§1## ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΤΥΠΩΝ ΓΡΑΨΑΝΤΑΣ Η ΠΕΡΙ ΠΕΡΙΟΔΩΝ ΒΙΒΛΙΟΝ.
Τοῖς μὲν παλαιοῖς ἰατροῖς ἀπόχρη μόνον τοῦτο εἰποῦσιν, ὡς κατὰ περίοδον ἐνίοις τῶν νοσημάτων οἱ παροξυσμοὶ γίνονται, μηκέτι προστιθεμένοις, τί σημαίνει τοὔνομα ἡ περίοδος.
## 加伦《致论类型者或论周期书》对于古时的医生来说,仅仅说明某些疾病的发作是按周期进行的就足够了,而无需再添加“周期”这个名字意味着什么。
ἠπίσταντο γὰρ Ἕλλησιν ἀνθρώποις γράφοντες τὰ βιβλία, σαφῶς εἰδόσιν, ὡς ἐπειδὰν δι’ ἴσον χρόνον γίγνηταί τι ταὐτὸν τῷ εἴδει, τὸν χρόνον τοῦτον ἅπαντες Ἕλληνες ὀνομάζουσι περίοδον.
因为他们知道自己是在为希腊人写书,而希腊人清楚地知道,每当某种同类型的事情在等同的时间间隔内发生时,所有希腊人都将这段时间称为“周期”。
οὕτω γοῦν Ὀλυμπιακάς τέ τινας καὶ Πυθιακὰς ἐκάλουν περιόδους.
因此,无论如何,他们把某些奥林匹亚和皮提亚的循环称为“周期”。
οἱ νεώτεροι δὲ πρῶτον μὲν ἐπεισήγαγον ταῖς περιόδοις τὴν τοῦ τύπου προσηγορίαν.
而较晚近的医生们,首先向周期引入了“类型”这一名称。
εἶθ’ οἱ μὲν ταὐτὸν ἡγοῦντο σημαίνεσθαι πρὸς τῆς περίοδος φωνῆς καὶ τάξις καὶ τύπος· οἱ δὲ οὐ ταὐτόν.
随后,有人认为“周期”、“秩序”和“类型”这些词语所表示的是同一件事;而另一些人则认为并非如此。
ὁρίσαι δὲ πάντα ταῦτα ἐπιχειροῦσιν ἄλλοι ἄλλως, οὐ μόνον κατασκευάζοντες τοὺς ἰδίους ὅρους, ἀλλὰ καὶ τοῖς τῶν ἄλλων ἀντιλέγοντες.
还有一些人企图以各种不同的方式来定义所有这些,他们不仅确立自己的定义,而且还反驳他人的定义。
ὅσοι μὲν οὖν ἄχρι τῆς περὶ τοὺς ὅρους φιλοτιμίας προεληλύθασι συγχωροῦντες ἐκ τῶν τριῶν ὀνομάτων ἕν τι σημαίνεσθαι, τύπου καὶ περιόδου καὶ τάξεως, ἐλάττονα φλυαροῦσιν· ὅσοι δὲ περίοδον μὲν ὀνομάζουσι τὸν χρόνον, δι’ ὅν τι ταὐτὸν γίγνεται, τύπον δὲ οὐχ ἁπλῶς ἅπαντα τὸν τοιοῦτον χρόνον, ἀλλ’ ὅταν ὁλοκλήροις ἡμέραις τε καὶ νυξὶ περιγράφηται, μακρὰς οὗτοι καὶ ἀχρήστους φλυαρίας καταβάλλονται, καὶ διὰ τοῦθ’ αὑτῶν τε καὶ τῶν μαθητῶν κατατρίψαντες τὸν χρόνον, ὅταν ἐπὶ τοὺς κάμνοντας ἀφίκωνται, χείρους εἰσὶν ἰδιώτου παντός.
因此,那些虽然在关于定义的虚荣心上走得很远,但仍承认“类型”、“周期”和“秩序”这三个名称指代同一件事的人,他们所说的胡话还算少一些;而那些把发生相同情况的时间称为“周期”,却不把所有这样的时间、而仅把由完整的昼夜来界定的时间称为“类型”的人,则是在散播冗长而无益的废话。 他们因此虚度了自己和学生的时间,一旦面对病人,他们甚至比任何外行都要糟糕。
ἰδιώτης μὲν γὰρ νοῦν ἔχων, ἐπειδὰν θεάσηταί τινα καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον, ἐάν θ’ ὑστερῇ σμικρὸν ὁ παροξυσμὸς ἐάν τε προλαμβάνῃ, φαντασίαν τινὰ ἔχει περιόδου τῆς καλουμένης ἀμφημερινῆς· εἰ δέ τις καὶ φιλόπονος εἴη καὶ φιλίατρος, ἔννοιά τις αὐτὸν εἰσέρχεται δυοῖν τριταίοιν ἢ τριῶν τεταρταίων, καὶ τοῦτο ἀξιοῖ διορισθῆναι πρὸς τῶν ἰατρῶν.
