Humanitext Reader

ガレノス · 病型について書いた者たちへの反論 §4#1

発作間隔から熱型と重なりを導く計算法

5 / 11 箇所 · ギリシア語

要旨

ガレノスは若者たちの懇願を受け、熱病の発作時間から何重のどのようなタイプの熱が重なっているかを特定する簡単な計算方法を教える。そして、各タイプの周期を時間数に換算した一覧表を提示し、具体的な数値例を用いて計算手順をわかりやすく説明する。

§4#1Ἐπεὶ δ’ ἠνάγκασάν μέ τινες τῶν νεωτέρων δεηθέντες, ἣν ἐγὼ παίζων αὐτοὺς ἐδίδαξα μέθοδον εἰς εὕρεσιν τῶν ἐν ταῖς τοιαύταις ὑποθέσεσι τύπων, ἐν γράμμασι καταθέσθαι, δι’ ἐκείνους ἀνέθηκα καὶ τούτῳ τῷ λόγῳ μίαν ἡμέραν οὐχ ἑκών.
しかし、若い者たちの何人かが私に懇願して、私が彼らに戯れに教えた、そのような想定におけるタイプを見出すための方法を、文書に書き留めるよう求めたため、私は彼らのために、不本意ながら一日をこの議論のために捧げた。
ἀρξώμεθα οὖν ἤδη τῆς διδασκαλίας αὐτῶν ἐνθένδε.
では、さっそくそれらの教授をここから始めよう。
τύπον οὗτοι καλοῦσιν οὐχ ἅπασαν περίοδον, ἀλλ’ ἥτις ἂν ἐξ ὁλοκλήρων ἡμερῶν τε καὶ νυκτῶν συγκέηται, καὶ καθ’ ἕκαστόν γε πλῆθος ἡμερῶν ἴδιον εἶναι βούλονται τύπον, οὐδὲ κ΄ ἢ λ΄ μόνον ἡμερῶν, ἀλλὰ καὶ τούτων ἐξωτέρω τὰς τῶν τύπων περιόδους ἐκτείνοντες.
彼らはあらゆる周期をタイプと呼ぶのではなく、完全な昼夜から構成されるものだけをそう呼び、日数の各数量に対して固有のタイプが存在することを望んでおり、20日や30日だけでなく、さらにそれ以上にタイプの周期を拡張している。
ἐν δὲ τοῖς τύποις τούτοις ὁ τοῦ παροξυσμοῦ χρόνος ἐπὶ παροξυσμὸν οὐκέτι μὲν τύπος, αὐτὸ δὲ τοῦτο μόνον ὀνομάζεται αὐτοῖς περίοδος.
そして、これらのタイプにおいて、ある発作から次の発作までの時間は、もはやタイプとは呼ばれず、彼らによってまさに周期とのみ呼ばれる。
ἐπυθόμην δή τινα καὶ βιβλίον ὅλον οὐ σμικρὸν γεγραφηκέναι διδάσκοντα, πῶς ἄν τις ἐφ’ ἑκάστῃ περιόδῳ παροξυντικῇ προβληθείσῃ τό τ’ εἶδος εὑρίσκοι καὶ τὸν ἀριθμὸν τῶν τύπων.
実際、ある者が、提示された個々の発作周期において、いかにしてその種類とタイプの数を見出すかを教える、小さからぬ丸々一冊の書物を書いたと私は耳にした。
καὶ νὴ τοὺς θεοὺς ἐθαύμασα, τίνα ποτ’ ἐστὶν ἃ λέγει κατὰ τὸ βιβλίον.
そして神々に誓って、彼がその本の中で一体何を語っているのか、私は驚嘆した。
ἡ γάρ τοι μέθοδος, ἐξ ὧν ἄν τις εὑρίσκοι τὸ πόσων ἐστὶ τύπων ἐπιπλοκὴ, δι’ ἐλαχίστων ἐπῶν διδαχθῆναι δύναται, τοιαύτη τις οὖσα.
なぜなら、いかなる種類の、いくつのタイプの重なりであるかを見出すための方法は、きわめて少ない言葉で教えることができ、以下のようなものだからである。
τὸν ἀριθμὸν τῶν ὡρῶν ἑκάστου τύπου πρόχειρον  ἔχειν προσῆκεν ἤτοι διὰ μνήμης, ἢ γεγραμμένον ἐν χαρτίῳ, τοῦ μὲν ἀμφημερινοῦ τὸν τῶν κδ΄, τριταίου δὲ τὸν τῶν ὀκτὼ καὶ τετταράκοντα, καὶ οὕτως ἐφεξῆς, τεταρταίου μὲν οβ΄, πεμπταίου δὲ νστ΄, ἑκταίου ρκ΄, ἑβδομαίου δὲ ρμδ΄ καὶ τῶν ἄλλων, ὡς τοῦτο τὸ διάγραμμα τὸ ὑποτεταγμένον ἔχει.
各タイプの時間数を、記憶によってであれ、紙に書かれたものであれ、手元に備えておくべきである。 すなわち、日日熱については24、三日熱については48、そして以下同様に、四日熱は72、五日熱は96、六日熱は120、七日熱は144、その他の熱についても、以下に置かれた図が示している通りである。
ΤΥΠΟΙ ΩΡΑΣ. Ἀμφημερινός κδ΄ Τριταῖος μη΄ Τεταρταῖος οβ΄ Πεμπταῖος לστ΄ Ἑκταῖος ρκ΄ Ἑβδομαῖος ρμδ΄ Ὀγδοαῖος ρξη΄ Ἐνναταῖος ρלβ΄ Δεκαταῖος σιστ΄ Ἑνδεκαταῖος σμ΄ Δωδεκαταῖος σξδ΄ Τρισκαιδεκαταῖος σπη΄ Τεσσαρεσκαιδεκαταῖος τιβ΄ Πεντεκαιδεκαταῖος τλστ΄ Ἑκκαιδεκαταῖος τξ΄ Ἑπτακαιδεκαταῖος τπδ΄ Ὀκτωκαιδεκαταῖος υη΄ Ἐννεακαιδεκαταῖος υλβ΄ Εἰκοσταῖος υνστ΄ Εἰκοστὸς πρῶτος υπ΄ Εἰκοστὸς δεύτερος φδ΄ Εἰκοστὸς τρίτος φκη΄ Εἰκοστὸς τέταρτος φνβ΄ Εἰκοστὸς πέμπτος φοστ΄ Εἰκοστὸς ἕκτος χ΄ Εἰκοστὸς ἕβδομος χκδ΄ Εἰκοστὸς ὄγδοος χμη΄ Εἰκοστὸς ἔννατος χοβ΄ Τριακοστός χלστ΄ Τριακοστὸς πρῶτος ψκ΄ Τριακοστὸς δεύτερος ψμδ΄ Τριακοστὸς τρίτος ψξη΄ Τριακοστὸς τέταρτος ψלβ΄ Τριακοστὸς πέμπτος ωιστ΄ Τριακοστὸς ἕκτος ωμ΄ Τριακοστὸς ἕβδομος ωξδ΄ Τριακοστὸς ὄγδοος ωπη΄ Τριακοστὸς ἔννατος Ϡιβ΄ Τεσσαρακοστός Ϡλστ΄ Τεσσαρακοστὸς πρῶτος Ϡξ΄ Τεσσαρακοστὸς δεύτερος Ϡπδ΄ Τεσσαρακοστὸς τρίτος α͵η΄ Τεσσαρακοστὸς τέταρτος α͵λβ΄ Τεσσαρακοστὸς πέμπτος α͵νστ΄ Τεσσαρακοστὸς ἕκτος α͵π΄ Τεσσαρακοστὸς ἕβδομος α͵ρδ΄ Τεσσαρακοστὸς ὄγδοος α͵ρκη΄ Τεσσαρακοστὸς ἔννατος α͵ρνβ΄ Πεντηκοστός α͵ροστ΄ Τοιοῦτον ἐχέτωσαν ἐν χαρτίῳ διάγραμμα ἐσκευασμένον οἱ μὴ δυνάμενοι ῥᾳδίως λογίζεσθαι.
タイプと時間。 日日熱 24、三日熱 48、四日熱 72、五日熱 96、六日熱 120、七日熱 144、八日熱 168、九日熱 192、十日熱 216、十一日熱 240、十二日熱 264、十三日熱 288、十四日熱 312、十五日熱 336、十六日熱 360、十七日熱 384、十八日熱 408、十九日熱 432、二十日熱 456、二十一日熱 480、二十二日熱 504、二十三日熱 528、二十四日熱 552、二十五日熱 576、二十六日熱 600、二十七日熱 624、二十八日熱 648、二十九日熱 672、三十日熱 696、三十一日熱 720、三十二日熱 744、三十三日熱 768、三十四日熱 792、三十五日熱 816、三十六日熱 840、三十七日熱 864、三十八日熱 888、三十九日熱 912、四十日熱 936、四十一日熱 960、四十二日熱 984、四itudini熱 1008、四十四日熱 1032、四十五日熱 1056、四十六日熱 1080、四十七日熱 1104、四十八日熱 1128、四十九日熱 1152、五十日熱 1176。 容易に計算することができない者たちは、紙にこのように用意された図を持っておくがよい。
μετὰ δὲ τὴν τούτου παρασκευὴν ἐπισκοπείσθωσαν ὁ προβληθεὶς παροξυσμὸς τῶν κατὰ τοὺς παροξυσμοὺς περιοδικῶν ὡρῶν οὗ τινος τῶν πρῶτον γεγραμμένων ἀριθμῶν ἐστι μόριον.
そしてこれを準備したのち、提示された発作の間隔時間が、最初に書かれた数のうちどれの約数であるかを検討するがよい。
εὑρόντες γὰρ αὐτὸν ἕξουσι τὸ γένος τοῦ τύπου, γένος δὲ, ἢ εἶδος, ἢ ἰδέαν, ἢ φύσιν ἐν τῷ παρόντι λέγειν οὐ διοίσει, τὸν δὲ ἀριθμὸν, τῶν τύπων εὑρεθέντων, κατὰ τὸ μόριον.
それを見出せば、彼らはタイプの種類を得ることになる。 ――なお、現在の文脈において、種類、形式、形態、本性と言うかは違いがない。 ――そして、見出されたタイプの数は、その約数に応じたものとなる。
εἰ μὲν γὰρ τρίτον εἴη τὸ μόριον ὁ κατὰ τὴν περίοδον ἀριθμὸς τῶν ὡρῶν τοῦ τύπου, τρεῖς ἐρεῖς ἀλλήλοις ἐκείνους περιπεπλέχθαι τοὺς τύπους·
なぜなら、もし周期における時間数が、あるタイプの3分の1であるなら、それら3つのタイプが互いに重なり合っていると言うことになる。
εἰ δὲ τέταρτον, τέτταρας· εἰ δὲ πέμπτον, πέντε, παρώνυμον ἀεὶ τὸν ἀριθμὸν τοῦ μέρους ποιούμενος.
もし4分の1なら4つ、5分の1なら5つであり、常にその部分の名称から派生した数をあてることになる。
ἵνα δὲ καὶ διὰ παραδείγματος εὑρεθῇ σαφεστέρα ἡ μέθοδος, ἔστω τινὰ παροξύνεσθαι μὲν ὥραις στ΄, ἐξανίεσθαι δὲ δυοῖν, ὥστε τὴν ὅλην περίοδον ὑπάρχειν ὡρῶν ὀκτώ·
この方法が例を通していっそう明確に理解されるために、ある人が6時間発作を起こし、2時間和らぎ、したがって全周期が8時間であると仮定しよう。
κατὰ ταύτην τὴν ὑπόθεσιν ἐπισκέψῃ, τί μέρος ἐστὶ τὰ η΄ τῶν κδ΄, εἶθ’ εὑρὼν ὅτι τρίτον, ἀμφημερινοὺς ἐρεῖς ἐπιπεπλέχθαι τρεῖς·
この仮定のもとで、 8が24の何分のいくつか(何の部分か)を検討し、それが3分の1であることを見出したなら、3つの日日熱が重なり合っていると言うことになる。
ἀμφημερινοὺς μὲν, ὅτι τοῦ τῶν κδ΄ ἀριθμοῦ μόριόν ἐστιν ὁ τῶν ὀκτώ· τρεῖς δὲ, ὅτι τρίτον.
日日熱であるのは、8という数が24という数の約数だからであり、3つであるのは、それが3分の1だからである。

