§3#2ὅπως μέντοι χρὴ διακρίνειν αὐτοὺς, οἱ πλείους μὲν οὐδὲ ὅλως ἐζήτησαν, ἔνιοι δὲ τῇ διαφορᾷ τεκμαίρονται τῶν ὡρῶν, ὥσπερ οὐκ ἐνὸν ὥρας ἕκτης εἰ τύχοι πάντας εἰσβάλλειν ἐν διαφερούσαις ἡμέραις·
然而,至于应该如何将它们区分开来,大多数人根本没有探究,而有些人则根据时间的不同来推测,仿佛不同日子的所有发作不可能恰好都在第六小时开始似的。
ὅπερ εἰ γένοιτο, συμβήσεται καθ’ ἑκάστην ἡμέραν ἕνα φαίνεσθαι παροξυσμὸν, ἐπιπλεκομένων ἀλλήλαις τῶν τριῶν περιόδων, ἀμφημερινῆς, καὶ τριταίας καὶ τεταρταίας.
如果发生这种情况,随着日日热、三日热、四日热这三个周期相互交织,结果每天都只会显现一次发作。
ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν τὴν τεταρταίαν ἕξει μόνην· ἡ δὲ δευτέρα τὴν τριταίαν· ἡ δὲ τρίτη τὴν ἀμφημερινήν· ἡ δὲ τετάρτη ἅμα πάσας τὰς τρεῖς εἰς ἕνα χρόνον συνεληλυθυίας·
因为第一天将只有四日热,第二天有三日热,第三天有日日热,而第四天则是这三者同时汇集在一个时间。
ἐφ’ αἷς ἡ πέμπτη πάλιν ἡμέρα τὴν ἀμφημερινὴν ἕξει μόνην· ἡ δ’ ἕκτη πρὸς ταύτῃ καὶ τὴν τριταίαν· ἡ δὲ ζ΄ τὰς τρεῖς εἰς ἕνα χρόνον συνεληλυθυίας.
在这些之后,第五天再次只有日日热,第六天在此之上还有三日热,而第七天则是这三者同时汇集在一个时间。
ἄδηλον οὖν, ὡς εἴρηται, πότερον ἀμφημερινὸς εἷς ἐστιν, ἢ δύο τριταίων μίξεις, ἢ τριταίων καὶ τεταρταίων, ἢ τεταρταίου καὶ τριταίου καὶ ἀμφημερινοῦ.
因此,正如已经说过的,这究竟是一个日日热,还是两个三日热的混合,还是三日热和四日热的混合,抑或是四日热、三日热和日日热的混合,都是不明确的。
καὶ μὴν οὐχ ἡ αὐτὴ θεραπεία τριταίου καὶ τεταρταίου καὶ ἀμφημερινοῦ, πλὴν εἰ καὶ τοῦτο νομίζουσιν.
而且,三日热、四日热和日日热的治疗方法并不相同,除非他们认为连这一点也是相同的。
ἀφ’ οὗ γὰρ ἐπεπόλασεν ἀπαιδευσία τε ἅμα καὶ ἀναισχυντία τῶν ἐπιπηδώντων τῇ τέχνῃ, θαυμαστὸν οὐδέν ἐστιν ἀγνοεῖσθαί τισι καὶ τὰ τηλικαῦτα.
因为自从那些钻营医术之人的无知和无耻泛滥以来,某些人甚至连如此重大的事情都不知道,也就不足为奇了。
ἀλλ’ ἡμεῖς γινώσκομεν εἰς ὅσον διαφερούσης δέονται θεραπείας ἀμφημερινὸς εἷς τριταίοιν δυοῖν, καὶ τριταῖοι τεταρταίοιν, ὡς οὐχ οἷόν τ’ ἐστὶ διακρῖναι κατὰ τοὺς ἀγνοοῦντας ἑκάστου πυρετοῦ τὴν ἰδέαν.
但是我们知道,一个日日热与两个三日热、以及三日热与四日热,它们所需要的治疗有多么大的不同,以至于不可能按照那些不了解每种发热形态的人的方法来区分它们。
καὶ πολλάκις ἐπὶ τῶν καμνόντων ἐθεασάμεθα δυοῖν τριταίοιν ἐπιπλοκὴν ἀμφημερινὸν ἕνα νομίζοντας εἶναι τοὺς θεραπεύοντας, οὓς μόγις ἐπείσαμεν ὑπὸ δυοῖν τριταίοιν ἐνοχλεῖσθαι τὸν κάμνοντα, λυθέντος μὲν ἐξ αὐτῶν πρότερον τοῦ προτέρου, καταλειφθέντος δὲ μόνου τοῦ χαλεπωτέρου.
