§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΛΟΥ ΤΟΥ ΝΟΣΗΜΑΤΟΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.
Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως· τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς, ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμὴν, εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος.
## 盖伦《论整个疾病的病期》因此,我们通过与动物的年龄阶段相类比,来设想整个疾病的病期:第一个也是首先的一个是它的发生期;第二个是上升期;第三个是极期;第四个是衰退期,这是在病人将要痊愈的时候;因为若他们在此之前便已死去,无论是在上升期还是极期,显而易见,此类疾病并未经历所有的病期。
ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ, ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων, τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων, ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος λυθῇ.
然而,那经历完整过程的疾病,几乎对其所有组成部分都存在争论,有人说极期是单一的时间点,仅凭思维才能把握;另一些人则认为,正如在持续热中那样,根本没有极期;还有一些人把极期归入一个极其短暂的开始阶段;还有一些人不仅在这些疾病中,而且在所有其他疾病中,都取消了开始阶段;另有一些人有时甚至取消了衰退期,如果疾病是通过他们所谓的“截断”而消除的话。
πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα, κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ τὰς περιόδους.
因此,首先必须解决这些争论,然后精确地阐明整个疾病各病期的概念,在此之后说明它们的特征,接着展示其指导临床的实用价值,并将其与各周期中的阶段相结合。
§2Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ’ ὅσον εἰσβάλλει ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν ἁπάσαις αὐταῖς ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη· σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσήματος ὑπάρχειν οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζώοις ἐπινοοῦμεν.
然而,疾病的开始——就健康状态崩塌而疾病发作而言——在所有这些疾病中,都是在没有时间延续性的情况下被设想的;然而伴随着这一点,我们不能承认每种疾病都存在着一种像我们在动物中所设想的那种发生。
οὐ γὰρ ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῶον ἐκ κεφαλῆς, καὶ θώρακος, καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται.
因为疾病并不像动物由头部、胸部和四肢组成那样,由某些部分复合而成。
ἐκπίπτοντα γὰρ τοῦ κατὰ φύσιν, ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν ἔχει, τοὐντεῦθεν δὲ ἀναβαίνει μέχρι τῆς ἀκμῆς.
因为一旦偏离自然状态,疾病就在极短暂的时间内产生,并从此开始上升,直至极期。
ἔστω γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται καὶ ὁ πυρετὸς συνιστάμενος.
例如,假设有因气质失调引起的疾病,我们已经指出,发热也是由此构成的。
ἀναγκαῖον οὖν ἐπειδὰν πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν.
因此,一旦这种反自然的热最初产生,人就必然会发热,且这种热会一直增强直到极期。
οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ τοῦδε;
因为对于没有部分的东西,怎么会在时间中存在其发生呢?
ταῦτ’ εἴρηταί μοι καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά τε πρὸς αὐτὰ, τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν ἀναμνήσας.
这些话我在一开始也马上说过,并且通过让人联想到伴有恶寒而发作的发热,对这些观点进行了反驳。
ἀλλ’ ἐν μὲν ταῖς περιόδοις αὐτάρκης ἡ ἀπάντησις· εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος ὁ τῆς περιψύξεως τῆς συμπάσης νόσου·
但在周期中,这个回答已经足够;因为恶寒的时期是整场疾病中局部病期之一,且在顺序上是第一个。
γελοιότατον δ’ ἂν εἴη τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι τοῦ νοσήματος ὅλου.
然而,若将第一次发作的第一阶段视为整个疾病的开始,那就太荒谬了。
τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος, ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται, καὶ πρὸς τοῦτον ἀποβλέπων εἶπεν· ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίαν ἔχειν βέλτιόν ἐστιν.
因为他们称之为疾病“开始”的这一时期,实际上对于治疗手段具有实用价值,正是着眼于此,他说:“在疾病开始时,若觉得有必要疏导,便进行疏导;但当疾病处于极期时,保持安静更为妥当。
ὡσαύτως δὲ κᾀκεῖνο λέλεκται αὐτῷ· περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα.
”同样地,他也说过: “在开始和结束的时期,一切都较为虚弱。
καὶ μέντοι καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ.
”而且关于用药也是这样说的:“应该对已经成熟的病体进行排泄和疏导,不要在未成熟时、也不要在开始时用药,除非病势极其汹涌。
καὶ πρὸς τούτοις γε ἔτι τὸ, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· πολλά τε πρὸς τούτοις ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει νοεῖν τοῦ πρώτου παροξυσμοῦ τὴν εἰσβολὴν, ἀλλ’ ἐπὶ μακροτέρου, ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστηρίῳ χρήσασθαι, ποτὲ δὲ εἰ κατεπείγει, καὶ καθῆραι, πρὸς τῷ καὶ γελοῖον εἶναι τῶν ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ καὶ ὁ τεταρταῖος ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι.
”此外还有:“在急性病症中,要极少使用药物排泄,且要在开始时使用;”此外还有许多其他言论,有些是希波克拉底说的,有些是其他所有古代医生说的,都不允许我们将“开始”理解为第一次发作的袭来,而是指一个更长的时期,以便人们能够进行放血、使用灌肠剂,有时如果紧急的话,甚至可以使用排泄药,此外,对于在七天之内就消除的疾病,与那些持续一整年的疾病(如有时出现的四日疟),设定同样长度的“开始”,也是十分荒谬的。
πολλὰ μὲν οὖν εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ περὶ κρίσεων πρῶτον, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις γνωρίσειεν.
因此,关于这一“开始”,我在《论危机》第一卷中也已经说了很多,指出了人们应该如何辨认这第一个病期。
ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου.
其核心要点在于疾病的未消化。
βέλτιον δὲ κᾀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ διεξόδῳ χρήσιμα.
但在本篇中,除了那些内容之外,最好还要说明对当前论述有用的内容。