§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΝΟΣΟΙΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.
Οἷόν τι τοῖς ζώοις ἐστὶν ἡ κατὰ τὰς ἡλικίας διαφορὰ, τοιοῦτον τοῖς νοσήμασιν οὓς ὀνομάζουσι καιρούς.
## 盖伦《论疾病的时期》动物在年龄上的差异,正如同人们在疾病中所称的“时期”。
οὔτε γὰρ ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς προσηγορίας, οὔθ’ ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα σκοπούμεθα· μόνη δὲ ἡ τῶν νοσημάτων, ὡς εἴρηται, ἡλικία, χρόνων ἀμοιβαῖς ὑπαλλαττομένη, καθάπερ καὶ τὸ ζῶον ταῖς ἡλικίαις.
因为这个名称既不单指时间本身,也不指我们据以考虑治疗手段的合适时机;而如前所述,仅指疾病本身的“年龄”,它随着时间的交替而发生变化,正如动物随着其年龄而变化一样。
ἔοικε δὲ καὶ τοῦτο τοῖς φθαρτοῖς σώμασιν ὑπάρχειν πᾶσι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὡς εἴ γε διαπαντὸς ἔμεινεν αὐτῶν ἀπαράλλακτος καὶ ἄτρεπτος ἡ φύσις, τὴν οὐσίαν τὴν ἑαυτῆς φυλάττουσα, οὐκ ἂν ἐφθείρετο.
这似乎存在于所有可毁灭的身体中,对某些身体多一些,对另一些少一些,因为如果它们的天性始终保持不变、不被改动并维持着自身的本质,它们就不会毁灭。
καθάπερ οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα μέχρι τῆς ἀκμῆς, εἶτ’ ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου τέλους ἀφικνούμεθα φθορᾶς, ὅσοι πάσας διεξέρχεσθαι μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀῤῥωστημάτων ἕκαστον μετὰ τὴν πρώτην σύστασιν τῆς γενέσεως αὐτῶν ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον μέχρι τῆς ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως μειούμενον εἰς παντελῆ διάλυσιν ἐλθεῖν.
因此,正如我们自己出生之后生长直至壮年,然后从那里开始衰退,直到抵达毁灭的最后终点——只要我们是注定要历经所有年龄阶段的人——同样地,每一种疾病在最初产生形成之后,也沿着向着更大方向增长的途径,向着它的极期奔去,直到与之前的增长成比例地减少,最终达到完全的消解。
τάχα δ’ ἂν ἴσως δόξειε ταύτῃ μόνον διαφέρειν ἡ τῶν νοσημάτων κατὰ χρόνον ἐξαλλαγὴ τῆς κατὰ τὰ ζῶα ἡλικίας, ὅτι τοῖς μὲν ζώοις ἴδιός ἐστιν ὁ χρόνος τῆς γεννήσεως, ἐν ᾧ διαπλάττεται πάντα τὰ μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δὲ οὐδείς ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς αὐξάνεται.
但也许人们会认为,疾病随时间发生的变化与动物年龄的差异仅在此点上有所不同:对于动物而言,有一个特有的产生时间,在此期间所有维持生命所必需的器官得以形成,而对于疾病而言,则没有这样一个特有的时间,而是从第一次侵袭开始就立即增长。
καὶ τοῦτ’ εἰκότως γίγνεται· τὰ μὲν γὰρ ζῶα σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα.
这是理所当然的;因为动物是身体,而疾病则是身体的偶性。
διάπλασιν μὲν οὖν καὶ γένεσιν ἐπιζητεῖ ἡ τῶν σωμάτων ἰδιότης, τὰ συμβαίνοντα δ’ αὐτοῖς, ἅτε μηδεμιᾶς διαπλάσεως δεόμενα, κατὰ τὴν πρώτην εἰσβολὴν εὐθέως ἅμα τὴν γένεσιν ἔχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται.
因此,身体的独特性要求有塑造和产生,而发生于身体身上的疾病,由于不需要任何塑造,在第一次侵袭时便立即具有其产生,并急于增长。
τίς γὰρ ἂν εἴη φλεγμονῆς γένεσις, ὁποία ζώου κυουμένου διάπλασις;
因为哪里会有炎症的产生,像孕育中动物的塑造那样?
ἢ τίς ἐρυσιπέλατος, ἢ τίς εἰ οὕτως ἔτυχε πυρετοῦ;
或者哪里会有丹毒的,又或者,如果恰好是这样,哪里会有发热的产生?
φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ’ ἐκείνου μόνον τῷ μεγέθει.
因为这些疾病中的每一种,显然在刚一开始时,就立刻具有与同类中最大者相同的形态,仅在大小上不及后者。
θερμότερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μείζονι μετ’ ὀδύνης τε ἅμα καὶ τάσεως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μικρὰ, τοὐντεῦθεν αὐξάνεται μέχρι τινὸς μεγέθους, οὐκ ἴσου πᾶσιν, ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναποπαύεσθαι, ἢ μετέβαλεν εἰς πῦον.
无论如何,发炎的部位会变得比自身更热,伴随着更大的肿胀,并同时伴有疼痛和紧张;但这些在侵袭之初是微小的,此后增长到一定的、并非对所有人都一样的大小,由此随后或者这种违背自然的肿胀被治疗手段所消散(同时其疼痛和发热也一同停息),或者它转化为脓。
αὗται γὰρ αἱ τῆς φλεγμονῆς λύσεις, ἄν γε μέλλῃ λύεσθαι· περὶ τούτων γὰρ ἡμῖν ὁ λόγος ἔστω πρότερον, ἀναβεβλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυομένων νοσημάτων ἐπισκέψεως.
因为如果炎症要消退的话,这些就是其消退的方式;让我们的论述先围绕这些展开,而关于不消退的疾病的考察,目前则推迟到以后。
χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ’ εἷς ὁ σύμπας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς αὐξανομένου τοῦ πάθους.
因此,并没有一个为炎症产生所特意划分的、不同于增长时期的特有时间,而是只有一个整体的时间,从第一次侵袭直到极期,在此期间疾病不断增长。
οὕτω δ’ ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων ἁπάντων τε τῶν ἄλλων.
对于所有的丹毒及其他一切疾病,情况也是如此。
καὶ γὰρ καὶ ὁ πυρετὸς ἐν γένει μὲν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης δὲ οὐκ ἀποτέτμηται ὁ χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ’ ἐπειδὰν πρῶτον ἄρξηται τὸ σῶμα θερμότερον ἑαυτοῦ γίνεσθαι πυρετώδει θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ’ ἑτέρῳ καιρὸς ἐκδέχεται τὴν αὔξησιν τοῦ πάθους, ἄχρι τῆς παντελοῦς ἀκμῆς, ἣν ἐν ἑκάστῳ τῶν ὄντων ἔσχατον τὸ μέγεθος εἶναι νοοῦμεν.
因为我认为,发热在类别上确实属于违背自然的发热;而对于这种发热,并没有划分出其特有的产生时间,而是当身体一由于发热性热量而开始变得比自身更热时,此后便是一个接一个的时期接替着该疾病的增长,直到其完全的极期,我们在每一个存在的事物中,都将这一极期理解为最终的最大限度。