§6Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινα τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον, εἴ γε εἰς δύο δυνατὸν αὐτὴν ὅλην διελεῖν, ἓν μὲν τὸ τοῦ πρώτου παροξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἐσχάτης ἀνέσεως· τὸ δὲ (μετὰ) μεταξὺ (ἐστὶ) τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ.
也可以用另一种方式将整个周期划分为较大的部分,如果确实可以将其整体划分为两个部分的话:其一作为第一发作的部分,自首次侵袭起直至最后的缓解;其二则是衰退期与第二发作侵袭之间(的部分)。
καλῶ δὲ εἰσβολὴν παροξυσμοῦ τὸν ἀκριβῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν.
我把发作的侵袭称为确切的、无宽度的最先时间,而这同一事物,他们通常称之为“预兆”。
καὶ τό γε πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι· κατὰ ταύτην ἡγοῦμαι λελέχθαι τὴν τομήν.
我认为,希波克拉底所说的“在发作时应控制饮食”,正是根据这种划分而言的。
προειπὼν γὰρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν, οἷς δ’ ὕστερον, εἰς εἰκεῖνο μὲν καὶ πρὸ ἐκείνου λεπτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾷν, ὡς ἂν ἐξαρκέσοι ὁ νουσέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή·
因为他先是适当地指出,对于那些立即达到极期的人,应立即给予稀少饮食,而对于那些较晚达到极期的人,则在极期及极期之前给予稀少饮食,而在那之前则给予较丰富的饮食,以便病人能够支撑下去,随后他补充道:“但在发作时必须控制饮食。
διδάσκων ἡμᾶς δηλονότι μόνον ἐκεῖνον τὸν καιρὸν φυλάττεσθαι, τὸν ὑπ’ αὐτοῦ καλούμενον παροξυσμόν.
”这显然是在教导我们,只需防范被他称为“发作”的那一特定时期。
οὐδέποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀνέσεως ἄλλοτε κατ’ ἄλλο μόριον αὐτοῦ· ποτὲ μὲν γὰρ ἁπλοῦς ἐστιν ἐκ παρακμῆς μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται.
因为我们绝不在这一时期给予营养,而是在缓解期的其余所有部分,在其不同的时候和不同的部分给予营养;因为有时它是简单的,仅由衰退期构成,有时则由衰退期和间歇期共同组成。
αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη τομὴ τῆς μιᾶς περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον, ὀνομαζόντων ἡμῶν παροξυσμὸν, τὸ δὲ ἐπ’ αὐτῷ δεύτερον, ἤτοι γε ἄνεσιν, ὡς ἀρτίως, ἢ ὡς ἔνιοι, διάλειμμα.
这就是单一周期向两个部分的划分,我们将其中较前的一个部分称为“发作期”,而其后的第二个部分,或如刚才那样称为“缓解”,或如某些人那样称为“间歇”。
διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἶτ’ οὖν εἰς ἀπυρεξίαν παυόμενον, εἴτε καὶ μή.
因为不少医生将极期过后的所有部分,无论其本性如何——无论其是否在无热期结束——都称为“间歇”。
ἀλλ’ ἡμῖν γε φυλαττέσθωσαν αἱ προειρημέναι κλήσεις, ὑπὲρ τοῦ μηδεμίαν ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ καὶ διάλειμμά τις αὐτὸν καλεῖν ὅλον, ἢ παρακμὴν, ἢ ἔνδοσιν, ἢ ὕφεσιν, ἢ ἀφαίρεσιν ἐθέλοι.
但是,对于我们而言,应当保留前述的称呼,以免在论述中产生任何含混,并且应将发作过后的所有部分都称为“缓解”;正如我所说,如果有人愿意将这整个部分称为“间歇”、“衰退”、“退让”、“衰减”或“减退”,我们并不阻拦。
πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ τὰ μέρη τῆς περιόδου σκοπεῖν ὁπόσα τε τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ διενήνοχεν ἀλλήλων.
因为我们的目的不是为了名称而进行无谓的争论,而是要考察周期的部分在数量上有多少,以及它们彼此之间有何不同。