§3#1Λέγωμεν δ’ ἐφεξῆς περὶ τῶν μόνας τὰς τρεῖς ἡγουμένων, οὐ μὴν ἐκ τῆς ἰδίας φύσεως ἑκάστην διαγινωσκόντων, ἀλλ’ ἐκ τῶν κατὰ τοὺς παροξυσμοὺς ἀνταποδόσεων.
接下来让我们谈谈那些认为只有三个周期的人,他们并不是根据每个周期自身的性质来诊断,而是根据发作之间的对应关系来诊断。
οὕτω γὰρ εἰώθασιν ὀνομάζειν αὐτοὶ τὰς ἀναλογίας τῶν παροξυσμῶν.
因为他们自己习惯于这样称呼发作的比例关系。
οἱ τοιοῦτοι δ’ εἰ μὴ διὰ παντὸς, ὥσπερ οἱ πρότεροι, τὸν ἐσόμενον παροξυσμὸν ἀγνοήσουσιν, ἀλλὰ μέχρι τῆς τετάρτης ἢ πέμπτης ἡμέρας ἐξ ἀνάγκης.
这样的人,即使不像前一类人那样永远无法知道将要发作的疾病,但也必然在第四天或第五天之前对此一无所知。
ὑποκείσθω γὰρ ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἕνα γεγονέναι παροξυσμὸν, ἐν δὲ τῇ δευτέρᾳ δύο, καὶ δύο πάλιν ἐν τῇ τρίτῃ, καὶ δύο κατὰ τὴν τετάρτην.
因为让我们假定在第一天发生了一次发作,在第二天发生两次,在第三天同样发生两次,在第四天发生两次。
ἐνδέχεται μὲν οὖν καὶ τοιαύτην εἶναι τὴν ἐπιπλοκὴν τῶν ἁπλῶν περιόδων, ὡς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀμφημερινὸν ἦρχθαι· κατὰ δὲ τὴν δευτέραν τριταῖον· ἐν δὲ τῇ τρίτῃ δύνασθαι μὲν καὶ τριταῖον, δύνασθαι δὲ καὶ τεταρταῖον, ἄδηλον γὰρ τοῦτο πρὸ τῆς πέμπτης, εἶτ’ ἐν τῇ τετάρτῃ τοῦ τε κατὰ τὴν πρώτην ἡμέραν ἀρξαμένου τεταρταίου δεύτερον παροξυσμὸν, καὶ τοῦ κατὰ τὴν δευτέραν τριταίου δεύτερον.
那么,简单周期的重叠也有可能是这样的情况:第一天开始了一个日日热,第二天开始了一个三日热,而在第三天,既可能开始三日热,也可能开始四日热(因为在第五天之前这仍是不明确的),然后第四天发生了第一天开始的四日热的第二次发作,以及第二天开始的三日热的第二次发作。
εὔδηλον δὲ ὡς ἡ πέμπτη τῶν ἡμερῶν δύο παροξυσμοὺς ἕξει, τοῦ τε κατὰ τὴν τρίτην ἡμέραν ἀρξαμένου τριταίου τὸν δεύτερον καὶ τοῦ κατὰ τὴν δευτέραν ἡμέραν ἀρξαμένου τεταρταίου τὸν δεύτερον· ἡ δ’ ἕκτη τοῦ κατὰ τὴν τρίτην ἠργμένου τεταρταίου τὸν δεύτερον, καὶ τοῦ κατὰ τὴν δευτέραν τριταίου τὸν τρίτον.
显而易见,第五天将有两次发作:第三天开始的三日热的第二次发作,以及第二天开始的四日热的第二次发作;而第六天将发生第三天开始的四日热的第二次发作,以及第二天开始的三日热的第三次发作。
ἐνδέχεται δὲ τῶν ἄλλων ὡσαύτως ἐχόντων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἦρχθαι δύο τριταίους ἄλλους, ἢ δύο τεταρταίους ἄλλους.
但在其他情况相同的前提下,第三天也可能开始另外两个三日热,或另外两个四日热。
ἐπεὶ γὰρ ἡ τετάρτη τῶν ἡμερῶν κατὰ τὴν τοιαύτην ὑπόθεσιν οὐδεμίαν ἔχει πρὸς τὴν τρίτην κοινωνίαν, ἐνδέχεται καὶ δύο τριταίους καὶ δύο τεταρταίους, καὶ τριταῖον καὶ τεταρταῖον ἕνα κατὰ τὴν τρίτην ἡμέραν ἄρξασθαι.