語釈・文法注

  1. p.489ἣν ἐγὼ παίζων αὐτοὺς ἐδίδαξα μέθοδον — 関係代名詞 `ἣν` の先行詞 `μέθοδον` が関係節内に引き込まれている(先行詞の繰り込み)。二重対格をとる動詞 `ἐδίδαξα` は、人(対格 `αὐτοὺς`)と物(対格 `ἣν... μέθοδον`)をそれぞれ目的語としている。分詞 `παίζων` は「戯れに、冗談で」という様態を表す。
  2. p.493οὗ τινος τῶν πρῶτον γεγραμμένων ἀριθμῶν ἐστι μόριον — 関係代名詞 `οὗ τινος` は、先行する主語 `ὁ προβληθεὶς παροξυσμὸς...` を指す不定関係代名詞 `ὅστις` の属格。`τῶν πρῶτον γεγραμμένων ἀριθμῶν`(最初に書かれた数たちの)は、名詞 `μόριον`(約数、部分、分数)にかかる部分属格である。全体で「[提示された発作時間が] 最初に書かれた数のうち、どれの約数になっているか」を意味する。
  3. p.493παρώνυμον ἀεὶ τὸν ἀριθμὸν τοῦ μέρους ποιούμενος — 現在分詞中動態 `ποιούμενος` の意味上の主語は計算を行う読者。形容詞 `παρώνυμον`(〜から派生した名前の)は、`τὸν ἀριθμὸν`(数)に対する目的格補語として機能し、`τοῦ μέρους`(その部分・分数の)がこれに係る。全体として「数の名称を常にその分数の名称から派生させる(例:3分の1[triton]なら3[treis]とする)」という数学的な命名規則を述べている。

この箇所を引用する

ガレノス, 病型について書いた者たちへの反論 §4#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:4%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。