因为一个有头脑的外行,当看到某人每天都发作时,无论发作是稍微延迟还是提前,都会对所谓的日日热周期有一个模糊的印象;而如果有人既勤奋又热爱医学,他脑海中就会产生“双重三日热”或“三重四日热”的概念,并要求由医生来予以辨明。
οἱ δὲ ταῖς εἰρημέναις ὑποθέσεσι δουλεύοντες, ἐὰν ἐντύχωσιν ἀῤῥώστῳ δυοῖν ὥραιν ἑκάστης ἡμέρας τὸν παροξυσμὸν ἔχοντι προληπτικὸν, εἴκοσι μὲν εἶναι καὶ δυοῖν ὥραιν φασὶ τὴν περίοδον, τὸν δ’ ὅλον τύπον οὐχ ἁπλοῦν, ἀλλά τινα σύνθετον ὑπάρχειν νομίζουσιν· εἶτα ζητήσαντες ἱκανῶς καὶ λογισάμενοι κατὰ σφᾶς αὑτοὺς, οἱ μὲν ἐπὶ δακτύλων, οἱ δὲ καὶ ἐπὶ διαγράμματος ἔν τινι βιβλίῳ γεγραμμένου, δώδεκά φασιν εἶναι δωδεκαταίους τὸν τοιοῦτον τύπον.
而那些奴役于上述假说的人,如果遇到一个每天发作提前两小时的病人,就会说周期是二十二小时,并认为整个类型不是单一的,而是某种复合的;接着在经过充分探究和在他们之间计算之后——有人用手指算,有人甚至用某本书里画的图表算——便宣称这种类型是“十二个十二日热”。
γελώντων δὲ ἐπὶ τούτοις τῶν ἀκουσάντων, ἀγανακτοῦσιν.
当听到这话的人对此发笑时,他们便愤愤不平。
ἔτι δὲ μᾶλλον ὅταν ὥρᾳ μιᾷ ποτε θεάσωνται τὸν παροξυσμὸν προλαμβάνοντα, καὶ τότε ἀποφαίνονται δ΄ εἶναι καὶ κ΄ εἰκοστοτεταρταίους, αὐτοί τε καταγελῶνται καί τινα τοῖς ἄλλοις ἰατροῖς ὑποψίαν ἀγνοίας παρὰ τοῖς ἰδιώταις παρασκευάζουσιν.
更甚的是,每当他们看到发作有时提前一小时,便断言这是二十四个二十四日热,他们自己沦为笑柄,并在外行中为其他医生招来无知的嫌疑。
ὅταν γὰρ ἐκείνους ἐκ βιβλίου θεάσωνται μετὰ σεμνότητός τινος εὑρίσκοντας, ὥς τι μέγιστον πρᾶγμα, κδ΄ εἰκοστοτεταρταίους, ἐπέρχεται καταγινώσκειν αὐτοῖς ἁπάντων τῶν ἀναγινωσκόντων τὰ βιβλία, καὶ μᾶλλον τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὴν τέχνην ἑαυτοὺς ἐπιτρέπουσιν.
因为当外行看到那些人带着某种庄严的神情从书本中找出二十四个二十四日热,仿佛这是一件极其重大的事情时,他们就会倾向于谴责所有读这些书的人,而宁愿把生命托付给那些凭着无理性的经验行医的人。
ἐὰν γοῦν τις ἕπηται ταῖς ὑποθέσεσι τῶν τὰ τοιαῦτα ληρούντων ἰατρῶν, καὶ τὸν τριταῖον, ὅταν ἤτοι προλαμβάνῃ μίαν ὥραν ἢ ὑστερίζη, πάντα μᾶλλον ἢ τριταῖον ἐρεῖ.
因此,如果有人遵循那些胡言乱语的医生的假说,即使三日热提前或延迟一小时,他也会把这说成是除了三日热之外的任何东西。
τὸν μὲν γὰρ προλαμβάνοντα, τεττάρων καὶ κ΄ ὄντα, φησὶ τεσσαρακοστουγδαῖον ἐπιπλοκὴν εἶναι· τὸν δὲ ὑστερίζοντα πεντηκοσταῖον, καὶ τοῦτον ἐρεῖ ε΄ καὶ κ΄ εἶναι.
