← ガレノス

病型について書いた者たちへの反論

§3#2

発作時刻による熱型の判定困難と固有兆候の重視

著者は、発作の時刻から周期を判別しようとする試みの矛盾を指摘し、異なる種類の熱(日日熱・三日熱・四日熱)が重なることで診断不能に陥る具体的状況を示す。そして、机上の空論に過ぎない周期理論を排し、固有の兆候に基づいて熱そのものの本性を理解することこそが治療に不可欠であると主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3#2

ὅπως μέντοι χρὴ διακρίνειν αὐτοὺς, οἱ πλείους μὲν οὐδὲ ὅλως ἐζήτησαν, ἔνιοι δὲ τῇ διαφορᾷ τεκμαίρονται τῶν ὡρῶν, ὥσπερ οὐκ ἐνὸν1 ὥρας ἕκτης εἰ τύχοι πάντας εἰσβάλλειν ἐν διαφερούσαις ἡμέραις· ὅπερ εἰ γένοιτο, συμβήσεται καθ’ ἑκάστην ἡμέραν ἕνα φαίνεσθαι παροξυσμὸν, ἐπιπλεκομένων ἀλλήλαις τῶν τριῶν περιόδων, ἀμφημερινῆς, καὶ τριταίας καὶ τεταρταίας. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν τὴν τεταρταίαν ἕξει μόνην· ἡ δὲ δευτέρα τὴν τριταίαν· ἡ δὲ τρίτη τὴν ἀμφημερινήν· ἡ δὲ τετάρτη ἅμα πάσας τὰς τρεῖς εἰς ἕνα χρόνον συνεληλυθυίας· ἐφ’ αἷς ἡ πέμπτη πάλιν ἡμέρα τὴν ἀμφημερινὴν ἕξει μόνην· ἡ δ’ ἕκτη πρὸς ταύτῃ καὶ τὴν τριταίαν· ἡ δὲ ζ΄ τὰς τρεῖς εἰς ἕνα χρόνον συνεληλυθυίας. ἄδηλον οὖν, ὡς εἴρηται, πότερον ἀμφημερινὸς εἷς ἐστιν, ἢ δύο τριταίων μίξεις, ἢ τριταίων καὶ τεταρταίων, ἢ τεταρταίου καὶ τριταίου καὶ ἀμφημερινοῦ. καὶ μὴν οὐχ ἡ αὐτὴ θεραπεία τριταίου καὶ τεταρταίου καὶ ἀμφημερινοῦ, πλὴν εἰ καὶ τοῦτο νομίζουσιν. ἀφ’ οὗ γὰρ ἐπεπόλασεν ἀπαιδευσία τε ἅμα καὶ ἀναισχυντία τῶν ἐπιπηδώντων τῇ τέχνῃ, θαυμαστὸν οὐδέν ἐστιν ἀγνοεῖσθαί τισι καὶ τὰ τηλικαῦτα. ἀλλ’ ἡμεῖς γινώσκομεν εἰς ὅσον διαφερούσης δέονται θεραπείας ἀμφημερινὸς εἷς τριταίοιν δυοῖν, καὶ τριταῖοι τεταρταίοιν, ὡς οὐχ οἷόν τ’ ἐστὶ2 διακρῖναι κατὰ τοὺς ἀγνοοῦντας ἑκάστου πυρετοῦ τὴν ἰδέαν. καὶ πολλάκις ἐπὶ τῶν καμνόντων ἐθεασάμεθα δυοῖν τριταίοιν ἐπιπλοκὴν ἀμφημερινὸν ἕνα νομίζοντας εἶναι τοὺς θεραπεύοντας, οὓς μόγις ἐπείσαμεν ὑπὸ δυοῖν τριταίοιν ἐνοχλεῖσθαι τὸν κάμνοντα, λυθέντος μὲν ἐξ αὐτῶν πρότερον τοῦ προτέρου, καταλειφθέντος δὲ μόνου τοῦ χαλεπωτέρου. ἅπαντες οὖν ἐοίκασιν οἱ τὰ περὶ τύπων βιβλία γεγραφότες οὐδὲν φροντίσαι τῆς εἰς τὴν πρόγνωσίν τε καὶ δίαιταν ἐξ αὐτῶν ὠφελείας, ἀλλ’ ὥσπερ λέγουσιν, οὕτω καὶ ποιῆσαι, γυμνάσματα τοῖς νέοις γράψαι ταῦτα παραπλήσια τοῖς περὶ δεῖπνον αἰνίγμασιν, εἰ μὲν οὖν αὐτοὺς ἁπλῶς βούλονται γυμνάζειν, ἐνῆν τοῦτο πράττειν ἐπί τε γεωμετρίαν ἄγουσι καὶ ἀριθμητικὴν καὶ λογιστικὴν καὶ διαλεκτικήν· εἰ δ’ ἕνεκα τοῦ προγινώσκειν τὸν ἐρχόμενον παροξυσμὸν ἐπὶ τὸ γυμνάσιον ἀφικνοῦνται τοῦτο, τοῦ παντὸς ἁμαρτάνουσι, διὰ μοχθηρῶν ὁδῶν ἰέναι τοὺς νέους ἀναπείθοντες, ἐξ ὧν οὐδὲν εὑρίσκουσιν οὔτ’ εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν χρηστὸν, ἐνὸν αὐτοὺς (ἑαυτοὺς) διδάξαι3 διαγινώσκειν παροξυσμὸν ἀμφημερινοῦ πυρετοῦ καὶ τριταίου καὶ τεταρταίου καὶ ἡμιτριταίου καὶ τριταιοφυοῦς, ἑκάστου τε τῶν ἄλλων, ὅσοι μὴ μόνον κατὰ τὸ σχῆμα τῶν περιόδων, ἀλλὰ καὶ κατὰ τὴν ὅλην φύσιν ἀλλήλοις διαφέρουσιν. ὡς ὅσοι γε τούτους ἐπίστανται γνωρίζειν, ἄχρηστος αὐτοῖς πᾶσα ἡ περὶ τύπων θεωρία· κάλλιον δ’ ἂν ἴσως εἰπεῖν, ὡς αὕτη μὲν ἅπασα ματαία, τῷ δὲ ἀσκήσαντι διὰ τῶν ἰδίων σημείων ἕκαστον τῶν πυρετῶν γνωρίζειν, οὐ μόνον κέρδος ἐστὶ τὸ τῆς ματαίου φλυαρίας καταφρονεῖν, ἀλλὰ καὶ τὸ προγινώσκειν γε τὸ τῆς διαίτης εἶδος ἑκάστῳ πρόσφορον. ἀλλ’ οὗτοι μὲν ἔτ’ ἀνεκτοὶ, καὶ γὰρ Ἀγαθῖνος ἀνὴρ οὐχ ὁ τυχὼν εἰς τὴν τοιαύτην ὑπεισῄει διδασκαλίαν· οἱ δ’ ἑπτὰ ποιοῦντες ὡρῶν περιόδους ἐδέοντο μὲν οὐχ ἡμῶν,4 ἀλλὰ Φιλιστίωνος, ἤ τινος τοιούτου τοῦ διαπαίζοντος αὐτῶν τὸν λῆρον.