我们经常在患者身上看到,治疗者将两个三日热的重叠视为一个日日热,我们好不容易才让他们相信患者正受到两个三日热的折磨——那是在它们之中先开始的一个先痊愈,而只留下更严重的一个的时候。
ἅπαντες οὖν ἐοίκασιν οἱ τὰ περὶ τύπων βιβλία γεγραφότες οὐδὲν φροντίσαι τῆς εἰς τὴν πρόγνωσίν τε καὶ δίαιταν ἐξ αὐτῶν ὠφελείας, ἀλλ’ ὥσπερ λέγουσιν, οὕτω καὶ ποιῆσαι, γυμνάσματα τοῖς νέοις γράψαι ταῦτα παραπλήσια τοῖς περὶ δεῖπνον αἰνίγμασιν, εἰ μὲν οὖν αὐτοὺς ἁπλῶς βούλονται γυμνάζειν, ἐνῆν τοῦτο πράττειν ἐπί τε γεωμετρίαν ἄγουσι καὶ ἀριθμητικὴν καὶ λογιστικὴν καὶ διαλεκτικήν·
因此,所有撰写关于周期(热型)书籍的人,似乎根本没有考虑这些对预后和养生所带来的益处,而是如其所说亦如其所做,给年轻人写了这些类似于宴席上谜语的练习题。
εἰ δ’ ἕνεκα τοῦ προγινώσκειν τὸν ἐρχόμενον παροξυσμὸν ἐπὶ τὸ γυμνάσιον ἀφικνοῦνται τοῦτο, τοῦ παντὸς ἁμαρτάνουσι, διὰ μοχθηρῶν ὁδῶν ἰέναι τοὺς νέους ἀναπείθοντες, ἐξ ὧν οὐδὲν εὑρίσκουσιν οὔτ’ εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν χρηστὸν, ἐνὸν αὐτοὺς (ἑαυτοὺς) διδάξαι διαγινώσκειν παροξυσμὸν ἀμφημερινοῦ πυρετοῦ καὶ τριταίου καὶ τεταρταίου καὶ ἡμιτριταίου καὶ τριταιοφυοῦς, ἑκάστου τε τῶν ἄλλων, ὅσοι μὴ μόνον κατὰ τὸ σχῆμα τῶν περιόδων, ἀλλὰ καὶ κατὰ τὴν ὅλην φύσιν ἀλλήλοις διαφέρουσιν.
如果他们只是想单纯地训练年轻人,本可以通过引导他们学习几何学、算术、计算术和辩证法来达到目的;但如果他们是为了预测将要到来的发作而来到这个训练场,那他们就完全错了,因为他们说服年轻人去走那些糟糕的道路,从这些道路中,他们发现无论是对预后还是治疗都没有任何有用的东西,而原本是可以教导他们自己去诊断日日热、三日热、四日热、半三日热、类三日热,以及其他每一种不仅在周期的形式上、而且在整个本性上都互不相同的发热的发作。
ὡς ὅσοι γε τούτους ἐπίστανται γνωρίζειν, ἄχρηστος αὐτοῖς πᾶσα ἡ περὶ τύπων θεωρία· κάλλιον δ’ ἂν ἴσως εἰπεῖν, ὡς αὕτη μὲν ἅπασα ματαία, τῷ δὲ ἀσκήσαντι διὰ τῶν ἰδίων σημείων ἕκαστον τῶν πυρετῶν γνωρίζειν, οὐ μόνον κέρδος ἐστὶ τὸ τῆς ματαίου φλυαρίας καταφρονεῖν, ἀλλὰ καὶ τὸ προγινώσκειν γε τὸ τῆς διαίτης εἶδος ἑκάστῳ πρόσφορον.
因为对于那些懂得如何识别这些发热的人来说,所有关于周期的理论都是无用的;或许更好的说法是,这整个理论都是徒劳的,而对于那些训练通过自身特有的征兆来识辨每种发热的人来说,不仅能获得鄙视这种徒劳闲扯的益处,还能预先知道适合每个人的养生方法。
ἀλλ’ οὗτοι μὲν ἔτ’ ἀνεκτοὶ, καὶ γὰρ Ἀγαθῖνος ἀνὴρ οὐχ ὁ τυχὼν εἰς τὴν τοιαύτην ὑπεισῄει διδασκαλίαν· οἱ δ’ ἑπτὰ ποιοῦντες ὡρῶν περιόδους ἐδέοντο μὲν οὐχ ἡμῶν, ἀλλὰ Φιλιστίωνος, ἤ τινος τοιούτου τοῦ διαπαίζοντος αὐτῶν τὸν λῆρον.
不过这些人还是可以容忍的,因为即使是阿加蒂诺斯这样非同寻常的人物也曾涉足这种教学;但是那些将周期定为七个小时的人,他们需要的不是我们,而是菲利斯提翁,或者某个能嘲弄他们胡言乱语的类似之人。