因为根据这种假设,第四天与第三天没有任何关联,所以第三天可能开始两个三日热和两个四日热,或者一个三日热和一个四日热。
θαυμάσαι δ’ ἔστι τὰς τοιαύτας ἐπιπλοκὰς συντιθέντων, εἰ μηδέποτε ἐνενόησαν ἐνδέχεσθαι τῶν δύο τύπων εἰς τὴν αὐτὴν ὥραν συνελθεῖν τοὺς παροξυσμοὺς, ὅπερ εἰ γένοιτο, διέφθαρται τὰ τῆς ἀνταποδόσεως αὐτοῖς γνωρίσματα.
不得不对那些构建此类重叠的人感到惊讶,他们难道从未考虑到,两种类型的发作有可能在同一时刻重合,而一旦发生这种情况,他们所依赖的对应关系的特征就会被彻底破坏吗?
κατὰ γοῦν τὴν προκειμένην ὑπόθεσιν ἐγχωρεῖ τὸν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρχόμενον τεταρταῖον ὥρᾳ δευτέρᾳ, τὸν δὲ τεταρταῖον ἑνδεκάτῃ.
例如,根据所提出的假设,第一天开始的四日热有可能在第二小时发生,而另一个四日热则在第十一小时发生。
τούτων δ’ οὕτως ἐχόντων, εἷς ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ἐστι παροξυσμός ὁ κατὰ τὴν δευτέραν ὥραν.
在这些情况下,第四天就只有在第二小时发生的一次发作。
οὐ μὴν ἕνα λέγουσί ποτε γενέσθαι κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ἀλλ’ ἀεὶ δύο.
然而,他们绝不说明在设定的假设下只会发生一次发作,而总是说是两次。
θέασαι δ’ ὅπως ἐγχωρεῖ καὶ τρεῖς ἅμα παροξυσμοὺς εἰς μίαν ὥραν συνδραμεῖν, καὶ διὰ τοῦτ’ οὐκ ἀγνοηθῆναι τὴν ἐπιπλοκὴν τοῖς εἰδόσιν ἑκάστου τύπου τῶν ἁπλῶν διαγινώσκειν τὸ εἶδος.
且看三个发作如何可能同时在同一时刻重合,以及正因如此,对于那些懂得如何诊断每种简单类型形态的人来说,这种重叠并不是不为人所知的。
ὑποκείσθω γὰρ ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἦρχθαι τεταρταῖον ὥρᾳ τρίτῃ· ἐν δὲ τῇ δευτέρᾳ κατὰ τὴν αὐτὴν ὥραν τριταῖον· ἐν δὲ τῇ τρίτῃ κατὰ τὴν αὐτὴν ὥραν ἀμφημερινόν.
因为让我们假定在第一天第三小时开始了一个四日热;在第二天同一时刻开始了一个三日热;在第三天同一时刻开始了一个日日热。
ἀνάγκη δὴ τούτων ὑποκειμένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὥρᾳ τρίτῃ γενέσθαι παροξυσμὸν ἕνα, τῶν τριῶν περιόδων ἐς ταὐτὸν ἀλλήλοις ἀφικομένων.
在这些假设下,由于这三个周期彼此到达了同一个时间点,所以在第四天第三小时必然只发生一次发作。
ἀλλ’ οὐδεὶς αὐτῶν ἔγραψε τοῦτο, πάντες δὲ ὥσπερ ἐξ ἑνὸς στόματος ἐπὶ τῇ προειρημένῃ νῦν ὑποθέσει κατὰ τὴν τετάρτην ἡμέραν τρεῖς λέγουσι γενέσθαι παροξυσμούς.
但是他们中没有一个人写过这一点,而是所有人就像异口同声地,针对刚才提到的假设,声称在第四天会发生三次发作。
ἄν τέ τις (ἀναστρέψῃ) καθ’ ἑκάστην ἡμέραν ἅπαξ ὑποθῆται τὸν κάμνοντα παροξυνόμενον, ἔνιοι μὲν ἁπλῶς ἀμφημερινὸν ἀποφαίνονται, τινὲς δὲ ἐνδέχεσθαί φασι καὶ δύο τριταίους εἶναι καὶ τρεῖς τεταρταίους.
而相反地,如果假设患者每天发作一次,有些人便干脆断定为日日热,而有些人则说也有可能是两个三日热或三个四日热。