しかしながら、いかにしてそれらを区別すべきかについて、大部分の者は全く探求しなかったし、一部の者は、たとえば異なる日にすべての発作が第六時に始まることなどありえないかのように、時刻の違いによって推測している。もしそれが起これば、日日熱、三日熱、四日熱という三つの周期が互いに重なり合うことで、毎日一回の発作が現れることになるだろう。なぜなら、第一日目は四日熱だけを伴い、第二日目は三日熱を、第三日目は日日熱を伴い、第四日目はこれら三つすべてが同時に一つの時間に集まったものを伴うからである。さらに、これらに続いて、第五日目は再び日日熱だけを伴い、第六日目はこれに加えて三日熱をも伴い、第七日目は三つすべてが同時に一つの時間に集まったものを伴うことになる。したがって、すでに述べたように、それが単一の日日熱であるのか、二つの三日熱の重なりであるのか、あるいは三日熱と四日熱の重なりであるのか、それとも四日熱と三日熱と日日熱の重なりであるのかは不明である。さらに、彼らがこれもまた同じであると考えているのでない限り、三日熱、四日熱、日日熱の治療法は同じではない。この技術に飛びつく者たちの無教養と厚顔無恥がはびこって以来、一部の者にとってこのような大きな事柄さえも知られていないことは少しも驚くべきことではない。しかし我々は、単一の日日熱と二つの三日熱、また三日熱と四日熱が、いかに異なる治療を必要とするかを知っており、それぞれの熱の形態を知らない者たちのようにそれらを区別することは不可能である。そして我々はしばしば、患者において二つの三日熱の重なりを治療者たちが単一の日日熱であると思い込んでいるのを目にしてきたが、彼らのうち先に始まった方が先に解消し、より重い方だけが残されたとき、患者が二つの三日熱に悩まされているのだと我々は彼らをようやく納得させたのである。したがって、周期について書物を著した者たちは皆、それらから得られる予後判定や養生法への有益さに全く配慮しなかったように思われる。むしろ、彼らが語るのと同様に実行もし、若者たちのために、晩餐の席での謎解きに似た、このような練習問題を書き残したのである。もし彼らが単に若者たちを訓練したいだけなら、幾何学、算術、計算術、弁証術へと彼らを導きながらそうすることもできたはずだ。しかし、もし来るべき発作を予知するためにこの訓練に臨むのだとしたら、彼らは完全に的外れであり、若者たちを説得して、予後判定にとっても治療にとっても有用なものを何一つ見出せない不毛な道を進ませているのである。彼ら自身に、日日熱、三日熱、四日熱、半三日熱、三日熱様熱、および他の熱それぞれの発作を識別することを教えることが可能であるにもかかわらず。それらの熱は、単に周期の形式においてだけでなく、その全本性においても互いに異なっているのである。これらを識別することを知っている人々にとっては、周期に関するあらゆる理論は無用である。いや、おそらく次のように言う方がより良いだろう。すなわち、この理論はすべて空虚であり、個々の固有の兆候によってそれぞれの熱を認識するよう訓練を積んだ者にとっては、この空虚な戯言を軽蔑することだけでなく、それぞれに適した養生法のあり方をあらかじめ知ることもまた利益なのである。しかし、彼らはまだ許容できる。なぜなら、平凡ならぬ人物であるアガティノスでさえ、このような教えに踏み込んでいたからである。だが、七時間の周期を提唱する者たちは、我々を必要としているのではなく、フィリスティオンや、彼らの戯言をからかうような他の誰かを必要としているのだ。