因为对于提前的那个,他会说这是四十八日热的并发,共有二十四个;而对于延迟的那个,他会说是五十日热,并说这由二十五个热病组成。
τίς μὲν οὖν ἤρξατο πρῶτος τῆς ἐμπλήκτου ταύτης σοφίας, οὐκ οἶδα· ἡνίκα δ’ ἐγὼ πρῶτον ἤκουσα τοῦ γε μηνύοντος αὐτὴν, ἐρῶ.
那么,是谁首先开始这种疯狂的智慧的,我并不知道;但我将讲述我第一次从向我透露此事的人那里听说它是在什么时候。
μεθεστήκει μὲν ἐξ ἀνθρώπων ἔναγχος Ἀντωνῖνος ὁ μετ’ Ἀδριανὸν γενόμενος αὐτοκράτωρ, ἦρχε δὲ τότε Σεβῆρος, ἑαυτὸν μὲν Ἀντωνῖνον μετονομάσας, εἰς δὲ τὴν τῆς ἀρχῆς κοινωνίαν προσλαβὼν Λούκιον καὶ μετονομάσας Σεβῆρον.
在哈德良之后成为皇帝的安东尼最近刚刚离世,当时执政的是塞维鲁,他已将自己改名为安东尼,并接纳路奇乌斯共同执政,且将其改名为塞维鲁。
ἐν τούτῳ τῷ χρόνῳ πρῶτον ἀκούσας ἐθαύμασα τοὺς προβάλλοντας ὡδί πως· ἐὰν πέντε τις ὥραις παροξυνόμενος ἀνίηται δυοῖν, ὡς εἶναι τὴν ὅλην περίοδον ὡρῶν ζ΄ καὶ τοῦτ’ ἐφεξῆς γίγνηται, τίνα χρὴ νομίζειν τὸν τύπον;
就在这个时候,我第一次听到并对那些提出如下问题的人感到惊异:若有人发作五小时,缓解两小时,以至于整个周期为七小时,且连续如此发生,应该认为这是什么类型?
ἀπεκρινάμην οὖν εὐθέως αὐτῷ, μηδ’ οἷόν τε γενέσθαι τοῦτο.
于是我立刻回答他,这甚至是不可能发生的。
τοὺς γὰρ ὀλιγοχρονίους οὕτω παροξυσμοὺς μακρὰς ποιεῖσθαι τὰς παρακμὰς, καὶ τοὐπίπαν γε καὶ εἰς ἀπυρεξίαν ἀφικνεῖσθαι.
因为如此短时间的发作会使衰退期延长,而且大体上确实会达到无热状态。
σὺ δὲ παροξυσμὸν μὲν, ἔφην, διηγῇ νοσήματος ἐπιεικέστατον, τῇ συνεχείᾳ δὲ τῶν περιόδων ὀλεθριώτατον αὖθις ἀποφαίνεις αὐτόν.
“但你,”我说,“在描述一个疾病最温和的发作时,却因周期的连续性,反过来又将其表明为最致命的。
μηδὲν, ἔφη, σκόπει τό γε νῦν, πότερον ἀδύνατός ἐστιν ἡ ὑπόθεσις, ἢ δυνατὴ, γυμνασίας δ’ ἕνεκα τὰ τοιαῦτα συγχώρει ζητεῖσθαι.
”他说:“现在请完全不要考虑这个假设是不可能还是可能,但为了练习的缘故,且承认这类事情是可以探讨的。
πρὸς γὰρ τὴν τῶν ποικίλων τύπων εὕρεσιν εὐπορωτέρους ἡμᾶς ἐργάσεται.
因为这将使我们在发现各种类型时更加得心应手。
ἐκείνῳ μὲν οὖν ὅτι τὸ τοιοῦτον γυμνάσιον ἀπορωτέρους ἡμᾶς ἐργάζεται μᾶλλον ἤπερ εὐπορωτέρους, ἐπειράθην ἐνδείξασθαι τότε· νυνὶ δὲ τοῖς ἄλλοις ἐπιδείξω προδιηγησάμενος, ἥ τίς ποτ’ ἐστὶν ἡ χρεία τῆς τοιαύτης θεωρίας.
”因此,当时我试图向他表明,这样的练习让我们更加困惑,而不是更加得心应手;而现在,在预先阐明了这种理论的用途究竟是什么之后,我将向其他人予以展示。