← ガレノス

ヒポクラテスによる昏睡について

§4

初期の未消化物と嗜眠病および狂躁病への移行

著者は自説が議論を困難にする点を認めつつ、ヒポクラテスの「初期に」という言葉を手がかりに、初期症状の未消化物が嗜眠病や狂躁病へ移行するプロセスを説明し、疑問接続詞説を弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

Καί τοι χαλεπώτερον ἐμαυτὸν τὸν λόγον ἐπίσταμαι ποιεῖν. διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς1 ἀπὸ τῆς οὐχ ὑπνώδους φρενίτιδος, οὐκ ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο2 καὶ μὴ βεβαίως ἀποφαινόμενος φρενιτικοὺς εἶναι τοὺς τοιούτους. ἀλλ’ ἧττον γὰρ ἐμοὶ μέλει τῆς ἐν τοῖς λόγοις χαλεπότητος ἢ τῆς ἀληθείας, ὅτι τε ἀπορητικός ἐστιν ὁ σύνδεσμος, ὁμολογῶ, καὶ δείξω τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐτόλμησε φρενιτικοὺς εἶναι τοὺς τοιούτους ἀποφήνασθαι ὁ Ἱπποκράτης, ἀλλ’ ἔτ’ ἀπορεῖ. τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον3 τὴν πάσαν ἔχει τοῦ λόγου δύναμιν, ὃ παραλείπουσιν οἱ πολλοὶ τῶν ἐξηγητῶν, ὥσπερ μάτην προσγεγραμμένον. παραπλήσιον γάρ τι συμβαίνει πολλῶν ἀρχομένοις νοσημάτων, οἷον ἔν τισι τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον. ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται,4 καὶ βαρῶσι τὴν κεφαλὴν, καὶ μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα· δι’ αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι, καὶ στρεφόμενοι, καὶ ῥιπτοῦντες ἑαυτοὺς, καὶ μεταβάλλοντες ἄλλοτ’ εἰς ἄλλο σχῆμα. ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶθ’ ὑπὸ τοῦ βάρους ἅμα τ’ εἰς κῶμα κατασπώσης ἅμα τε ὕπνον κωλυούσης. οὕτως οὖν καὶ πλήθους ἀπέπτου τὴν κεφαλὴν κατειληφότος, ἄγρυπνοί τε ἅμα καὶ κωματώδεις εἰσίν. καὶ τοῦτο κατ’ ἀρχὰς γενόμενον, ἔστιν ὅτε μὲν πεφθῇ καλῶς, ὥσπερ καὶ ἐξ οἴνου τοιοῦτο εἴη γεγονός· ἀλλ’ οὕτω μὲν οὔτε λήθαργος, οὔτε φρενῖτις ἠκολούθησεν· ἔστιν ὅτε δὲ δριμὺ γενόμενον εἰς φρενίτιδα ἐτελεύτησε. πολλοῖς δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω λήθαργος ἐπεγένετο. προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος, ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς ἤδη φρενίτιδος· ὡς δ’ οἱ τὸ μικτὸν πάθος ἐκ ληθάργου καὶ φρενίτιδος εἰσάγοντες ὑπολαμβάνουσιν, ἐκείνῳ δόξειεν ἂν εἶναι συγγενεστέρα. πότερον δ’ ἤδη τοὺς οὕτως ἔχοντας ὀνομάζειν χρὴ φρενιτικοὺς, ἢ ὀλίγου ὕστερον ἔσεσθαι προσδοκᾷν, τοῦθ’ ἑτέρας ἂν εἴη σκέψεως, οὔτ’ ὠφελούσης τι τὰ νῦν προκείμενα, καὶ ἄλλως διὰ τοῦ εἰσίν, ὃ καί τινες προσγράφουσι τῷ ἆρα φρενιτικοὶ, τινὲς δ’ οὔ.

Καί τοι χαλεπώてろん ἐμαυτὸν τὸν λόγον ἐπίσταμαι ποιεῖν. もっとも、私は自分自身の議論をより困難にしていることを自覚している。なぜなら、眠気を伴う昏睡が眠気を伴わない狂躁病から区別されているのであるから、彼が未だに妥当な形で疑いを抱き、そのような人々が狂躁病患者であると確実に断定していないように見えることは、もはやないはずだからである。しかし、私にとっては議論における困難さよりも真実の方が大切である。それゆえ、その接続詞が疑問を示すものであることを私は認めるし、ヒポクラテスがそのような人々を狂躁病患者であるとあえて断定せず、未だに疑問を抱いている理由を示すつもりである。というのも、「初期に」という付け加えられた言葉が議論全体の意味を握っているのだが、多くの註釈家たちはそれをまるで無駄に書き添えられたものであるかのように見過ごしているからである。というのも、多くの病気にかかり始めている人々には、例えば泥酔した人々の一部に生じるのが見られるのとよく似たことが起こるからである。彼らが昏睡状態にあるとき、彼らはふらつき、頭が重くなり、たとえ努力しても瞼を開けることができない。しかしまた他方で、まさにこの重さのせいで、彼らは不快感を覚え、体をよじり、寝返りを打ち、時にはこちらの、時にはあちらの姿勢へと体位を変えながら、眠ることができないのである。実際、こうしたことが泥酔した人々にしばしば起こるのを見ることができる。酒酔いによって彼らの頭が満たされ、次いでその重さが彼らを昏睡へと引きずり下ろすと同時に、眠りを妨げるからである。このようにして、未消化の余剰物が頭を占領したときにも、人々は眠れないと同時に昏睡状態になるのである。そして、これが初期に生じたとき、ある場合にはそれが十分に消化され、ちょうどワインからこのようなことが生じたかのようになる。しかし、その場合には嗜眠病も狂躁病も続発しない。しかし、ある場合にはそれが刺激性になって、狂躁病へと至る。また、多くの人々においては、薄い部分は消化されるか発散されて排出され、濃い部分が残り、その結果として嗜眠病が併発する。このような病気が進行したときには、このような状態は、私たちが示したように、すでに狂躁病に近い。しかし、嗜眠病と狂躁病の混合した疾患を持ち出す人々が想定するように、その混合疾患により親近性があるように思われるかもしれない。しかし、このように苦しんでいる人々をすでに狂躁病患者と呼ぶべきか、あるいは少し後にそうなることを予期すべきか、という問題は、今目の前にある事柄には何ら役立たないし、ましてや、ある人々が ἆρα φρενιτικοί に書き加えている一方で、他の人々はそうしていない、あの εἰσίν という語があるせいで、別の検討事項となるだろう。

構文注4 件
  1. 4διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς

    完了受動分詞 διωρισμένης を用いた独立属格構文。眠気を伴う昏睡(嗜眠病)が、眠気を伴わない狂躁病から既に概念上区別されている背景的状況を提示している。

  2. 4οὐκ ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο

    ἂν + 希求法(φαίνοιτο)による潜在表現。分詞 ἀπορῶν および後続の μὴ ἀποφαινόμενος は、動詞 φαίνοιτο の補足分詞として機能し、主語(ヒポクラテス)の状態を表している。

  3. 4τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον

    中性単数分詞 προσκείμενον が冠詞 τὸ を伴って名詞的に用いられ、主節の主語となっている。ἐν ἀρχῇσι(初期に)はイオン方言の与格複数形。

  4. 4ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται

    ὅταν 節(接続法 ὦσι)が主節の直説法動詞 σφάλλονται 等にかかる。接続詞 καὶ の重畳(ポリシデトン)により、泥酔者に同時に現れる多数の症状が列挙・強調されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg052.humanitext-grc1:4