構文注4 件
  1. 3ὥσπερ οὐκ ἐνὸν

    οὐκ ἐνόν は非人称動詞 ἔνεστι(可能である)の現在分詞中性単数対格 ἐνόν に否定の οὐ が付いたもので、接続詞 ὥσπερ を伴って「あたかも〜が可能でないかのように」という反実仮想の前提を表す対格絶対(accusative absolute)の構文である。

  2. 3ὡς οὐχ οἷόν τ’ ἐστὶ

    接続詞 ὡς は、主節の動詞 γινώσκομεν(我々は知っている)に導かれる間接疑問節の後に続き、治療の差異から生じる論理的帰結として「〜であるので、区別することは不可能である」という関係を説明・補足している。

  3. 3ἐνὸν αὐτοὺς (ἑαυτοὺς) διδάξαι

    ἐνόν は非人称動詞 ἔνεστι の分詞中性対格で、対格絶対として機能し、「〜することが可能であるにもかかわらず(実際は行われない)」という譲歩的な状況を表す。不定詞 διδάξαι がその実質的な主語を構成する。

  4. 3ἐδεόντο μὲν οὐχ ἡμῶν

    動詞 δέομαι(必要とする、求める)は、欠乏や必要の対象を属格(ἡμῶν および Φιλιστίωνος)で取る。未完了過去形 ἐδέοντο は、彼らの継続的な無知の状態や、反実仮想的なニュアンス(「彼らが本当に必要としているのは〜であるはずだ」)を帯びている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:3#2