὰρ ἡ ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται κρᾶσιν.
なぜなら、単純な肉が不同調な不調和に至る場合と、筋肉全体がそれに至る場合とでは、異なり方をするからである。