§9Εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ μετὰ ταῦτα ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων.
因此,每日发作之热病的发作,有时在没有明显体表变冷的情况下侵袭,有时则伴随之,并且其开始期的特征在有些人身上持续较长时间,而在另一些人身上持续较短时间;而其不规则期的特征亦是如此,在有些人身上持续较长时间,在另一些人身上持续较短时间;在此之后,这种发热升至极期所需的时间,要长于那些隔日发作的热病。
ὑπάρχει δ’ αὐτῷ καί τι τοιοῦτον, ὃ κᾀκείνοις μὲν ἔστιν ὅτε γίγνεται σπανίως, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνεται· σαφῆ ποιούμενος ἀνάβασιν, ἵσταταί τινι χρόνῳ μηδὲν προστιθεὶς, εἶτ’ αὖθις προστίθησιν.
而且它还有这样一种特征,这种特征在后者中虽偶尔罕见发生,但在前者中则明显得多:在进行明显上升时,它会停滞一段时间而不增加热度,然后再次增加。
οὕτω δὲ κᾀπὶ τῆς παρακμῆς ἤτοι γε ὁμαλὴν ποιεῖται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ ἵστησιν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτα ἀφαιρεῖ.
同样,在衰退期,它要么进行均匀的减轻,要么在期间停滞在相同的严重程度上,对有些人来说是一小时,对另一些人来说是两小时,之后再减轻。
καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν ἀφαιρεῖ, τοῖς δὲ ἐν ᾧπέρ ἐστι μεγέθει διαμένει.
而且,直到第二次发作侵袭之前,对有些人来说热度在减轻,而对另一些人来说则保持在原有的严重程度上。
μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διότι καὶ ἡ περίοδος αὐτῶν ἐστι μακροτέρα.
但这更多地发生在隔日发作的疾病中,因为它们的周期也更长。
διπλασία γάρ πώς ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν.
因为,如果与每日发作之热病的周期相比,隔日发作之热病的周期在时间上大约是其两倍。
ὥστε ἐναργῶς διὰ τοῦτο χρονίζει τὸ λείψανον τῆς παρακμῆς αὐτῆς, ἐν ἴσῳ διαμένον μεγέθει.
因此,显而易见,由于这个原因,衰退期的残余部分在保持相同严重程度的同时会持续更长时间。
πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσὶ, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα.
周期还有许多其他模式,因局部差异而多样化,但对于当前的讨论来说是多余的。
διὰ τοῦτο δὲ ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος ἡ τοιαύτη διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτῶν τὴν διήγησιν.
我之所以提到其中一些,是因为有些医生不知道这种教学并不属于当前的探讨,却对它们进行了著述,甚至在对它们的叙述中也犯了错误。
ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι γε φλυαροῦσιν ἄχρηστα, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξειργάσατό τις αὐτὴν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ’ ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς τὰ βοηθήματα.
但现在不是在不相干的探讨中反驳他们的时候;你将通过学术学习到,他们是在胡言乱语无用之事,并且尽管希波克拉底极其奇妙地发现了其中的方法,却没有任何人将其完成,不仅如此,大多数人甚至将其败坏,特别是在论述中我准备将治疗手段与上述各个时期结合起来的那一部分。
πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς· ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.
而这将在我展示了整个疾病的时期后,由我来实行;因为直到现在,我仅详细阐述了局部的时期。